1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

10

κριτηρίῳ τῆς ἀληθείας, ἑκάτερον τούτων τῶν ὀνομάτων ἀκριβῶς διαστείλαντα· ωστε μο νογενῆ μὲν ειναι τὸν προαιώνιον λόγον, τῆς δὲ μετὰ ταῦτα ἐν τῷ Χριστῷ γενομένης κτίσεως πάσης πρωτότοκον γενέσθαι τὸν λόγον σάρκα γενόμενον. καὶ οπερ αν ἡμῖν ἐγγένηται νόημα, πρωτότοκον αὐτὸν ἐκ νεκρῶν ειναι μαθοῦσι καὶ πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς, ἐκεῖνο καὶ ἐπὶ τοῦ πρωτοτόκου τῆς κτίσεως ἀκολούθως νοήσωμεν. 8,1.202 οὐκοῦν ἐκ νεκρῶν μὲν πρωτότοκος γίνεται ὁ ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος, ινα ὁδοποιήσῃ πάσῃ σαρκὶ τὴν ἀνάστασιν, καὶ μέλλων ἡμᾶς διὰ τῆς ανωθεν γεννήσεως τῆς δι' υδατος καὶ πνεύματος υἱοὺς ἡμέρας καὶ υἱοὺς φωτὸς ἀπεργάζεσθαι, τοὺς πρότερον οντας φύσει τέκνα ὀργῆς, αὐτὸς καθηγεῖται τῆς τοιαύτης γεννήσεως ἐν τῷ ῥείθρῳ τοῦ ̓Ιορδάνου, ἐπὶ τὴν ἀπαρχὴν τῆς φύσεως ἡμῶν τὴν τοῦ πνεύματος χάριν ἐπισπασάμενος, ωστε πάντας τοὺς ἐκ τῆς πνευματικῆς ἀναγεννήσεως εἰς ζωὴν γεννωμένους ἀδελφοὺς χρηματίσαι τοῦ προγεννηθέντος διὰ τοῦ υδατος καὶ τοῦ πνεύματος. κατὰ τὸν αὐτὸν τρόπον καὶ τῆς ἐν Χριστῷ γενομένης κτίσεως πρωτότοκον αὐτὸν νοοῦντες οὐκ εξω γινόμεθα τῆς εὐσεβοῦς ὑπολήψεως. ἐπειδὴ γὰρ ἡ ἀρχαία κτίσις παρῆλθε διὰ τῆς ἁμαρτίας ἀχρειωθεῖσα, ἀναγκαίως τὴν τῶν ἀφανισθέντων πάροδον διεδέξατο ἡ καινὴ τῆς ζωῆς κτίσις ἡ διὰ τῆς ἀναγεννήσεως καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως συνισταμένη, ης ὁ ἀρχηγὸς τῆς ζωῆς ἡγησάμενος πρωτότοκος τῆς κτίσεως γίνεται καὶ ὀνο μάζεται. ἀλλ' οπως μὲν χρὴ πρὸς τοὺς ἀντιτεταγμένους εχειν, δι' ὀλίγων τῶν εἰρημένων ῥᾴδιον αν γένοιτο τοῖς φιλο πονωτέροις† αὐτάρκη συμμαχίαν πρὸς τὴν ἀλήθειαν εχειν. 