1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

8

οὐκ ὀλίγοι δὲ Γείτονες, οἵ τε ἄνακτος ἐν ἕρκεσι κῦδος ἔχοντες, ∆αῖτα γάμου τίεσκον, ἀγακλειτοί θ' ἱερῆες Εὐχαῖς καὶ στεφέεσσιν ὁμοζυγίην συνάγοντες· Καί ῥ' οἱ μὲν πάλλοντο καλὸν περὶ κοῦρον ἑταῖροι, Νυμφίον ὑμνείοντες ἐοικότα ἔρνεϊ καλῷ· Αἱ δ' ἄρα παρθενικὴν ἑλικώπιδα πορσύνεσκον Ἐς γάμον ἱμερόεντα· πατὴρ δ' ἐπετέρπετο παισίν· Ἡμεῖς δ', ὡς θήρεσσιν ἐοικότες ἠὲ σύεσσιν, Ἢ μορφὴν ὀλέσαντες ἀπηνέϊ δαίμονος αἴσῃ, 1494 Εἰρχθέντες κατὰ δῶμα κασιγνήτης ἀπάνευθεν, Ἠρώμεσθ', ὅτι λυπρὸν ἐσήλθομεν οἶδμα βίοιο· Ὡς ὄφελον μὴ μητρὸς ἐνὶ σπλάγχνοισι παγῆναι, Ἠὲ θανεῖν ἀτέλεστος ἐν ὠδίνεσσι τεκούσης, Εἰ δὲ πύλας ἐπέρησα, καὶ εἵλκυσα πνεῦμα μόροιο, Κλαυθμὸν ἐμοὶ τὸν πρῶτον ἐμοῦ θανάτοιο γενέσθαι ∆άκρυον! οὐκ ἂν ἔγωγε τόσοις ἐνέκυρσα κακοῖσιν. Ἓν δὲ τόδ' αἰάζω περιώσιον. Ἦ γὰρ ἀοιδῆς Ἴδρις ἐὼν, ποθέων τε γάμον καὶ λέκτρον ἀεῖσαι Αὐτοκασιγνήτης πάντων ὀλοώτατε δαῖμον, Καὶ θαλάμου μελέεσσι πατρὸς χόλον ἐξακέσασθαι, Καὶ τοῦδ', ὥς τις ἀλιτρὸς, ἀπήμπλακον. Ἄλλος ἄεισε Κάλλος ἐμὸν, ξανθοῖσιν ὑπὸ πλοκάμοισι μέλαιναν Ὀφρὺν ὑπερτέλλουσαν ὑπ' ἀργυρέῃσι παρειαῖς. 1495 Ἕσπερον εἴρυσεν ἄλλος, Ἑωσφόρον ἄλλος ἄεισεν, Οὐδ' ἀγαθός τις ἀοιδός. Ἐγὼ δ' ἀγέραστος, ἄναυδος, Πένθεος ἑσσάμενος κείμην νέφος. Οὐδ' ὅσον Ἠχὼ, Ποιμενίας μέλποντος ἐν οὔρεσι Πανὸς ἀοιδὰς, Ἄκρων ὑστερόφωνον ἀπὸ σκοπέλων χέον αὐδήν. Κλαύσω πρωτοτόκων ἐπέων μόρον, οὐκέτ' ἀείσω. Ἔῤῥετέ μοι, βίβλοι πολυηχέες· ἔῤῥετε, Μοῦσαι. Τίς χάρις, εἰ μὴ πατρὸς ἐν οὔασι κείσετ' ἀοιδὴ, Εἴ μου καὶ Ὀρφείη τις ἐν Ὀδρυσίοις σκοπέλοισι Λᾶας ἄγοι, καὶ θῆρας ἀπόπροθε, καὶ πετεηνά; ∆ώσω καὶ τόδε σοι, μογερὲ φθόνε. Λήξατ', ἀοιδαί. Μή σοι τοῖα, φέριστε, Θεὸς, μηδ' ὅστις ἑταῖρος Ἀντιταλαντεύσειε. ∆έος δέ με καὶ τόδ' ὀρίνει. Οὔθ' ἡμᾶς φιλέεις, μέγα φέρτατε, οὔτε θύγατρας, Τὰς νῦν ἐν παλάμῃσι φέρεις, καὶ ὑψόσ' ἀείρεις. 