21
ὀψοποιΐαν τοῦ λόγου; Ἀρκεῖ σοι τὸ μέχρι τῆς χρείας ταύτης ἀσχολεῖν τὴν διάνοιαν· μᾶλλον δὲ μηδὲ μέχρι τούτου τὴν ψυχὴν ταῖς περὶ τοῦ ἄρτου μερίμναις ἐνδήσῃς, ἀλλ' εἰπὲ τῷ τὸν ἄρτον ἀπὸ τῆς γῆς ἐξάγοντι, εἰπὲ τῷ τοὺς κόρακας τρέφοντι, τῷ διδόντι τρο φὴν πάσῃ σαρκὶ, τῷ ἀνοίγοντι τὴν χεῖρα καὶ πληροῦντι πᾶν ζῶον εὐδοκίας ὅτι, Παρὰ σοῦ μοι ἡ ζωὴ, παρὰ σοῦ γενέσθω καὶ ἡ πρὸς τὴν ζωὴν ἀφορμή· σὺ δὸς τὸν ἄρτον, τοῦτ' ἔστιν ἐκ δικαίων πόνων τὴν τροφὴν σχοίην· εἰ γὰρ ὁ θεὸς ἡ δικαιοσύνη ἐστὶν, οὐκ ἔχει παρὰ θεοῦ τὸν ἄρτον ὁ ἐκ πλεονεξίας τὴν τροφὴν ἔχων. Αὐτὸς κύριος εἶ τῆς 286 εὐχῆς, εἰ μὴ ἐξ ἀλλοτρίων ἡ εὐπορία, εἰ μὴ ἐκ δακρύων ἡ πρόςοδος, εἰ οὐδεὶς ἐπὶ τῷ σῷ κόρῳ ἐπείνασεν, εἰ οὐ δεὶς ἐπὶ τῇ πλησμονῇ σου ἐστέναξεν. Θεοῦ ἄρτος μάλιστα ὁ τοιοῦτός ἐστιν, δικαιοσύνης ὁ καρπὸς, εἰρήνης ὁ στάχυς, ἄμικτος καὶ ἀμόλυντος τῶν τοῦ ζιζανίου σπερμάτων. Εἰ δὲ γεωργῶν τὰ ἀλλότρια, καὶ ἐν ὀφθαλμοῖς ἔχων τὴν ἀδικίαν, καὶ γραμματείοις κρατύνας τὴν ἄδικον κτῆσιν ἔπειτα τῷ θεῷ λέγοις, ∆ὸς τὸν ἄρτον, ἄλλος ὁ ἀκού ων τῆς φωνῆς σου ταύτης ἐστὶν, οὐχ ὁ θεός· τὸν γὰρ ἐξ ἀδικίας καρπὸν ἡ ἀντικειμένη καρποφορεῖ φύσις. Ὁ σπουδάζων τὴν δικαιοσύνην θεόθεν τὸν ἄρτον δέχεται· ὁ δὲ τὴν ἀδικίαν γεωργῶν παρὰ τοῦ εὐεργέτου τῆς ἀδι κίας σιτίζεται. Πρὸς οὖν τὴν συνείδησιν τὴν ἑαυτοῦ βλέ πων οὕτω πρόςαγε τὴν περὶ τοῦ ἄρτου αἴτησιν τῷ θεῷ, εἰδὼς ὅτι οὐκ ἔστι κοινωνία Χριστῷ πρὸς Βελίαρ. Κἂν δωροφορῇς ἐξ ἀδικίας, ἄλλαγμα κυνὸς καὶ μίσθωμα πόρ νης τὸ δῶρόν ἐστιν· κἂν λαμπρύνῃς τῇ φιλοτιμίᾳ τὰς ἐπι δόσεις, ἀκούσῃ τοῦ προφήτου βδελυσσομένου τὴν ἀπὸ τῶν τοιούτων συνειςφοράν· Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι· θυμία μα, φησὶ, βδέλυγμά μοί ἐστιν. Ἑτέρωθι τὸν θύοντα μόσ χον ἀντὶ τοῦ ἀναιροῦντος κύνα λελόγισται. Ἐὰν οὖν πα ρὰ κυρίου τὸν ἄρτον ἔχῃς, τοῦτ' ἔστιν ἐκ δικαίων πόνων, ἔξεστί σοι καὶ ἀπάρχεσθαι αὐτῷ ἀπὸ τῶν καρπῶν τῆς δικαιοσύνης. Καλὴ δὲ καὶ ἡ προςθήκη τοῦ σήμερον· τὸν ἄρτον γὰρ, φησὶν, τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Ἄλλη φιλοσοφία οὗτος ὁ λόγος ἐστὶν, ὡς ἂν μάθοις δι' ὧν λέ γοις ὅτι ἐφήμερός ἐστιν ἡ ἀνθρωπίνη ζωή. Τὸ παρὸν ἴδιον ἑκάστῳ μόνον, ἡ δὲ τοῦ μέλλοντος ἐλπὶς ἐν ἀδήλῳ μένει· οὐκ οἴδαμεν γὰρ τί τέξεται ἡ ἐπιοῦσα. Τί προς ταλαιπωροῦμεν ὑπὲρ τῶν ἀδήλων, τί κακοπαθοῦμεν ταῖς ὑπὲρ τῶν μελλόντων φροντίσιν; Ἀρκετὸν, φησὶν, τῇ ἡμέ ρᾳ ἡ κακία αὐτῆς, κακίαν τὴν κακοπάθειαν λέγων. Τί 288 μεριμνῶμεν περὶ τῆς αὔριον;
∆ιὰ τοῦτο δι' ὧν τὸ σή μερον κελεύει, ἀπαγορεύει σοι τὴν περὶ τοῦ αὔριον φρον τίδα, μονονουχὶ ταῦτά σοι διὰ τοῦ ῥήματος λέγων ὅτι, Ὁ τὴν ἡμέραν σοι διδοὺς καὶ τὰ εἰς τὴν ἡμέραν σοι δί δωσιν. Τίς ἀνατέλλει τὸν ἥλιον; τίς ἐξαφανίζει τῆς νυκ τὸς τὸ σκότος; τίς σοι δείκνυσι τοῦ φωτὸς τὴν ἀκτῖνα; τίς περιάγει τὸν οὐρανὸν, ὥστε ὑπὲρ γῆς τὸν φωστῆρα γε νέσθαι; Ὁ ταῦτά σοι καὶ τὰ τηλικαῦτα διδοὺς τῆς σῆς ἆρα χρῄζει συνεργίας πρὸς τὸ πληρῶσαι τῇ σαρκί σου τὸ ἐνδέον τῆς χρείας; Ποίαν εἰςφέρεται σπουδὴν ἡ τῶν ἀλό γων φύσις πρὸς τὴν ἰδίαν ζωήν; ποῖαι τῶν κοράκων ἄρουραι; ποῖαι τῶν ἀετῶν εἰσιν αἱ ἀποθῆκαι; Οὐ μία πᾶσίν ἐστιν ἡ τοῦ ζῇν χορηγία τὸ θεῖον βούλημα, ᾧ πε ρικρατεῖται τὰ πάντα; Εἶτα βοῦς μὲν, ἢ ὄνος, ἢ ἄλλο τι τῶν ἀλόγων αὐτοδίδακτον τὴν ἐκ φύσεως ἔχει φιλοσο φίαν, καὶ τὸ παρὸν εὖ διατίθεται, τῶν δὲ εἰς τὸ ἑξῆς αὐτῷ φροντὶς οὐδεμία· ἡμεῖς δὲ συμβούλων δεόμεθα πρὸς τὸ συνιέναι τὸ ἐπίκηρον τοῦτο καὶ ἐφήμερον τῆς κατὰ σάρκα ζωῆς. Οὐ παιδευόμεθα τοῖς ἀλλοτρίοις συμπτώ μασιν; οὐ πρὸς τὸν ἴδιον σωφρονιζόμεθα βίον; Τί ἀπώ νατο τῆς πολλῆς παρασκευῆς ἐκεῖνος ὁ πλούσιος ὁ ταῖς ἀνυποστάτοις ἐλπίσιν ἐμματαιάζων, καθαιρῶν, οἰκοδομῶν, συνάγων, τρυφῶν, μακρὰς ἐτῶν περιόδους ἐν τῇ μαται ότητι τῶν ἐλπίδων ταῖς ἀποθήκαις συναποκλείων; οὐχὶ μία νὺξ πᾶσαν ἐκείνην τὴν ὀνειροπολουμένην ἐλπίδα διή λεγξεν, ὡς μάταιόν τι ἐνύπνιον ἐπὶ ματαίῳ συμπεπλασ μένον; Ἡ κατὰ τὸ σῶμα ζωὴ τοῦ ἐνεστῶτός ἐστι