1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

21

γνώσεως, εἴτε τῷ ἀποθνήσκοντι. Στέφανος γερόντων τέκνα τέκνων. Πάλιν τὰ φυσικὰ δεικνὺς, ὅτι ἀρετῆς ἐστι τῶν πατέρων τοῦτο, οὐχ ἁπλῶς τὰ τέκνα, ἀλλὰ τὰ χρηστά. Τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων· τοῦ δὲ ἀπίστου, οὐδὲ ὀβολός. Ὁ πιστὸς μὴ σπεύδων ἐπὶ τὰ αἰσθητὰ, ὡς πάντα ἔχων ἐστίν· ὁ δὲ περὶ ταῦτα σπεύδων, ὡς μηδὲν ἔχων ἐστίν. Μισθὸς χαρίτων, ἡ παιδεία τοῖς χρωμένοις. [ξοδ. φ. 73 β.] Ἡ ἠθικὴ παίδευσις, μισθὸς ἀρετῶν· τοῦτο γὰρ τῶν χαρίτων. Ὁ τοίνυν κατορθῶν τὰς ἀρετὰς ἤθει πεπαιδευμένῳ, αὐτὴν ἕξει τέλος τὴν παίδευσιν. Ἢ ὁ προῃρημένος τὴν ἀρετὴν, μισθὸν καὶ χάριν ἐκ Θεοῦ, τὴν τούτων ἔχει κατόρθωσιν. Ὅπου γὰρ ἡ ἐπιστροφὴ αὐτῆς, ἐκεῖ καὶ ἡ εὐωδία. Ὃς κρύπτει ἀδικήματα, ζητεῖ φιλίαν. Τὸ φιλίαν ποιοῦν ἐστι, τὸ μὴ ἐκπομπεύειν ἡμᾶς μηδὲ δημοσιεύειν τὰ ἁμαρτήματα. Ὁ γὰρ διὰ τῶν ἀρετῶν κρύπτων τὰς κακίας, φίλος γίνεται Θεῷ. Ἐπειδὴ γὰρ ἀνθρώπους ὄντας οὐκ ἔνι μὴ ἁμαρτάνειν, ἑτέραν ὁδὸν ἔδωκε δι' ἧς τὰ ἁμαρτήματα λύσομεν, καὶ τὴν ἀπ' αὐτῶν ἀναιρήσομεν βλάβην. Ἢ διὰ μετανοίας ὁ κρύψας τὰ ἄδικα, ζητεῖ φιλίαν τὴν πρὸς τὸν Θεόν. Ἵνα τί ὑπῆρξε χρήματα ἄφρονι; [ξοδ. φ. 74 β.] Οὐκ ἄρα καλὸν ὁ πλοῦτος, σοφίας μὴ οὔσης· ὥσπερ εἴ τις ἵππον ἔχων, ἡνιοχεύειν οὐκ ἐπιστάμενος. Τοῦτο δὲ οὐκ ἐγκαλοῦντός ἐστιν, ἀλλ' ἀπάγοντος τῆς σπουδῆς. Τίνος ἕνεκεν σπουδάζεις; δέον ἐκεῖνο πρότερον κτήσασθαι, ὥστε εἰδέναι ὡς δέον αὐτοῖς χρήσασθαι. Ὥσπερ ἄν τις ἰδὼν τινὰ πλοῖον κατασκευάζοντα λέγῃ· ∆ιὰ τί τόδε τὸ πλοῖον; οὐκ ἐγκαλοῦντος ἐστίν. Εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι. Τουτέστιν οὐκ ἐν εὐφροσύνῃ μόνον ἐπιτήδειος, ἀλλὰ καὶ ἐν θλίψει, καὶ ἐν ἱλαροῖς, καὶ ἐν δυσχερέσι· καὶ τοῦτο μᾶλλον ἢ ἄλλο. Ἢ τοῦτό φησιν· Εἰ ποιεῖς φίλους, τοιούτους ποίησαι, ὡς εἰς πάντα καιρὸν ὑπάρχειν. Ἀδελφοὶ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν· τούτου γὰρ χάριν γεννῶνται. [ξοδ. φ. 75 α.] Οὐκ ἀπὸ τῆς φύσεως δεῖ μόνης