1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

20

καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι, χωρὶς τῶν παρεκτός. Οὗτοι τῆς ἀκριβοῦς ἀποστολῆς οἱ χαρακτῆρες. Σημεῖα μὲν γὰρ καὶ ἕτεροι πολλοὶ πολλάκις ἐποίησαν, καὶ οὐδὲν ἀπώναντο τῶν θαυμάτων, ἀλλὰ μετὰ πάντα ἐκεῖνα ἤκουσαν· Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· τῶν δὲ ταῦτα δυναμένων εἰπεῖν, ἅπερ ὁ Παῦλος ἀπηριθμήσατο νῦν, οὐδεὶς ἐκείνης ἀκούσεται τῆς φωνῆς· ἀλλὰ μετὰ πολλῆς τῆς παῤῥησίας τῶν οὐρανῶν ἐπιβήσεται καὶ τῶν ἐν τοῖς οὐρανοῖς ἀγαθῶν ἀπολαύσεται πάντων. ζʹ. Τάχα μακρότερος ἡμῖν ὁ λόγος ἐγένετο· ἀλλὰ μὴ δείσητε· οὐκ ἐπιλελήσμεθα τῆς ὑποσχέσεως, ἀλλ' αὐτίκα δὴ πρὸς αὐτὴν πάλιν ἐπανήξομεν. Καὶ ταῦτα δὲ οὐ μάτην ἐμηκύναμεν, ἀλλὰ διὰ πλείονος κατασκευῆς ἀναμφισβήτητον καὶ σαφέστερον βουλόμενοι ποιήσασθαι τὴν ἀπόδειξιν, ὁμοῦ δὲ τὰς θλιβομένας παρακαλέσαι ψυχὰς, ἵν' ἕκαστος τῶν ἐν πειρασμοῖς ὄντων καὶ κινδύνοις ἱκανὴν λαβὼν παραμυθίαν ἀπέλθῃ, μαθὼν ὅτι Παύλου κοινωνὸς διὰ τῶν παθημάτων γίνεται, μᾶλλον δὲ τοῦ τῶν ἀγγέλων ∆εσπότου Χριστοῦ· κοινωνῶν δὲ αὐτοῦ τῶν παθημάτων ἐνταῦθα κοινωνήσει τῆς δόξης ἐκεῖ· Εἴπερ γὰρ, φησὶ, συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν· καὶ πάλιν· Εἰ ὑπομένομεν, ἵνα καὶ συμβασιλεύσωμεν. Ἀνάγκη γὰρ τὸν πιστὸν θλίβεσθαι πάντως. Πάντες γὰρ οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ, διωχθήσονται· καὶ πάλιν· Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πει 51.296 ρασμὸν, εὔθυνον καὶ καρτέρησον. Καλαὶ αἱ ἐπαγγελίαι ἐκ προοιμίων εἰς πειρασμοὺς ἐμπεσεῖν· μεγάλη προτροπὴ καὶ παράκλησις ἐναργὴς τῆς δουλείας κινδύνων εὐθέως ἀπογεύσασθαι. Μεγίστη οὖν καὶ θαυμασία, καὶ κέρδος ἔχουσα μέγιστον. Ποῖον δὲ τοῦτο; Ἄκουσον τῶν ἑξῆς· Ὥσπερ γὰρ ἐν πυρὶ δοκιμάζεται χρυσὸς, οὕτως ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὥσπερ τὸ χρυσίον τῷ πυρὶ βασανιζόμενον καθαρώτερον γίνεται, οὕτω καὶ ἡ ψυχὴ, θλίψεσιν ὁμιλοῦσα καὶ κινδύνοις, φαιδροτέρα καὶ λαμπροτέρα ἄνεισι, καὶ πᾶσαν ἁμαρτημάτων ἀποῤῥίψεται κηλῖδα. Ὅθεν καὶ πρὸς τὸν πλούσιον ἔλεγε ὁ Ἀβραὰμ, ὅτι Λάζαρος ἀπέλαβε τὰ κακὰ, καὶ ἐνταῦθα παρακαλεῖται. Καὶ Παῦλος Κορινθίοις ἐπιστέλλων ἔγραφε· ∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καὶ τὸν πεπορνευκότα δὲ δι' αὐτὸ τοῦτο παρέδωκεν εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ· δεικνὺς ὅτι σωτηρίαν ὁ παρὼν ἐργάζεται πειρασμὸς, καὶ οἱ κίνδυνοι τοῖς μετ' εὐχαριστίας αὐτοὺς φέρουσι, καθάρσιον ψυχῆς εἰσι μέγιστον. Ὅτι μὲν οὖν ἐθλίβοντο οἱ πιστοὶ, καὶ μυρία ἔπασχον δεινὰ καὶ μαθηταὶ καὶ διδάσκαλοι καὶ οὐδὲ μικρὸν ἀνέπνεον, ποικίλοις τισὶ καὶ παντοδαποῖς πάντοθεν περιεστοιχισμένοι πολέμοις, ἱκανῶς ὁ λόγος ἀπέδειξε, καὶ πλείω δὲ τῶν εἰρημένων τοῖς φιλοπόνοις ἔξεστιν ἀναλέξασθαι ἐκ τῶν θείων Γραφῶν. ηʹ. Λοιπὸν δὲ ἐπὶ τὸ προκείμενον τὸν λόγον ἀγάγωμεν. Τί δὲ τὸ προκείμενον ἦν εἰπεῖν; Τίνος ἕνεκεν εἶπεν ὁ Παῦλος, Ἔχοντες Πνεῦμα πίστεως τὸ αὐτό. Τίνος οὖν ἕνεκεν εἶπεν; Ἐθορύβει τοῦτο τοὺς μαθητὰς, ὅτι τὰ μὲν δεινὰ ἐν πείρᾳ, τὰ δὲ χρηστὰ ἐν ἐλπίσι· καὶ τὰ μὲν παρῆν, τὰ δὲ ἀφειστήκει· καὶ τὰ μὲν ἐγίνετο, τὰ δὲ ἠλπίζετο. Καὶ τί θαυμαστὸν, εἰ τότε ἐν ἀρχῇ τοῦ κηρύγματος τοῦτο ἔπασχόν τινες, ὅπου γε καὶ νῦν μετὰ τοσοῦτον χρόνον, μετὰ τὸ πανταχοῦ τῆς οἰκουμένης ἐκταθῆναι τὸ κήρυγμα, μετὰ τὸ λαβεῖν ἀποδείξεις τοσαύτας τῶν ὑποσχέσεων, πολλοὶ οἱ τοῦτο πάσχοντές εἰσιν; Οὐ τοῦτο δὲ μόνον αὐτοὺς διετάραττεν, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου. Ποῖον δὴ