1496 Ἡμῖν μὲν σέο δῶμα, φίλην τ' ἀπέκλεισας ὀπωπὴν, Τὰς δ' ἄρα πᾶσιν ἔθηκας ἀπεχθέας. Οὐκ ἐθέλει γὰρ Χριστὸς ἄναξ, τεκέων τῷ μὲν πατέρ' ἤπιον εἶναι, Τῷ δὲ βαρυφρονέοντα· καὶ ἀντιρέποντι ταλάντῳ, Πολλάκι στεργομένοισιν ἐπιβρίθει κακότητα, Ἐκ πατέρων ἐπὶ παῖδας ἄγων χόλον Υἱὸς Ἀνάρχου. Ταῦτα μὲν ἐς πόντοιο πέσοι βυθὸν, ἡμετέρου δὲ ∆ώματος ἐκτὸς ἔοι, μηδ' ἄλγεσιν ἄλγος ἕποιτο. Καὶ τόδ' ἅλις τεκέεσσιν ἔπι πρώτοισιν Ἐριννύς. Σοὶ δὲ, πάτερ, πάντες μὲν ὅσοι τελέθουσι τοκῆες Καὶ παῖδες, κοτέουσιν ἀμείλιχον ἦτορ ἔχοντι. Ῥῆξις γὰρ βιότοιο πατρὸς μόθος, ὃν συνέδησε Συζυγίη τε πόθος τε, κακὴ δ' ἐκέδασσεν Ἐνυώ. Πάντες δὴ μέγαν οἶκτον ἐνὶ σπλάγχνοισι φέρουσι, Ἤ τι Θεοῦ ῥέξαντες ἐπάξιον, ἠὲ παθόντες· 1497 Ἔξοχα δ' αὖθ' ἱερῆες, ὅσους δώροισι γεραίρεις, Καὶ τίεις μεγάροισιν, ἀτιμάζεις δ' ἀπεόντας, Πολλάκι καὶ παρεόντας ἐπεί σέ γε παρφασίῃσιν Οὐκ οἶον μαλακῇσι, καὶ εὐμενέεσσι προσώποις, Ἀλλ' οὖν καὶ στερεοῖσιν ἐπιστύφουσι λόγοισι· Γρηγόριος πρώτιστον ὁμωνυμίῃ τε βίῳ τε, Συζυγέα στομάτεσσιν ἐρευγόμενος θεότητα· Βοσπόριος δ' ἄρ', ἔπειτα καὶ Ἀμφίλοχος, μεγαθύμω, Οἷς ἄρα καὶ στυγερὴ νούσων ὑποδάμνατ' ἀνίη Εὐχαῖς τε Τριάδος τε σεβάσματι, καὶ θυέεσσι. Σοὶ δ' οὔτ' εὐχωλὴ κάμπτει φρένας, οὔτε θυηλή· Οὐδὲ μὲν ἀθλοφόροισι δίδως χάριν, οὓς σὺ γεραίρων Εἰς ἔτος ἐξ ἔτεος μεγάλῃ καὶ ἀπείρονι χειρὶ, Βήμασι, καὶ δώροισι, καὶ εἰλαπίνῃσι χορείαις, 1498 Καὶ πολλοῖς κρητῆρσι μεθύσματος ἡδυπότοιο, Καὶ μεγάλαις στιβάδεσσι, Θεοῦ νόμον ὧδ' ἀθερίζεις. Κρεῖσσον βαιὰ φέροντα Θεῷ κραδίην ἱερεύειν, Ἢ πᾶσιν θυέεσσι, νόῳ ῥυπόωντι, γεραίρειν. Οὐ μὲν γάρ τι Θεοῖο ἐπάξιον, οὐδ' ὁπόσα χθὼν Ἥδε φέρει μερόπεσσι, καὶ οὐρανὸς, ἠδὲ θάλασσα. Καὶ γὰρ ἅπαντα Θεοῖο· τί κεν βροτὸς ἔκτοθεν εὕροι· Μούνης δὲ ψυχῆς καθαρὸν θύος, ᾧ τις ἄνολβος Πολλάκι καὶ πολύολβον ἐπιθρέξας παράμειψεν. Αἰδέομαι καὶ τήνδε, πάτερ, μεγαλήτορα βουλὴν, Ἧ πολλοὺς παρέθρεξας, ὑπεννεσίῃσι Θεοῖο. Οὐκ οἴη μερόπεσσιν ἴη δειλοῖσι γενέθλη, Ἐρχομένη σαρκῶν τε καὶ αἵματος, οἷα βροτοῖσιν Ἐνθάδε τικτομένοισι καὶ ὀλλυμένοισι τάχιστα·