1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

25

καὶ ἡμῖν τὰ ἴσα ποιεῖν συμβουλεύοντα, περὶ τὴν γηΐνην ἀπόλαυσιν ἔχειν καὶ τοῖς χαμαιζήλοις καὶ χα 302 μερπέσιν τὴν καρδίαν ἑαυτῶν ἐπισύρειν νοήμασιν, καὶ ἐπὶ κοιλίαν πορεύεσθαι, τοῦτ' ἔστι περὶ τὸν ἀπολαυστικὸν ἀσχο λεῖσθαι βίον, ἐν τούτοις οὖν ὄντες κατὰ τὸν ἄσωτον ἐκεῖ νον μετὰ τὴν μακρὰν ταλαιπωρίαν, ἣν τοὺς χοίρους ποι μαίνων ὑπέμεινεν, ἐπειδὰν εἰς ἑαυτοὺς ἐπανέλθωμεν, ὥς περ κἀκεῖνος, καὶ τοῦ οὐρανίου πατρὸς ἔννοιαν λάβωμεν, καλῶς κεχρήμεθα ταῖς τοιαύταις φωναῖς ὅτι, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὥστε, κἂν Μωϋσῆς τις ᾖ καὶ Σα μουὴλ, κἂν ἕτερός τις τῶν δι' ἀρετῆς ἐξεχόντων, οὐδὲν ἧττον ἁρμόζουσαν ἡγεῖται ταύτην, καθὰ ἄνθρωπός ἐστιν, ἑαυτῷ τὴν φωνὴν, ὁ κοινωνῶν τῆς φύσεως τοῦ Ἀδὰμ, κοι νωνῶν δὲ καὶ τῆς ἐκπτώσεως. Ἐπειδὴ γὰρ, καθώς φησιν ὁ ἀπόστολος, ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν, κοινὴν εἶναι προςήκει τὴν τῷ Ἀδὰμ ἐπὶ τῇ μετανοίᾳ πρέπουσαν φωνὴν πάντων τῶν ἐκείνῳ συντεθνηκότων, ὡς ἂν τῆς ἀμνηστίας ἡμῖν τῶν πλημμελημάτων δοθείσης χάριτι πά λιν ὑπὸ τοῦ κυρίου σωθείημεν, καθώς φησιν ὁ ἀπόστολος. Ἀλλὰ ταῦτα μὲν εἴρηται, ὡς ἄν τις τὸν κοινότερον ἐπι σκοπῶν λόγον τὸ προκείμενον θεωρήσειεν. Εἰ δέ τις τὴν ἀληθῆ τοῦ ῥήματος ζητοίη διάνοιαν, οὐκ οἶμαι χρείαν ἐφ' ἡμῶν εἶναι, πρὸς τὸ κοινὸν τῆς φύσεως ἀναφέρειν τὴν ἔννοιαν· ἱκανὴ γὰρ ἡ συνείδησις ἐκ τῶν ἑκάστῳ βεβιωμέ νων ἀναγκαίαν ποιήσασθαι τοῦ ἐλέου τὴν αἴτησιν. Ἐγὼ γὰρ οἶμαι πολυειδῶς κατὰ τὸν βίον τοῦτον τῆς ζωῆς ἡμῖν ἐνεργουμένης, τῆς μὲν κατὰ ψυχὴν καὶ διάνοιαν, τῆς δὲ κατὰ τὰς αἰσθήσεις τοῦ σώματος, δύςκολον ἢ καὶ παν τάπασιν ἀμήχανον εἶναι, μὴ ἑνί τινι πρὸς ἁμαρτίαν πά θει συνενεχθῆναι· οἷόν τι λέγω, τῆς ἀπολαυστικῆς ταύτης τῆς κατὰ τὸ σῶμα ζωῆς ἐπιμεριζομένης ἡμῶν ταῖς αἰσθή σεσι, τῆς δὲ κατὰ ψυχὴν ἐν τῇ τῆς διανοίας ὁρμῇ θεω ρουμένης, καὶ ἐν τῇ κινήσει τῆς προαιρέσεως, τίς οὗτος ὑψηλός τε καὶ μεγαλοφυὴς τῷ φρονήματι ὡς δι' ἀμφο τέρων ἔξω γενέσθαι τοῦ κατὰ κακίαν μολύσματος; τίς κατὰ τὸν ὀφθαλμὸν ἀναμάρτητος; τίς κατὰ τὴν ἀκοὴν 304 ἀνυπεύθυνος; τίς τῆς βοσκηματώδους ταύτης κατὰ τὸν λαιμὸν ἡδονῆς ἀλλότριος; τίς τῇ ἁφῇ τῆς κατὰ τὴν ἁμαρ τίαν λαβῆς καθαρεύει; Τίς οὐκ οἶδεν τὸ αἴνιγμα τῆς γρα φῆς λεγούσης διὰ τῶν θυρίδων εἰςεληλυθέναι τὸν θάνα τον; Τὰς γὰρ αἰσθήσεις, δι' ὧν ἐκκύπτουσα ἡ ψυχὴ πρὸς τὰ ἔξωθεν πράγματα τῶν κατὰ γνώμην ἀντιλαμβάνεται, θυρίδας ἡ γραφὴ προςηγόρευσεν, ἃς ὁδοποιεῖν τῷ θανά τῷ τὴν εἴςοδον ὁ λόγος φησίν. Τῷ ὄντι γὰρ πολλῶν θα νάτων εἴςοδος γίνεται πολλάκις ὁ ὀφθαλμὸς, ἢ θυμού μενον βλέπων καὶ πρὸς τὸ ἴσον πάθος ἀντεγειρόμενος, ἢ εὐημεροῦντα παρ' ἀξίαν καὶ εἰς φθόνον φλεγόμενος, ἢ ὑπερηφανούμενον καὶ πρὸς μῖσος ἐκπίπτων, ἤ τινα εὐ χροοῦσαν ὕλην, ἢ ἐπὶ μορφῆς εὐφυεστέραν διάπλασιν, καὶ ὅλος πρὸς τὴν τοῦ ἀρέσαντος ἐπιθυμίαν κατολισθαίνων. Οὕτως ἀνοίγει τῷ θανάτῳ τὰς θυρίδας τὸ οὖς, δι' ὧν ἀκούει πολλὰ πάθη ἐπὶ τὴν ψυχὴν παραδέχεται, φόβον, λύπην, θυμὸν, ἡδονὴν, ἐπιθυμίαν, διάχυσιν γέλωτος καὶ τὰ τοιαῦτα. Ἡ δὲ κατὰ τὴν γεῦσιν ἀπόλαυσις μήτηρ, ὡς ἂν εἴποι τις, τῶν καθ' ἕκαστόν ἐστι κακῶν. Τίς γὰρ οὐκ οἶδεν ὅτι ῥίζα σχεδόν ἐστι τῶν περὶ τὸν βίον πλημ μελημάτων ἡ περὶ τὸν λαιμὸν ἀσχολία; ταύτης γὰρ ἐξήρ τηται ἡ τρυφὴ, ἡ μέθη, ἡ γαστριμαργία, ἡ περὶ τὴν δίαι ταν ἀσωτία, ἡ πληθώρα, ὁ κόρος, ὁ κῶμος, ἡ κτηνώδης καὶ ἄλογος περὶ τὰ πάθη τῆς ἀτιμίας καταφορά. Ὁμοίως ἡ κατὰ τὴν ἁφὴν αἴσθησις πάντων ἔσχατον τῶν ἁμαρτανομένων ἐστίν. Πάντα γὰρ ὅσα τῷ σώματι παρὰ τῶν φιληδόνων ἐπιτηδεύεται, τῆς ἁπτικῆς ἀντιλήψεώς ἐστιν ἀῤῥωστήματα, ὧν τὰ καθ' ἕκαστον διηγεῖσθαι μακρὸν ἂν εἴη· καὶ οὐδὲ πρέπον ἅμα τοῖς σεμνοτέροις τῶν λόγων παραμιγνύειν ὅσα τῆς ἁφῆς ἐστι κατηγορήματα. Τῶν δὲ κατὰ τὴν ψυχήν τε καὶ προαίρεσιν πλημμελουμένων τὸν ἑσμὸν τίς ἂν ἐξαριθμήσαιτο λόγος; Ἔσωθεν, φησὶν, ἐκπορεύονται δια λογισμοὶ πονηροί· καὶ προςέθηκε τῶν δι' ἐνθυμήσεως κοινούντων ἡμᾶς τὸν κατάλογον.