1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

26

ἐργάζεται· Ὃς μνησικακεῖ, παράνομος. Ὁ μεμνημένος τῶν ἁμαρτημάτων, μισεῖ τὸν πλησίον. Οὐκοῦν παράνομος. Ἀνὴρ ὑπήκοος φυλασσόμενος λαλήσει. [ξοδ. φ. 89 β.] Τουτέστι κἂν ὑπήκοος ᾖ, φυλάσσεται δὲ, δυνήσεται μετέχειν παῤῥησίας. Ἢ οὕτως· Παρανομοῦντος τοῦ ψευδομάρτυρος, ὁ τῷ νόμῳ καταπειθὴς φυλασσόμενος λαλήσει· Ἀσεβὴς ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ. Ἁμαρτάνων γὰρ εἰς 64.728 Θεὸν, τὴν πρὸς αὐτὸν ἀναίδειαν τῷ προσώπῳ δηλοῖ, μηδὲν ἔχων εὐλαβὲς ἢ κατεσταλμένον· ὁ δὲ εὐθὴς, κατ' εἰκόνα ἐστὶ τοῦ Θεοῦ· Ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου· Ἵππον λεκτέον τὸν προφορικὸν λόγον, ὃν ἑτοιμαστέον πρὸς τὰς αἱρέσεις. Τὸ εἰς ἡμᾶς γὰρ ἧκον ποιήσαντες, νίκην παρὰ Θεοῦ χορηγούμεθα, τοῦ ἀπολλύντος τὴν σοφίαν τῶν σοφῶν· ἢ ἵππον, τὸν νοῦν· κατὰ τό· Ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου. ΚΕΦ. ΚΒʹ. Νίκην καὶ τιμὴν περιποιεῖται ὁ δῶρα δούς. [ξοδ. φ. 91 α.] ∆ῶρα τοῦ ἀνθρώπου τὰς τῆς ψυχῆς ἀρετὰς ὀνομάζει, δι' ὧν νικῶν τὸν διάβολον, τίμιον ἑαυτὸν παρέχει τῷ Θεῷ, καὶ ἀφαιρεῖται τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῶν κτησαμένων αὐτὴν δαιμόνων. Οἱ ὀφθαλμοὶ Κυρίου διατηροῦσι αἴσθησιν; [ξοδ. φ. 91 β.] Ἐπὶ τίνα γὰρ, φησὶν, ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; -Φαυλίζει δὲ λόγους παράνομος. Ὁρᾷς ὅτι ἐκείνων ἔστι καὶ τῆς προνοίας κατηγορεῖν, καὶ τῆς τῶν πραγμάτων καταστάσεως, οὐκ ἐθελόντων ἐμμένειν τοῖς νόμοις; Εἰ γὰρ σοφῶς πάντα ὁ Θεὸς διοικεῖ, τοῦτο γάρ ἐστιν, οἱ ὀφθαλμοὶ Κυρίου τηροῦσιν αἴσθησιν, αἴσθησιν δὲ τὴν κατὰ νόμον ἀγωγὴν, καὶ τὴν κατὰ λόγον ζωὴν, πῶς τινὲς γενεαλογοῦσιν, ἐπειδὴ παράνομοί εἰσιν; -Ὅρα πῶς παιδεύει τοὺς ἄρχοντας τὸ πλέον τῆς ἀρχῆς, μήτε ἐν τοῖς ὑπακούουσιν, μήτε ἐν φόβῳ μήτε ἐν τιμωρίαις τίθεσθαι, ἀλλ' ἐν τῇ τῶν οἰκείων λόγων δυνάμει καὶ συνέσει. Εἶτα