8,1.203 οπως δ' αν φανείη συντελοῦντα πρὸς τὸν κατ' ἀρετὴν βίον τὰ ῥήματα ταῦτα, διὰ βραχέων ἐπελευσόμεθα. πρωτό τοκος ην τῶν μετ' αὐτὸν διὰ γεννήσεως παραχθέντων ὁ ̔Ρουβίμ, ἀλλ' ἐμαρτύρει τοῖς μετ' αὐτὸν γεννηθεῖσι τὴν πρὸς αὐτὸν συγγένειαν καὶ ὁ ἐπιφαινόμενος αὐτοῖς χαρα κτὴρ οἰκείως πρὸς τὸν πρωτότοκον εχων, ωστε μὴ ἀγνοεῖ σθαι τὴν ἀδελφότητα διὰ τῆς κατὰ τὴν μορφὴν ὁμοιότητος μαρτυρουμένην. οὐκοῦν εἰ διὰ τῆς ὁμοτρόπου ἀναγεννή σεως τῆς δι' υδατος καὶ πνεύματος καὶ ἡμεῖς ἀδελφοὶ τοῦ κυρίου γεγόναμεν τοῦ δι' ἡμᾶς γενομένου πρωτοτόκου ἐν πολλοῖς ἀδελφοῖς, ἀκόλουθον αν ειη διὰ τῶν τοῦ βίου χαρα κτήρων ἐπιδεικνύειν τὴν πρὸς αὐτὸν ἀγχιστείαν, ἐμμορφου μένου τῇ ζωῇ ἡμῶν τοῦ πρωτοτόκου τῆς κτίσεως. τίνα δὲ χαρακτῆρα τῆς ἐκείνου μορφῆς παρὰ τῆς γραφῆς μεμαθήκαμεν; ον πολλάκις εἰρήκαμεν οτι ̔Αμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. οὐκοῦν εἰ μέλλοιμεν ἀδελφοὶ χρηματίζειν τοῦ καθηγησαμένου ἡμῶν τῆς γεννήσεως, τὸ ἀναμάρτητον τῆς ζωῆς ἡμῶν πι στώσεται τὴν πρὸς ἐκεῖνον συγγένειαν, μηδενὸς ῥύπου τῆς πρὸς τὴν καθαρότητα συναφείας ἡμᾶς ἀφορίζοντος. ἀλλὰ καὶ δικαιοσύνη καὶ ἁγιασμὸς ὁ πρωτότοκός ἐστι καὶ ἀγάπη καὶ ἀπολύτρωσις καὶ τὰ τοιαῦτα. οὐκοῦν εἰ διὰ τῶν τοιούτων καὶ ὁ ἡμέτερος χαρακτηρίζεται βίος, 8,1.204 ἐναργῆ παρεξόμεθα τῆς εὐγενείας ἡμῶν τὰ γνωρίσματα, ωστε τὸν ταῦτα καθορῶντα ἐν τῇ ζωῇ τῇ ἡμετέρᾳ προσ μαρτυρεῖν ἡμῖν τὴν πρὸς τὸν Χριστὸν ἀδελφότητα. αὐτὸς γάρ ἐστιν ὁ ἀνοίξας ἡμῖν τὴν θύραν τῆς ἀναστάσεως καὶ διὰ τοῦτο ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος. οτι μὲν ουν ἀναστησόμεθα πάντες ἐν ῥιπῇ ὀφθαλμοῦ ἐν τῇ ἐσχάτῃ σάλπιγγι, τοῦτο εδειξεν οις τε ἐφ' ἑαυτοῦ καὶ οις ἐπὶ τῶν λοιπῶν τῶν ὑπὸ τοῦ θανάτου κρατηθέντων ἐποίησεν.

Οὐ μὴν ιση κατάστασις ἐν τῷ μετὰ ταῦτα βίῳ πάντας τοὺς ἐκ τοῦ τῆς γῆς χώματος ἀναστάντας ἐκδέχεται, ἀλλὰ Πορεύσονται, φησίν, οἱ μὲν τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. ωστε ει τινος πρὸς τὴν φοβερὰν ἐκείνην κατά κρισιν ὁ βίος βλέπει, ουτος, καν διὰ τῆς ανωθεν γεννήσεως τοῖς ἀδελφοῖς τοῦ κυρίου συναριθμούμενος τύχῃ, κατα ψεύδεται τοῦ ὀνόματος, ἐν τῇ μορφῇ τῆς κακίας τὴν πρὸς τὸν πρωτότοκον ἀγχιστείαν ἀρνούμενος. ὁ δὲ μεσίτης θεοῦ καὶ ἀνθρώπων ὁ δι' ἑαυτοῦ συνάπτων τῷ