1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

27

ΚΕΦΑΛ. ΚΓʹ.

Ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυνάστου, νοητῶς νόει τὰ παρατιθέμενά σοι.

[ξοδ. φ. 96 α.] Ὁ Χριστός ἐστιν ὄντως δυνάστης· αὐτοῦ δὲ τράπεζα καὶ ἐδέσματα, τὰ ῥήματα τῆς διδασκαλίας αὐτοῦ, καὶ τὰ αἰώνια ἀγαθὰ, ἃ ἡτοίμασε τοῖς ἀγαπῶσιν αὐτόν. Ἐκάθισε δὲ δειπνεῖν πᾶς Χριστιανὸς ἐπὶ τῆς τραπέζης αὐτοῦ· ὁ οὖν νοητῶς νοῶν, ἅπερ ὁ Ἰησοῦς ἔργοις καὶ λόγοις ἐδίδαξεν, ἐπιβάλλει τὴν χεῖρα αὐτοῦ, τουτέστιν ἄρχεται ἔργοις δεικνύειν ὅτι μιμητής ἐστι τοῦ Χριστοῦ, γινόμενος ταπεινὸς, καὶ πρᾶος, καὶ ἀγαπῶν πάντας, καὶ ὑπομένων θλίψεις. Ὁ δὲ μὴ ποιῶν ταῦτα, ἀλλὰ πρὸς τὰ τοῦ βίου τερπνὰ κεχηνὼς, μὴ ἐπιθυμείτω τῶν αἰωνίων ἀγαθῶν· οὐ γὰρ ἐπιτεύξεται αὐτῶν. Ταῦτα γὰρ τὰ τοῦ αἰῶνος τερπνὰ, ἔχεται ψευδοῦς ζωῆς· ἣν οἱ ἀγαπῶντες, τῶν αἰωνίων ἀγαθῶν οὐκ ἀπολαύσουσιν. Μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ. [ξοδ. φ. 97 α.] Τοῦτό φησιν, ὅτι Οὐχ ἡδέως ἐσθίει τοῖς σοῖς βασκαίνων· ἢ ὅτι Οὐχ ἕξει χάριν τοῖς σιτίοις σου, ἀλλὰ καὶ ἀχαριστήσει· ἢ ὅτι Οὐ πρότερον ἀποστήσεται, ἕως ἂν αὐτὰ ἐμέσῃ. Ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα. Τουτέστιν ὥσπερ ὁ ἐμῶν, ἢ ὁ καταπίνων τρίχα, οὕτως οὐδὲ αὐτὸς ἐκεῖνος αἰσθήσεται τούτων. Καὶ ἐν διατρίψει λόγων τὰ σὰ χείλη πρὸς τὰ ἐμὰ χείλη. [ξοδ. φ. 97 β.] Ὅταν γὰρ συνετὴ ἡ διάλεξις ᾖ, πολλὴν αὐτὴν ἀνάγκη γενέσθαι καὶ μακρὰν, ἅτε κόρον οὐκ ἔχουσαν. Πίθος γὰρ τετρημένος ἐστὶν ἀλλότριος οἶκος. [ξοδ. φ. 99 α.] Οὐ ῥᾴδιον ἀνιμήσασθαι πρὸς τοὺς βεβλημένους λοιπόν· ἀλλὰ βαλεῖν μέν ἐστιν εὐχερὲς, ἐκβαλεῖν δὲ οὐκέτι. Καὶ ὁ πίνων δὲ ἐκ τῶν ἑτεροδόξων ὑδάτων, πνίγεται· στενὰ γὰρ ὄντα φρέατα, δι' ἀπάτης καὶ ψεύδους ἑαυτοὺς ἀποπνίγουσιν. Μὴ μεθύσκετε ἐν οἴνοις, κ. τ. λ. [ξοδ. φ. 99 β.] Ἐν οἴνῳ δὲ τῷ τε αἰσθητῷ μὴ μεθύσκεσθε, καὶ τῷ ἀπὸ τῆς Σοδομίτιδος ἀμπέλου. Προσέχετε μὴ πείσεσθε τὰ τῶν Σοδόμων· ἀλλὰ ὁμιλεῖτε τοῖς νῦν οὖσι δικαίοις, ἢ τοῖς τῶν παλαιῶν λόγοις· καὶ ἐντυγχάνετε ταῖς Γραφαῖς ταῖς ἐχούσαις τοὺς τῶν δικαίων βίους. Τὸ δὲ ἐν περιπάτοις ὁμιλεῖτε, τουτέστι δεῖν τὰς αὐτὰς ἐννοίας ἀνακυκλοῦν τε καὶ ἐπὶ τὴν τούτων αὐτῶν ἐξέτασιν ἐπιστρέφειν καὶ βαδίζειν, εἰ οἷόν τέ ἐστιν εἰπεῖν. Ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷ τοὺς ὀφθαλμούς σου. [ξοδ. φ. 99 β.] 64.732 Φιάλας κατὰ διάνοιαν καὶ ποτήρια τὰ δυσσεβῆ λέγει δόγματα, τὰ μεθύσκοντα τὸν νοῦν· ἢ τὰς διαφόρους ἐπιθυμίας· ἢ ἑτεροδόξους διδασκαλίας. Ὁ οὖν ψευδοδιδακτούμενος γυμνοῦται τῆς ἀληθείας· καὶ τελευταῖον τεθνήξεται τὸν τῆς ψυχῆς θάνατον. Οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν, τὸ στόμα σου τότε λαλήσει σκολιά. [ξοδ. φ. 100 α.] Οὐ μόνον περὶ πόρνης εἴρηται, ἀλλὰ καὶ πάσης πονηρᾶς ἐπιθυμίας. Ὅταν γὰρ νοῦς πρὸς τὴν κακὴν πρᾶξιν ὁρμήσῃ, τότε ἡ καρδία, ὃ λέγει στόμα, μελετᾷ σκολιά· τότε γὰρ ἔσται ὡς ἐν καρδίᾳ θαλάσσης, ὑπὸ τῆς ἅλμης τῶν πολλῶν λογισμῶν πνιγόμενος. Καὶ ὡς κυβερνήτης ἐν πολλῷ κλύδωνι, ὑπὸ τῶν τῆς κακῆς ἐπιθυμίας κυμάτων ὠθούμενος, πρὸς τὴν πονηρὰν πρᾶξιν ἀγωνιᾷ. Ἐρεῖς δέ· Τύπτουσί με, καὶ οὐκ ἐπόνεσα. Ὁρᾷς τὸν χειμῶνα ἠρμένον; Οὐδὲν γὰρ γινόμενον πλέον ὁ τοιαῦτα ἐγκαλῶν ζητεῖ. Πότε ὄρθρος ἔσται, ὁρᾷς εὐθέως ἐκ προοιμίων τῆς ἡμέρας αὐτὸν ἐπιγινόμενον πρὸς πότον. Καὶ τὸν καιρὸν τῆς τῶν ἀναγκαίων ἐργασίας, ὃν πάντες ποιοῦνται προοίμιον σπουδῆς, τοῦτον οὗτος ἔχει τῶν ἐπιθυμιῶν· οὐκ ἄρα μέθη καὶ τριβὴ πενίας ποιητικὸν μόνον, ἀλλὰ καὶ τοῦ νοσήματι περιβάλλειν χαλεπῷ καὶ ἀνιάτῳ, καὶ οὐκ ἔχοντι διόρθωσιν. Καὶ τὸ πρὸς πληγὰς καὶ