οὐκ ἀπὸ τούτου μόνον αὐτοὺς ἐπιτρέπει, ἀλλὰ καὶ ἀπὸ τῆς προνοίας τῆς τοῦ Θεοῦ. Καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς. [ξοδ. φ. 93 β.] Τὰ παρ' ἐμοῦ σοι λεγόμενα, φησὶν ἡ Σοφία, τρισσῶς ἀπόγραψαι ἐν τῷ πλάτει τῆς καρδίας σου· ὥσπερ γὰρ ὁ ἄνθρωπος συνέστηκεν ἐκ σώματος καὶ ψυχῆς καὶ πνεύματος, οὕτως καὶ ἡ Γραφὴ τοῦ σώματος τῆς λέξεως, ἀφ' ἧς ὁ ἁπλούστερος ὠφελεῖται· ἥτις λέγεται πρόχειρος ἐκδοχή. Ἐκ ψυχῆς, τῆς ἀναγωγῆς, ἧς ἀκούει ὁ ἐπὶ ποσὸν ἀναβεβηκώς· ἐκ πνεύματος, τῆς ὑψηλοτέρας καὶ πνευματικῆς θεωρίας, ἣν οἱ τέλειοι νοοῦσί τε καὶ λέγουσιν· οἷον ἐπὶ τῆς ὄνου τῆς εἰς ἀντικρὺ κώμην δεδεμένης, ᾗ ἐπεκάθισεν ὁ Σωτὴρ, πρῶτον μὲν ἀπογράφου τὸ ῥητὸν, εἶτα τὴν ἀναγωγὴν, ὅτι τῷ κτηνώδει τρόπῳ ἐπιβὰς ὁ λόγος, λογικῶς αὐτὸν κινεῖσθαι παρασκευάζει. Εἶτα κατὰ πνευματικὴν θεωρίαν, τὴν ἀνθρωπότητα νόει, παραλαμβανομένην ἐκ τοῦ κατ' ἀντικρὺ τόπου τοῦ παραδείσου, ἵνα ἀγαλματοφοροῦσα εἰς τὸν παράδεισον εἰσέλθῃ. Μὴ ἀποβιάζου πένητα. [ξοδ. φ. 94 β.] ∆εῖ μηδένα πένητα ἢ πτωχὸν ἢ ἀσθενῆ ἀποβιάζεσθαι ἢ ἀτιμάζειν. Ὁ γὰρ Κύριος ἐκζητεῖ ταῦτα πάντα, καὶ κρίνας δικαίως ἀνταποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτῶν. Ὁ γὰρ μὴ θλίψας, ἢ ἀδικήσας, ἢ λόγοις ἀτιμάσας τοὺς προειρημένους, ἑαυτὸν ἐῤῥύσατο αἰωνίων κολάσεων, καὶ ἄσυλον ἐφύ 64.729 λαξε τὴν ἑαυτοῦ ψυχήν. Μὴ δίδου σεαυτὸν εἰς ἐγγύην. [ξοδ. φ. 95 α.] Μὴ ἀπερισκέπτως ἐγγυῶ· ἤτοι μὴ ἀναδέχου πράξεις ἀλλοτρίας, μὴ εὑρεθῇ τί σοι ὧν ἐμαρτύρησας, πάντως ἐπὶ σὲ ἡ τοῦ τοιούτου χρέους ἀπότισις μεταβήσεται, ἀδυνάτως ἔχοντα πρὸς ἀπότισιν, οὐδεὶς γὰρ ὑπὲρ ἄλλου ἀγαθὸς, ἀλλ' ἑαυτῷ. Λήψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου. Ἀφαιρεθήσῃ τὴν σκέπουσαν ἐλπίδα τὰς δυνάμεις σου, ὥστε αὐτὰς γυμνωθῆναι· πλευραὶ γὰρ δυνάμεις. -Ὄρη Σιὼν τὰ πλευρὰ τοῦ βοῤῥᾶ· οἱ ποτὲ δυνατοὶ παρὰ τῷ ψυχρῷ διαβόλῳ, νῦν ὄρη Σιὼν ἐγένοντο, οἱ ἅγιοι δηλονότι.