τὸν ἀδελφὸν δοκιμάζειν, ἀλλὰ καὶ ἀπὸ τῆς εὐεργεσίας καὶ τῆς διαγωγῆς, καὶ τοῦ παρεστάναι μυ 64.716 ριάκις. ∆ιὰ τοῦτο γὰρ γεννῶνται, φησὶν, ἵνα κοινωνήσωσί σοι συμφορᾶς· ὥστε ὁ μὴ τοῦτο ποιῶν, οὐδὲ τῆς προσηγορίας ἐπάξιος. Οἱ τοῦ αὐτοῦ πνεύματος κοινωνοὶ, ἀνάγκαις τοῦ ὁμογενοῦς ἀντιλαμβανέσθωσαν. Ἀνὴρ ἄφρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῷ· ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύῃ τὸν ἑαυτοῦ φίλον. [ξοδ. φ. 75 β.] Ὁ ἑτέρῳ ἐπιχαίρων, ἑαυτῷ ἐπιχαίρει· χαλεπώτερον τὸν δικαστὴν ποιεῖ. Καὶ τούτου μειζόνως ὁ ἐγγυώμενος. Ὁρᾶς; Οὐχ ἁπλῶς φησιν, ἀλλὰ τοὺς ἑαυτοῦ φίλους, οὐ τοὺς ἐχθρούς. Τίνος δὲ ἕνεκεν παρακελεύεται; Οὔπω ἦσαν ἱκανοὶ ἀκούειν, ὅτι καὶ τοὺς ἐχθροὺς ἀγαπᾷν δεῖ· ἵν' οὖν μὴ παράβασις ᾖ τοῦ νόμου, ἐν τῇ φιλίᾳ μετρεῖ τὸ πρᾶγμα. Ὁ δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς. ∆ιὰ τί; Ὡς μέλλων συσκιάζειν αὐτοῦ τὰ δεινά. Ἀνὴρ εὐμετάβολος γλώσσῃ. Ὥστε κακὸν τὸ μὴ πεπηγέναι, μήδε ἐστηρίχθαι. Οὐκ εὐφραίνεται πατὴρ ἐφ' υἱῷ ἀπαιδεύτῳ. Τί οὖν; Οὐχ ὁρῶμεν πολλοὺς εὐφραινομένους; Οὐχί. Οὐκ ἔχει τὸ πρᾶγμα φύσιν. Οὐδὲν ἄρα φύσις, ἀλλ' ἡ σοφία· εἰ γὰρ υἱὸς οὐκ εὐφραίνει, δηλονότι διὰ τὸ μὴ μετέχειν σοφίας, ὁ δὲ φρόνιμος εὐφραίνει, οὐκ ἄρα τῆς φύσεως. Καρδία εὐφραινομένη εὐεκτεῖν ποιεῖ. [ξοδ. φ. 76 β.] Πολλὴν ὑπὲρ τούτου ποιεῖται σπουδήν· καὶ γὰρ τοῦτο κακία, ἡ βαρυθυμία. Λαμβάνοντος δῶρα ἐν κόλπῳ ἀδίκως οὐ κατευοδοῦνται ὁδοί. Ἐν καρδίᾳ νοήματα λαμβάνοντος ἄδικα, οὐ κατευοδοῦνται αἱ ὁδοί. Τὰ γὰρ ἐμπαθῆ καὶ αἴσχιστα νοήματα τὰ παρὰ τῶν δαιμόνων ἡμῖν προσφερόμενα, δῶρα ἐκάλεσε. Πρόσωπον συνετὸν ἀνδρὸς σοφοῦ· οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπ' ἄκρα τῆς γῆς. Ὁρᾷς πῶς ἐκεῖνο δείκνυσι ἐν θυμῷ φυλαττόμενον, τοῦτο δὲ ἐπτοημένον καὶ κεχηνὸς, πάντα περιβλεπόμενον; Ἢ ὅτι ὁ μὲν ὁρᾷ μετὰ συνέσεως, ὁ δὲ μὴ ἀρκούμενος τοῖς ἐν ποσὶ, πανταχοῦ τὴν διάνοιαν ῥέπει ῥεμβόμενος. Οὐ διὰ τοῦτο ἔχομεν ὀφθαλμοὺς, ἵνα πᾶσιν αὐτοὺς τοῖς πονηροῖς