1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

9

καὶ μία τίς ἐστι τῶν καθ' εκαστον μελῶν πρὸς τὸ ολον ἡ συμφυΐα, διὰ μιᾶς συμπνοίας κατεργαζομένη πρὸς τὰ μέρη τῷ παντὶ τὴν συμπάθειαν. οὐκοῦν ει τι τοῦ σώματός ἐστιν ἐκτός, τοῦτο πάντως καὶ πρὸς τὴν κεφαλὴν ἀλλοτρίως εχει. 8,1.198 παιδεύει τοίνυν διὰ τούτων ὁ λόγος ἡμᾶς, οπερ ἐστὶν ἡ κεφαλὴ κατὰ τὴν φύσιν, τοῦτο καὶ τὰ καθ' εκαστον γίνεσθαι μέλη, ινα πρὸς τὴν κεφαλὴν οἰκείως εχῃ. ἡμεῖς δέ ἐσμεν τὰ μέλη, οἱ εἰς τὸ σῶμα τοῦ Χριστοῦ συντελοῦντες. εἰ τοίνυν τις αρας τὸ μέλος τοῦ Χριστοῦ ποιήσει μέλος πόρνης, οιόν τινα μάχαιραν ἐμβαλὼν τὴν ἀκόλαστον λύσσαν, διὰ τοῦ πονηροῦ τούτου πάθους τὸ μέλος πάντως τῆς κεφαλῆς ἠλλοτρίωσεν. ουτω δὲ καὶ τὰ λοιπὰ τῆς κακίας οργανα μάχαιραι γίνονται, δι' ων τὰ μέλη τοῦ συμφυοῦς ἀποτέμνε ται σώματος καὶ τῆς κεφαλῆς ἀφορίζεται πάντα, καθ' ων αν τὴν τομὴν ἐνεργήσῃ τὰ πάθη. ινα τοίνυν ολον ἐν τῷ κατὰ φύσιν διαμένῃ τὸ σῶμα, πρὸς τὴν κεφαλὴν οἰκείως εχειν προσήκει καὶ τὰ καθ' εκαστον μέλη, οιον εἰ καθαρότητα τῷ λόγῳ τῆς οὐσίας τὴν κεφαλὴν ειναι ὑποτιθέμεθα, κα 8,1.199 θαρὰ πάντως ειναι δεῖ τὰ μέλη τὰ ὑπὸ τὴν τοιαύτην κεφαλὴν συντελοῦντα· εἰ ἀφθαρσίαν νοοῦμεν τὴν κεφαλήν, ἐν ἀφθαρσίᾳ χρὴ πάντως συνεστάναι τὰ μέλη. ουτω καὶ τὰ αλλα νοήματα, οσα ἡ κεφαλὴ νοεῖται, καὶ ἐπὶ τῶν μελῶν ἀκόλουθόν ἐστι καθορᾶσθαι, τὴν εἰρήνην, τὸν ἁγιασμόν, τὴν ἀλήθειαν καὶ πάντα τὰ τοιαῦτα. διὰ γὰρ τοῦ ταῦτα καὶ τὰ τοιαῦτα ἐν τοῖς μέλεσι δείκνυσθαι τὸ συμφυῶς εχειν αὐτὰ πρὸς τὴν κεφαλὴν μαρτυρεῖται, ουτως εἰπόντος τοῦ ἀποστόλου, οτι ἐκεῖνος μέν ἐστιν ἡ κεφαλή, ἐξ αὐτοῦ δὲ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας τῆς κατ' ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αυξησιν τοῦ σώματος ποιεῖται. καὶ τοῦτο δὲ προσήκει διὰ τοