1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

22

μόνου, ἡ δὲ δι' ἐλπίδος ἀποκειμένη τῆς ψυχῆς ἐστιν ἰδία. Ἀλλ' ἡ τῶν ἀνθρώπων ἄνοια διαμαρτάνει περὶ τὴν ἑκατέρου χρῆσιν, τὴν μὲν σωματικὴν ζωὴν ταῖς ἐλπίσι παρατείνου σα, τὴν δὲ τῆς ψυχῆς πρὸς τὴν τῶν παρόντων ἀπόλαυ σιν ἐφελκομένη. ∆ιὰ τοῦτο κατ' ἀνάγκην τῆς οὔσης τε καὶ ὑφεστώσης ἐλπίδος ἡ ψυχὴ περὶ τὸ φαινόμενον ἀσχο λουμένη ἀλλοτριοῦται, τοῖς δὲ ἀστάτοις διὰ τῶν ἐλπίδων 290 ἐπερειδομένη οὔτε τούτου περικρατὴς γίνεται καὶ ἐκεῖνο οὐκ ἔχει. ∆ιδαχθῶμεν τοίνυν διὰ τῆς παρούσης συμβου λῆς, τί μὲν σήμερον αἰτεῖν χρὴ, τί δὲ εἰς ὕστερον. Ὁ ἄρ τος τῆς σημερινῆς χρείας ἐστίν, ἡ βασιλεία τῆς ἐλπιζομέ νης μακαριότητος. Ἄρτον δὲ εἰπὼν πᾶσαν τὴν σωματικὴν περιλαμβάνει χρείαν. Ἐὰν ταῦτα αἰτῶμεν, δῆλον ἔσται τῇ διανοίᾳ τοῦ προςευχομένου ὅτι περὶ τὸ ἐφήμερόν ἐστιν ἡ ἀσχολία· ἐὰν δέ τι τῶν τῆς ψυχῆς ἀγαθῶν, ὅτι πρὸς τὸ διηνεκές τε καὶ ἀτελεύτητον ἡ αἴτησις βλέπει, πρὸς ὃ μάλιστα κελεύει τοὺς εὐχομένους ὁρᾷν, ὡς τῷ μείζονι καὶ τῆς πρώτης συγκατορθουμένης χρείας. Αἰτεῖτε, φησὶ, τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην, καὶ ταῦτα πάντα προς τεθήσεται ὑμῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{1ΛΟΓΟΣ εʹ.}

1 {1Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, καθὼς καὶ ἡμεῖς ἀφί εμεν τοῖς

ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.}1 Ἦλθεν προϊὼν ὁ λόγος ἐπ' αὐτὸ τῆς ἀρετῆς τὸ ἀκρό τατον. Ὑπογράφει γὰρ διὰ τῶν τῆς προςευχῆς ῥημάτων οἷον εἶναι βούλεται τὸν τῷ θεῷ προςερχόμενον, τὸν οὐκ έτι σχεδὸν ἐν τοῖς τῆς ἀνθρωπίνης φύσεως ὅροις δει κνύμενον, ἀλλ' αὐτῷ τῷ θεῷ διὰ τῆς ἀρετῆς ὁμοιούμενον. ὥστε δοκεῖν ἄλλον ἐκεῖνον εἶναι ἐν τῷ ταῦτα ποιεῖν ἃ τοῦ θεοῦ μόνου ἐστὶ ποιεῖν. Ἡ γὰρ τῶν ὀφλημάτων ἄφε σις ἴδιόν ἐστι τοῦ θεοῦ καὶ ἐξαίρετον· εἴρηται γὰρ ὅτι, Οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ θεός. Εἰ τοίνυν τις ἐν τῷ ἰδίῳ βίῳ μιμήσαιτο τῆς θείας φύσεως τὰ γνωρίσματα, ἐκεῖνος γίνεται τρόπον τινὰ οὗ τὴν μί μησιν δι' ἀκριβοῦς ὁμοιότητος ἐπεδείξατο. Τί οὖν δι δάσκει ὁ λόγος; Πρῶτον ἑαυτοῖς συγγνῶναι τῇ τῶν βε βιωμένων παῤῥησίᾳ τὴν πρὸς τὸν θεὸν ὁμοιότητα, καὶ 292 τότε θαῤῥεῖν πατέρα ἑαυτῶν τὸν θεὸν λέγειν, καὶ ἀμνη στίαν ὑπὲρ τῶν ποτε πλημμεληθέντων αἰτεῖν, ὡς οὐκ ἐν τῷ αἰτοῦντι ὄντος τοῦ τυχεῖν ὧν ἐφίεται, ἀλλ' ἐν τῷ διὰ τῶν ἔργων ἑαυτῷ χαριζομένῳ τῆς αἰτήσεως τὴν παῤῥη σίαν.

