29
ΚΕΦΑΛ. Λʹ.
Τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ; [ξοδ. φ. 105 β.] Τὴν ἀληθῆ γνῶσιν ἐναπέθετο ταῖς ἀρεταῖς· ἤγουν, τίς διὰ τῆς ἑαυτοῦ πολιτείας τῇ τῶν πραγμάτων ἀστάτῳ καταστάσει δέδωκε στάσιν; Ἐν γὰρ τῇ πολιτείᾳ αὑτοῦ πᾶσαν τὴν ῥευστὴν ζωὴν ἀπέκλεισεν, ἐπεὶ ἁμαρτίαν οὐκ ἐποίησεν. Ὅτι δὲ ἱμάτιον λέγει τὴν πολιτείαν, Ὁ ἐν τῷ ἀγρῷ, φησὶ, μὴ ἐπιστρεψάτω ἆραι τὸ ἱμάτιον αὑτοῦ, ἤγουν τὴν προτέραν πολιτείαν, ὁ τὸν πνευματικὸν ἀγρὸν ἐργαζόμενος. Τῇ Βδέλλῃ τρεῖς θυγατέρες ἦσαν, κ. τ. λ. [ξοδ. φ. 109 α.] Βδέλλα ὁ διάβολος, ὡς τὸ τῶν ψυχῶν αἷμα, τουτέστι τὴν ζωτικὴν αὐτῶν δύναμιν, ἐκμύζων. Ἔχει δὲ θυγατέρας καὶ οὐχὶ υἱούς· οὐδὲν γὰρ ἀνδρεῖον, ἀλλὰ πασᾶν ἡδονὴν ἐκτεθηλυμμένην· ᾅδης, ἡ κακία, θυγάτηρ οὖσα τοῦ διαβόλου, ἀναιροῦσα ψυχὰς καὶ κόρον οὐ λαμβάνουσα. Γυναικὸς ἔρως, ἡ ἄθεος διδασκαλία, τῆς ἀπάτης μὴ πληρουμένη. Γῆ τε ἐμπιπλαμένη ὕδατος, ψυχὴ ψαμμώδης καὶ ἄγονος, ποτιζομένη μὲν ἀεὶ ταῖς Γραφαῖς, μηδὲν δὲ 64.736 βελτιουμένη. Ἐφ' αἷς πάσαις τὸ πῦρ ἐστι τῶν κολάσεων. Ὀφθαλμὸν καταγελῶντα τοῦ πατρός. [ξοδ. φ. 110 α.] Ὀφθαλμὸς ὁ νοῦς, ὃς αἴτιος τοῦ κατορθοῦν ἢ ἁμαρτάνειν. Ὅταν οὖν οὗτος κατὰ τῆς ἀβύσσου, τῶν τοῦ Θεοῦ λέγω κριμάτων, ἢ τὰς Γραφὰς διασύρῃ, τὸν οὐράνιον ἀτιμάζει Πατέρα, καὶ τὴν παρ' αὐτοῦ δοθεῖσαν ἀρχαίαν γνῶσιν τοῖς προφήταις καὶ ἀποστόλοις. Τὸν δὲ τοιοῦτον ἐκκόπτουσι πονηραί τινες δυνάμεις ταῖς κολάσεσιν ὑπηρετούμεναι, καὶ τὴν μερικὴν ἐπάγουσαι κάθαρσιν, ἃς κόρακας εἶπεν· οἱ δὲ ὅλον κατεσθίοντες, ἀετοὶ καλοῦνται, διὰ τὸ τὴν καθ' ὅλου κάθαρσιν πιστεύεσθαι. Τρία δὲ ἔστιν ἀδύνατά μοι νοῆσαι, κ. τ. λ. [ξοδ. φ. 110 β.] Ταῦτα πάντα σωφροσύνης παιδευτικά. Τοιαύτη ἡ ὁδὸς γυναικὸς μοιχαλίδος· ὥσπερ ἐκείνη τὴν πορνείαν κρύπτει, οὕτω καὶ ἐνταῦθα. Τίνος οὖν ἕνεκεν τοῦτό φησιν, ὅτι ἀκατάληπτον τὸ πρᾶγμα; Βουλόμενος ἡμᾶς εἰς σωφροσύνην ἀγαγεῖν πάνυ· δεῖ γὰρ τοσαύτην ἐπιδείκνυσθαι σωφροσύνην, ὡς μηδὲ πονηρὰν ὑποψίαν λαβεῖν. Ἐὰν οἰκέτης βασιλεύσῃ. [ξοδ. φ. 112 β] Ἐὰν οἰκέτης, φησὶ, βασιλεύσῃ τις. Ἢ ὁ λαὸς τῶν υἱῶν Ἰσραὴλ, οἰκέτης ἐν γῇ Αἰγύπτῳ γενόμενος, καὶ οὕτως βασιλεύσας ἐν τῇ ἰδίᾳ γῇ, κατεστρηνίασε τοῦ Χριστοῦ. Καὶ ἄφρων πλησθῇ σιτίων. Ἔφαγε γὰρ καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Καὶ οἰκέτις ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν. Τουτέστιν ἡ ἐπίγειος Ἱερουσαλὴμ, παιδίσκη πάντων γεγενημένη ἐθνῶν, ἐξέβαλε τὴν ἑαυτῆς κυρίαν, τὴν ἁγίαν σάρκα Κυρίου, κυριοκτόνος γενομένη. Καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ. Τίς οὖν γυνὴ μισητὴ, ἀλλ' ἢ ἡ Συναγωγὴ τῶν Ἰουδαίων, ἡ μὴ ἀγαπήσασα τὸν Χριστὸν Θεὸν, τὸν παρθενικὸν ἄνδρα αὐτῆς; Ἀλλ' ἀεὶ ῥεμβομένη περὶ τὰ εἴδωλα πορνεύουσα ἐν αὐτοῖς· λέγει γὰρ διὰ τοῦ προφήτου· Ἐμοίχευσε τὸ ξύλον καὶ τὸν λίθον ἡ ἀσύνετος Ἰουδαία, Ὅρα οὖν ἀγαθοσύνην καὶ εὐσπλαγχνίαν Χριστοῦ· Καὶ εἶπα, φησὶ, μετὰ τὸ πορνεῦσαι αὐτήν· Ἐπίστρεψον πρός με, λέγει Κύριος. Ἐὰν οἰκέτης βασιλεύσῃ· καὶ μὴν αὐτὸς εἶπεν ὅτι οἰκέτης ἄρξει δεσποτῶν ἀφρόνων. Ἀλλ' ἐνταῦθα οὐχὶ τὸν συνετὸν οἰκέτην φησὶ, ἀλλ' ἁπλῶς οἰκέτην· ἐπειδὴ παρὰ τὴν ἀξίαν πράττει τινὰ ἀνοίᾳ· κἀκεῖνοί εἰσιν αἴτιοι, οἱ χειροτονήσαντες αὐτόν· ἀλλ' οὐκ οἶδε, φησὶ, ὅπως τῇ ἀρχῇ χρήσηται. Εἰ γὰρ τοὺς ἐλευθερίως τραφέντας ἐκτραχηλίζει τὸ πρᾶγμα, πολλῷ μᾶλλον τούτους· οὐδὲν οὕτως πρὸς ἀρχὴν ἐπιτήδειον, ὡς τὸ ταπεινοφρονεῖν· ἐβασίλευσεν οἰκέτης ὁ Ἱεροβοὰμ, καὶ ὅρα ὅσα κακὰ ἐποίησεν, ἃ οὐδεὶς τῶν πρὸ αὐτοῦ καὶ ἐπ' αὐτόν. 64.737 Τέσσαρα δὲ ἐλάχιστα ἐπὶ τῆς γῆς, κ. τ. λ. [ξοδ. φ. 113 β.]