1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

22

σώμασιν δεικνύωμεν, ἀλλ' ἵνα αὐτοὺς χαλινώσωμεν, ἵνα αὐτοῖς ὅρον θῶμεν καὶ μέτρον· ἐπ' ἄκρα δὲ γῆς, ἀντὶ τοῦ, ἐν ἄκρᾳ κακίᾳ. Ζημιοῦν ἄνδρα δίκαιον, οὐ καλόν. [ξοδ. φ. 76 β.] Ἐπειδὴ μάλιστα ἐκεῖνοι τοῦτο πάσχουσι· τοῖς δὲ ἄλλοις, δίκαιον οὔ· τὸν δὲ ἄδικον χρὴ ζημιοῦν καὶ σφόδρα. Οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις. Ἔστι καὶ δυνάστην εἶναι δίκαιον. Ὃς φείδεται ῥῆμα προέσθαι σκληρὸν, ἐπιγνώμων. [ιβιδ.] Ῥῆμα σκληρὸν ὠνόμασε τὸν λογισμὸν τὸν κινοῦντα τὸν θυμὸν, ἢ λόγον τὸν εἰς τοῦτο κινητικόν. Ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν, σοφία λογισθήσεται. Ὅταν ἀμαθὴς καὶ ἄπειρος, περὶ σοφῶν λόγων ἐρωτᾷ ἢ πραγμάτων, νομίζεται σοφὸς, κἂν ἀνόητός τις ἐξ ἀμαθίας γένηται· οὐκ ἀρκεῖ τοῦτο εἰς σοφίαν αὐτῷ λογισθῆναι.

ΚΕΦΑΛ. ΙΗʹ.

Ὕδωρ βαθὺ, λόγος ἐν καρδίᾳ ἀνδρός· ποταμὸς δὲ ἀναπηδῶν, πηγὴ ζωῆς. [ξοδ. φ. 77 α.] Τὸ βαθὺ, ἀντὶ τοῦ, πολύ· καὶ δύναται πολλάκις καὶ ποταμοὺς ἀνενεγκεῖν ἀνθ' ἑνός· ἢ τοῦτό φησιν, ὅτι φυλάττει ἑαυτὸν καὶ ἐν βάθει κατέχει. Ὡς γὰρ ἄμετρον ὕδωρ, οὕτως ἐν καρδίᾳ ἀνδρὸς τοῦ κατὰ Θεὸν λόγος ἀκατάληπτος. Λόγον δὲ νῦν, τὴν γνῶσίν φησιν. Ὁ γὰρ τοιοῦτος τοὺς Ἰησοῦ λόγους ἀκούει, οὗ ἐν τῇ καρδίᾳ γίνεται πηγὴ ὕδατος ἁλλομένου. Ἀναπηδῶν δὲ ἀντὶ τοῦ ἀνομβρῶν, ἄρδων τὰ ὑποκείμενα, καὶ εἰς καρποφορίαν προκαλούμενος. Θαυμάσαι πρόσωπον ἀσεβοῦς, οὐ καλόν. [ξοδ. φ. 77. β.] Κἂν ἐν ἀξιώματι ᾖ, κἂν πιθανότητι λόγων κρύπτῃ τὸ δίκαιον. Θαυμάζει πρόσωπον ἀσεβοῦς, καὶ ὁ τὴν ἐνυπάρχουσαν τῷ διαβόλῳ κακίαν ἀποδεχόμενος. Χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακά· τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ, θάνατον ἐπικαλεῖται. [ιβιδ.] Λογισμοὶ ἄφρονος, καὶ λόγοι ἄγουσιν αὐτὸν εἰς κακὰ ψυχῆς τε καὶ σώματος. Εἰ δὲ ὁ θάνατος γεννᾶται ἀπὸ θρασύτητος, ἄρα ὁ θάνατος χωρίζει ψυχὴν ἀπὸ τῆς ὄντως ζωῆς. Ἡ γὰρ θρασύτης ἡμᾶς ὄντως χωρίζει ἀπὸ τοῦ εἰπόντος, ἐγώ εἰμι ἡ ζωή· καὶ ὥσπερ ἐκ τῆς θρασύτητος γεννᾶται ὁ θάνατος, οὕτως ἐκ τῆς πραΰτητος ἡ ζωή. Ἀντίκειται γὰρ τῇ θρασύτητι ἡ πραΰτης. Ὀκνηροὺς καταβάλλει φόβος· ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν. Τῶν ὀκνηρῶν καὶ ἀνάνδρων· ψυχαὶ δὲ ἀνδρογύνων τῶν ἐκκεχυμένων, τῶν μαλακῶν. Ὁ μὴ ἰώμενος αὑτὸν ἐν τοῖς ἔργοις αὐτοῦ, κ. τ. λ. Ὁ μὴ ἰώμενος ἑαυτὸν ἐκ τῶν ἁμαρτιῶν αὑτοῦ ἐν τοῖς ἔργοις τοῖς παρὰ Χριστοῦ δοθεῖσιν αὐτῷ, ἀδελφός ἐστι τοῦ διαβόλου τοῦ γινώσκοντος τὰς κολάσεις καὶ λυμαινομένου ἑαυτὸν εἰς αὐτάς. Καὶ ὁ Παῦλός φησίν· Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν, ἔσται σκεῦος χρήσιμον τῷ ∆εσπότῃ. Ἐκ μεγαλωσύνης ἰσχύος φανερὸν τὸ ὄνομα Κυρίου, κ. τ. λ. Τουτέστι δήλη αὐτοῦ ἡ γνῶσις. Οὐ χρεία διδασκαλίας, φανερὸν τὸ ὄνομα Κυρίου, τοῦ Θεοῦ ἡ δύναμις. Καὶ δῆλον κἀντεῦθεν, ἐκ τοῦ τοὺς προστρέχοντας αὐτῷ ὑψοῦν. Ὕπαρξις πλουσίου ἀνδρὸς, πόλις ἰσχυρά. [ξοδ. φ. 56 β.] Ὃ λέγει, τοιοῦτον ἔστιν· Οὐκ ἀρκεῖ ὁ πλοῦτος αὐτοῦ καθ' ἑαυτὸν σῶσαι τὸν ἔχοντα, ἀλλὰ δεῖ πόλεως ἰσχυρᾶς καὶ δόξαν ἐχούσης· ἐν γὰρ ἀσφαλείᾳ καθίστησι καὶ ἡ δόξα. Ἢ οὕτως· Ἡ ὕπαρξις τῶν δικαίων, καὶ πᾶς ὁ θησαυρὸς αὐτῶν, ἡ ἄνω Ἱερουσαλήμ· ἐκεῖ γὰρ θησαυρίζουσι τὰ νῦν ἔργα αὐτῶν. Πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός. Ὁρᾷς πῶς ἡ δόξα φορτικὸν, καὶ καλὸν ἡ συντριβή; Ὥσπερ, φησὶ, τῇ ὑπερηφανίᾳ ἕπεται ἡ συντριβὴ, οὕτω τῇ ταπεινώσει δόξα· οὐ δυνατὸν γὰρ πεσεῖν τὸν μὴ ὑψηλοφρονήσαντα· ἐπεὶ πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται. Θυμὸν ἀνδρὸς πραΰνει θεράπων φρόνιμος· ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει; Τοῦτό φησιν, ὅτι θυμοῦ χεί 64.720