Ταῦτα γὰρ ἄντικρυς ἡμῖν διαλέγεται τῇ παρούσῃ φωνῇ, ὅτι ὁ τῷ εὐεργέτῃ προςιὼν εὐεργέτης ἔστω, ὁ τῷ ἀγαθῷ ἀγαθὸς, ὁ τῷ δικαίῳ δίκαιος, ἀνεξίκακός τε τῷ ἀνεξικακῷ, καὶ τῷ φιλανθρώπῳ φιλάνθρωπος, καὶ τὰ ἄλλα πάντα ὡςαύτως τῷ χρηστῷ τε καὶ ἐπιεικεῖ καὶ με ταδοτικῷ τῶν ἀγαθῶν, καὶ παντὶ τὸν ἔλεον νέμοντι, καὶ εἴ τι περὶ τὸ θεῖον ὁρᾶται, πρὸς ἕκαστον διὰ τῆς προαι ρέσεως ὁμοιούμενος, οὕτως ἑαυτῷ τὴν τῆς προςευχῆς παῤ ῥησίαν περιποιείτω. Ὡς οὖν οὐκ ἔστιν οὔτε πονηρὸν ἀγαθῷ προςοικειωθῆναι, οὔτε τὸν ἐν ἀκαθάρτοις μολύσ μασι ῥυπαινόμενον πρὸς τὸν καθαρὸν καὶ ἀκήρατον κοι νωνίαν ἔχειν, οὕτως χωρίζει τῆς φιλανθρωπίας τοῦ θεοῦ τὸν προςιόντα ἡ ἀπήνεια. Ὁ τοίνυν ἐν πικρίᾳ κατέχων ὑπὲρ τῶν ὀφλημάτων τὸν ὑποχείριον διὰ τοῦ ἰδίου τρό που τῆς θείας φιλανθρωπίας ἑαυτὸν ἀπεσχοίνισεν. Τίς γὰρ κοινωνία φιλανθρωπίᾳ τε καὶ ὠμότητι, καὶ ἀγαπη τικῇ διαθέσει πρὸς ἀγριότητα, καὶ τὰ λοιπὰ ὅσα ἐκ τοῦ ἐναντίου τῇ πρὸς τὸ κακὸν ἀντιθέσει νοεῖται, ὧν ἄμικτος ἡ ἐναντιότης, ἐφ' ὧν ὁ τῷ ἑνὶ κατειλημμένος τοῦ ἐναν τίου πάντως ἀφώρισται; ὡς γὰρ ὁ ἐν τῷ θανάτῳ γενόμε νος ἐν ζωῇ οὐκ ἔστιν, καὶ ὁ τῆς ζωῆς μετέχων τοῦ θανά του κεχώρισται, οὕτως ἀνάγκη πᾶσα τὸν τῇ φιλανθρωπίᾳ τοῦ θεοῦ προςιόντα πάσης ἀπηνείας ἐκτὸς γενέσθαι. Ὁ δὲ ἐκτὸς