1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

8

̓Ιησοῦ Χριστοῦ· καὶ ̓Εξ ων ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ων ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας)· ταῦτα ουν λέγων τοῦτο παιδεύει διὰ τῶν λεγομέ νων ἡμᾶς, οτι ὁ ἀεὶ ων οπερ ἐστίν (εστι δὲ ἐκεῖνο, οπερ ὁ ων ἐπίσταται μόνος, τῆς δὲ ἀνθρωπίνης καταλήψεως, καν ἀεὶ αὐτῷ διὰ προκοπῆς προσεγγίζῃ ὁ τὰ ανω φρονῶν, πάντοτε τῷ ισῳ μέτρῳ ὑπερανέστηκεν)· ουτος τοίνυν ὁ ὑπερέκεινα πάσης γνώσεώς τε καὶ καταλήψεως, ὁ αφραστος καὶ ἀνεκλάλητος καὶ ἀνεκδιήγητος, ινα σε ποιήσῃ πάλιν 8,1.195 εἰκόνα θεοῦ, καὶ αὐτὸς ὑπὸ φιλανθρωπίας ἐγένετο εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, ωστε τῇ ἰδίᾳ μορφῇ, ην ἀνέλαβεν, ἐν σοὶ μορφωθῆναι καὶ σὲ πάλιν δι' ἑαυτοῦ πρὸς τὸν χαρακτῆρα τοῦ ἀρχετύπου συσχηματισθῆναι κάλλους, εἰς τὸ γενέσθαι οπερ ης ἐξ ἀρχῆς. οὐκοῦν εἰ μέλλοιμεν γίνεσθαι καὶ ἡμεῖς εἰκὼν θεοῦ τοῦ ἀοράτου, πρὸς τὸ ἐκκείμενον ἡμῖν τοῦ βίου ὑπόδειγμα τυποῦσθαι προσήκει τῆς ζωῆς ἡμῶν τὸ ειδος· τοῦτο δέ ἐστι τί; τὸ ἐν σαρκὶ ζῶντας μὴ κατὰ σάρκα ζῆν. καὶ γὰρ ἡ πρωτότυπος ἐκείνη τοῦ ἀοράτου θεοῦ εἰκὼν ἡ διὰ τῆς παρθένου ἐπιδημήσασα ἐπειράθη μὲν κατὰ πάντα καθ' ὁμοιότητα τῆς ἀνθρωπίνης φύσεως, μόνης δὲ οὐ συμπαρεδέξατο τῆς ἁμαρτίας τὴν πεῖραν. Ος ἁμαρτίαν οὐκ ἐποίησε, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. ωσπερ τοίνυν, εἰ τὴν ζωγραφικὴν ἐπαιδευόμεθα τέχνην, προθέντος ἡμῖν τοῦ διδασκάλου κεκαλλωπισμένην τινὰ μορφὴν ἐπὶ πίνακος, εδει πάντως τὸ ἐκείνης κάλλος ἐπὶ τῆς ἰδίας εκαστον ζωγραφίας μιμήσασθαι, ωστε τοὺς 8,1.196 πάντων πίνακας κατὰ τὸ ἐκκείμενον τοῦ κάλλους ὑπό δειγμα καλλωπισθῆναι, κατὰ τὸν αὐτὸν τρόπον, ἐπειδὴ τῆς ἰδίας εκαστος ζωῆς ἐστι ζωγράφος, τεχνίτης δὲ τῆς δημιουργίας ταύτης ἐστὶν ἡ προαίρεσις, χρώματα δὲ πρὸς τὴν ἀπεργασίαν τῆς εἰκόνος αἱ ἀρεταί, κίνδυνος οὐ μικρὸς μεταχαράξαι τοῦ πρωτοτύπου κάλλους τὴν μίμησιν εἰς εἰδεχθές τι καὶ αμορφον πρόσωπον, διὰ τῶν ῥυπαρῶν χρω μάτων ἀντὶ τοῦ δεσποτικοῦ ειδους τὸν τῆς κακίας χαρα κτῆρα σκιαγραφήσαντας. ἀλλ' ως ἐστι δυνατόν, καθαρὰ <δεῖ> τῶν ἀρετῶν τὰ χρώματα κατά τινα τεχνικὴν μίξιν πρὸς αλληλα συγκεκραμένα πρὸς τὴν τοῦ κάλλους μίμησιν παραλαμβάνειν, ωστε γενέσθαι ἡμᾶς τῆς εἰκόνος εἰκόνα, δι' ἐνεργοῦς ὡς οιόν τε μιμήσεως ἐκμαξαμένους τὸ πρω τότυπον κάλλος, ὡς ἐποίει ὁ Παῦλος μιμητὴς τοῦ Χριστοῦ διὰ τοῦ κατ' ἀρετὴν βίου γινόμενος. εἰ δὲ χρὴ καὶ τὰ καθ' εκαστον διευκρινῆσαι τῷ λόγῳ, δι' ων ἡ τῆς εἰκόνος μί μησις γίνεται, εν χρῶμα ἡ ταπεινοφροσύνη. Μάθετε γάρ, φησίν, ἀπ' ἐμοῦ, οτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. ετερον χρῶμα ἡ μακροθυμία ἡ ποσῶς τῇ εἰκόνι τοῦ θεοῦ τοῦ ἀοράτου ἐπιφανεῖσα. μάχαιρά τε καὶ ξύλα καὶ δεσμὰ καὶ μάστιγες, σιαγόνες ῥαπιζόμεναι, πρόσωπον ἐμπτυό μενον, νῶτον πληγαῖς ἐκδιδόμενον, κριτήριον ἀσεβές, 8,1.197 ἀπόφασις ἀπηνής, στρατιῶται τῆς σκυθρωπῆς ἀποφάσεως κατατρυφῶντες, ἐν χλευασμοῖς καὶ εἰρωνείαις καὶ υβρεσι καὶ ταῖς ἐκ καλάμου πληγαῖς, ηλοι καὶ χολὴ καὶ οξος καὶ πάντα τὰ δεινότατα ανευ αἰτίας αὐτῷ προσαγόμενα, μᾶλλον δὲ ὑπὲρ τῆς πολυτρόπου εὐεργεσίας ἀντιδιδόμενα. τίς ουν κατὰ τῶν ταῦτα ποιούντων ἡ αμυνα; Πάτερ, συγχώρησον αὐτοῖς· οὐ γὰρ οιδασι τί ποιοῦσι. μὴ οὐκ ην δυνατὸν ανωθεν αὐτοῖς αὐτὸν ἐπιρρῆξαι τὸν οὐρανὸν η χάσματι γῆς ἐξαφα νίσαι τοὺς ὑβριστὰς η ἐπεκβαλεῖν εξω τῶν ἰδίων ορων τὴν θάλασσαν καὶ τοῖς βυθοῖς ποιῆσαι τὴν γῆν ὑποβρύχιον η τὴν Σοδομιτικὴν αὐτοῖς ἐπιβαλεῖν τοῦ πυρὸς ἐπομβρίαν η αλλο τι τῶν σκυθρωπῶν ποιῆσαι διὰ προστάγματος; ἀλλὰ ταῦτα πάντα ηνεγκεν ἐν πρᾳότητι καὶ μακροθυμίᾳ ὁ τῷ σῷ βίῳ δι' ἑαυτοῦ νομοθετῶν τὸ μακρόθυμον. ουτω καὶ τὰ αλλα πάντα περὶ τὴν πρωτότυπον τοῦ θεοῦ εἰκόνα εστιν ἰδεῖν, πρὸς ην ὁ βλέπων καὶ κατ' ἐκείνην ἐναργῶς τὴν ἑαυτοῦ καλλωπίζων μορφὴν εἰκὼν καὶ αὐτὸς γίνεται τοῦ θεοῦ τοῦ ἀοράτου διὰ τῆς ὑπομονῆς ζωγραφούμενος.

̔Ο δὲ κεφαλὴν τῆς ἐκκλησίας τὸν Χριστὸν ειναι μαθὼν τοῦτο πρὸ πάντων διανοείσθω, οτι πᾶσα κεφαλὴ τῷ ὑποκειμένῳ σώματι ὁμοφυής ἐστι καὶ ὁμοούσιος