1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

24

Ἀλλὰ καὶ τὸ μὴ πρὸς τὸ κάλλος τοῦ πεποιηκότος βλέπειν, πρὸς δὲ τὸ αἶσχος τῆς ἁμαρτίας ἐπιστρέψαι τὸ πρόςωπον, τίνος ἂν δεύτερον τῶν κακῶν κριθείη; Ἥ τε τῶν θείων ἀγαθῶν 298 ὑπεροψία, καὶ ἡ τῶν τοῦ πονηροῦ δελεασμάτων προτί μησις εἰς ποῖον μέρος τιμωρίας ταχθείη; ὅ τε τῆς εἰκό νος ἀφανισμὸς καὶ ἡ λύμη τοῦ θείου χαρακτῆρος, τοῦ παρὰ τὴν πρώτην κτίσιν ἐν ἡμῖν μορφωθέντος, καὶ ἡ τῆς δραχμῆς ἀπώλεια, καὶ ἡ τῆς τραπέζης τοῦ πατρὸς ἀνα χώρησις, καὶ ἡ πρὸς τὸν δυςώδη τῶν χοίρων βίον οἰκεί ωσις, καὶ ἡ τοῦ τιμίου πλούτου διαφθορὰ, καὶ ὅσα τοι αῦτα διά τε τῆς γραφῆς καὶ τῶν λογισμῶν ἰδεῖν ἔστι πλημ μελήματα, τίς ἂν ἐξαριθμήσαιτο λόγος; Ἐπειδὴ τοίνυν ἐν τοιούτοις καὶ τοσούτοις ὑπόδικόν ἐστιν πρὸς τιμωρίας ἔκτισιν τὸ ἀνθρώπινον τῷ θεῷ, διὰ τοῦτό μοι δοκεῖ παι δεύειν ἡμᾶς τῇ διδασκαλίᾳ τῆς προςευχῆς ὁ λόγος, μηδα μῶς ἐν τῇ πρὸς θεὸν ἐντεύξει ὡς ἐπὶ καθαρῷ τῷ συνει δότι παῤῥησιάζεσθαι, κἂν ὅτι μάλιστα τῶν ἀνθρωπίνων πλημμελημάτων κεχωρισμένος τις ᾖ. Ἴσως γάρ τις κατὰ τὸν νεανίαν ἐκεῖνον τὸν πολυκτήμονα ταῖς ἐντολαῖς τὴν ζωὴν ἑαυτοῦ παιδαγωγήσας ἔχει τὸ τοιοῦτον ἐπὶ τοῦ ἰδίου καυχήσασθαι βίου καὶ εἰπεῖν τῷ θεῷ ὅτι, Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου, καὶ ὑπειληφέναι αὐτῷ διὰ τὸ μηδὲν εἰς τὰς ἐντολὰς πλημμελῆσαι μὴ λίαν ἁρμόζειν τὴν ὑπὲρ τῶν ὀφλημάτων παραίτησιν, ὡς μόνοις τοῖς ἐξημαρτηκόσιν ἁρμόζουσαν, καί φησιν τῷ μολυνθέντι διὰ πορνείας τὴν τοιαύτην πρέπειν φωνὴν, ἢ τῷ διὰ πλεον εξίας εἰδωλολατρήσαντι ἀναγκαίαν τὴν αἴτησιν τῆς συγ γνώμης εἶναι, καὶ παντὶ ὅλως τῷ διά τινος πλημμελείας τὸ συνειδὸς τῆς ψυχῆς καταστίξαντι καλὸν καὶ ἁρμόδιον εἶναι τὸ καταφυγεῖν πρὸς ἔλεον· εἰ δὲ Ἡλίας ἐκεῖνος ὁ πολὺς εἴη, ἢ ὁ ἐν πνεύματι καὶ δυνάμει Ἡλίου, ὁ μέγας ἐν γεννητοῖς γυναικῶν, ἢ Πέτρος, ἢ Παῦλος, ἢ Ἰωάννης, ἤ τις ἄλλος τῶν πρὸς τὸ κρεῖττον μεμαρτυρημένων ὑπὸ τῆς θείας γραφῆς, εἰς τί χρήσαιτο τῇ τοιαύτῃ φωνῇ, τῇ παραιτουμένῃ αὐτὸν ἀπὸ τῶν ὀφλημάτων, ᾧ γε οὐδὲν ἐξ ἁμαρτίας ὄφλημα; Ὡς ἂν μή τις πρὸς τὰ τοιαῦτα βλέ πων ἀπαυθαδιάζοιτο κατὰ τὸν Φαρισαῖον ἐκεῖνον, τὸν οὐδ' ὅ τι ἦν κατὰ τὴν φύσιν ἐπιγινώσκοντα (εἰ γὰρ ἐγνώ κει ὅτι ἄνθρωπος ἦν, πάντως ἂν τὸ μὴ καθαρεύειν ἀπὸ 300 ῥύπου τὴν φύσιν παρὰ τῆς ἁγίας ἐδιδάχθη γραφῆς, ἥ φησιν μηδεμιᾶς ἡμέρας ζωὴν δυνατὸν εἶναι δίχα κηλῖδος ἐπ' ἀνθρώπων εὑρεῖν), ὡς ἂν οὖν μηδὲν τοιοῦτον περὶ τὴν ψυχὴν τοῦ διὰ προςευχῆς τῷ θεῷ προςιόντος πάθος ἐγγένοιτο, μὴ πρὸς τὰ κατορθώματα βλέπειν ὁ λόγος πα ρεγγυᾷ, ἀλλ' ἐπαναλαμβάνειν τὴν μνήμην τῶν κοινῶν τῆς ἀνθρωπίνης φύσεως ὀφλημάτων, ὧν πάντως τις καὶ αὐτὸς μετέχει, τὸ μέρος συμμετέχων τῆς φύσεως, καὶ παρακα λεῖν τὸν κριτὴν ἀμνηστίαν τῶν πλημμελημάτων χαρίσασθαι.

