1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

30

Λέγει περὶ τῆς κτίσεως, ἵνα μὴ πρὸς τὴν εὐτέλειαν τῆς κατασκευῆς ἴδῃς τῆς σωματικῆς· ὅρα πῶς πείθει μὴ πρὸς τὰ αἰσθητὰ ἐπτοῆσθαι· οἷά ἐστιν σοφώτερα τῶν σοφῶν, οὐχὶ τῶν ἀνθρώπων, ἀλλὰ τῶν ζώων, τῶν ἀλόγων τῶν μεγάλων· ταῦτα σοφίᾳ κρατεῖ. Ὅρα πῶς προνοητικὸς τοῦ μέλλοντος ὁ μύρμηξ, πῶς οὐ ῥᾳθυμεῖ, καίτοι τοῦ καιροῦ κελεύοντος τοῦ θέρους. Πῶς τὴν ἀπὸ τῆς φύσεως ἀσθένειαν διορθοῦται τῇ προνοίᾳ. ∆ιὰ γὰρ τοῦτο ἐν τοῖς ἀσθενέσι μεμαθηκέναι [δεῖ] τὴν σοφίαν, ἵνα μὴ ἐκ παντὸς τρόπου τὰ σωματικὰ συζητῇς. Εἰ γὰρ ἦν ἰσχυρὸν, οὐκ ἂν ἐφάνη ἡ σοφία. Καὶ οἱ χοιρογρύλλιοι ἔθνος οὐκ ἰσχυρόν. Οὐχ ἁπλῶς ἐφ' ἑκάστου μέμνηται τῆς ἀσθενείας, ἀλλ' ἵνα δείξῃ τῆς σοφίας τὴν ἰσχύν· κἀκείνους μὲν ἀπὸ τῆς τροφῆς, τούτους δὲ ἀπὸ τῆς οἰκήσεως τελείως ἀνάλωτα. Καὶ τούτοις τὰ καταγώγια λέγει. Ἀβασίλευτον ἡ ἀκρίς. Ἐνταῦθα τὰ πολιτικὰ, τὸ πειθήνιον, τὸ ὁμονοητικὸν, τὸ κινητικὸν, τὸ τῆς συμφωνίας τῆς ἀφάτου. Ταῦτα γὰρ ἡμῶν συνέχει τὴν ζωὴν, τροφὴ, οἴκησις, στρατεία. Ὁρᾷς ὥσπερ ἀσθενῆ ἐκεῖνα, οὕτως καὶ ταῦτα ἄναρχα, καὶ οὐδὲν παρεβλάβη, ἀλλ' ἐν τῇ φύσει τὴν εὐταξίαν ἔχει; Οὐκ ἄν τις ἁμάρτοι καὶ τῶν ἀνθρώπων ταῦτα σοφώτερα εἰπών. Κατὰ τοῦτο πῶς διατηρεῖ τὴν εὐταξίαν. Καὶ ἀσκαλαβώτης χερσὶν ἐρειδόμενος, ὁμορόφιος τοῖς κρατοῦσίν ἐστι, φησί. Τὸ ζῶον τοῦτο τὸ εὐάλωτον, καὶ οὐδεὶς λυμαίνεται τοῦτον. Καὶ ἀλέκτωρ ἐμπεριπατῶν ἐν θηλείαις εὔψυχος. [ξοδ. φ. 115 α.] Ἐν τοῖς οἰκείοις καλὸς ἀλέκτωρ, φησίν. Ἀλλ' ὥσπερ οὗτος ἐν τοῖς οἰκείοις, οὕτως καὶ σὺ ἐν ἀνθρώποις μὴ μέγα φρόνει, φησί. Τί δὲ εὐτελέστερον ἀλέκτορος; ἀλλ' ἐπὶ τῆς οἰκείας ἀρχῆς μέγα φρονεῖ. Ὁ μὲν σώματι κρατεῖ, ὁ δὲ φύσει, ὁ συνέσει. Οὐ γὰρ δεῖ κατὰ τὰ ἄλογα σωματικῶς καὶ φυσικῶς διακρατεῖν, ἀλλὰ καὶ λόγῳ καὶ πειθοῖ· ὅπερ γὰρ ἐκείνῳ μὲν ἰσχὺς, τούτῳ δὲ ἡ φύσις, τοῦτο τοῦ βασιλέως τὸ λογικόν· διὰ τοῦτό φησι· Καὶ τράγος ἡγούμενος αἰπολίου. Ὡς ἐξουσίαν ἔχων ἐδίδασκε, καὶ οὐχ ὡς οἱ γραμματεῖς, ὥστε ἐκπλήττεσθαι. [ξοδ. φ. 115 β.] Οὗτος γὰρ, φησὶν, ἐστὶν ὁ ὑπὲρ ἁμαρτίας κόσμου σφαγεὶς, καὶ ὡς θῦμα προσαχθεὶς, καὶ ὡς ἐρήμῳ εἰς ἔθνη πεμφθείς· καὶ κόκκινον ἔριον ἐπὶ κεφαλὴν ὑπὸ τῶν ἀπίστων στεφανωθείς· καὶ ἀνθρώπων λύτρον γενηθείς· καὶ ζωὴ πάντων δειχθείς. Καὶ βασιλεὺς δημηγορῶν ἔθνει. Ὁ ὑπὸ Ἡσαΐου προφητευθείς· Βασιλέα γὰρ, φησὶ, μετὰ δόξης ὄψεσθε. Οὗτος ὁ δημηγορῶν ἐν ἔθνει πιστῷ, καὶ παῤῥησίᾳ δι' Εὐαγγελίων ὁμιλῶν. Ἄμελγε γάλα, καὶ ἔσται βούτυρον. [ξοδ. φ. 116 β.] Ἄμελγε πιστῶς τὰς δύο διαθήκας τοῦ Χριστοῦ, καὶ εὑρήσεις ἐντολὰς, ὡς γάλα· ἵνα τρεφόμενος ἐν αὐταῖς, εἰς πιστὸν τέλειον ἄρτον καταντῆσαι δυνηθῇς.

ΚΕΦΑΛ. ΛΑʹ.

∆ίδοτε οἶνον πίνειν τοῖς ἐν ὀδύναις. [ξοδ. φ. 118 α.] ∆ίδοτε οἶνον, εἶπε· τὴν καταλελυμένην γὰρ ψυχὴν ἐκθερμαίνεσθαι χρή· οὐχὶ τὸν ἄρχοντα τὸν τύφου γέμοντα πρὸς τὴν θέρμην ἐξάγειν· τῆς ἀπὸ τῆς ἀρχῆς θερμασίας ἀρκούσης αὐτῷ. Πλάτυνον τὸ στόμα πλατύτερον, καὶ πεπαῤῥησιασμένον λάμβανε λόγον.