Ὡς γὰρ ζῶντος ἐν ἡμῖν τοῦ Ἀδὰμ πάντες οἱ καθ' ἕκαστον ἄνθρωποι, ἕως ἂν τοὺς δερματίνους τούτους χιτῶνας περὶ τὴν ἑαυτῶν βλέπωμεν φύσιν, καὶ τὰ πρόςκαιρα ταῦτα φύλλα τῆς ὑλικῆς ταύτης ζωῆς, ἅπερ τῶν ἀϊδίων τε καὶ λαμπρῶν ἐνδυμάτων γυμνωθέντες κακῶς ἑαυτοῖς συν εῤῥάψαμεν, τρυφὰς καὶ δόξας καὶ τὰς ἐφημέρους τιμὰς καὶ τὰς ὠκυμόρους τῆς σαρκὸς πληροφορίας ἀντὶ τῶν θείων περιβολαίων μετενδυσάμενοι, καὶ μέχρις ἂν τὸν τῆς κακώσεως βλέπωμεν τόπον, ἐν ᾧ κατεδικάσθημεν πα ροικεῖν, ἐπειδὰν πρὸς ἀνατολὴν ἑαυτοὺς τρέψωμεν (οὐχ ὡς μόνον ἐκεῖ τοῦ θεοῦ θεωρουμένου, ὁ γὰρ παντα χοῦ ὢν κατ' οὐδὲν μέρος ἰδιαζόντως καταλαμβάνεται, ἐπ' ἴσης γὰρ περιέχει τὸ πᾶν, ἀλλ' ὡς ἐν ἀνατολαῖς τῆς πρώ της ἡμῖν πατρίδος οὔσης, λέγω δὲ τῆς ἐν παραδείσῳ δια γωγῆς ἧς ἐκπεπτώκαμεν, Ἐφύτευσεν γὰρ ὁ θεὸς παρά δεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς), ὅταν τοίνυν πρὸς τὰς ἀνατολὰς ἀναβλέπωμεν, καὶ τῆς ἐκπτώσεως τῶν φωτει νῶν τε καὶ ἀνατολικῶν τῆς μακαριότητος τόπων τῇ δια νοίᾳ τὴν μνήμην λάβωμεν, εἰκότως τὴν τοιαύτην φωνὴν προβαλλόμεθα, οἱ ὑπὸ τῆς πονηρᾶς τοῦ βίου συκῆς σκια ζόμενοι, οἱ ἐξ ὀφθαλμῶν τοῦ θεοῦ ῥιφέντες, οἱ πρὸς τὸν ὄφιν αὐτομολήσαντες, τὸν ἐσθίοντα γῆν καὶ εἰς γῆν ἰλυσ πώμενον, καὶ ἐπὶ τὸ στῆθος καὶ τὴν κοιλίαν ἑαυτοῦ πο ρευόμενον,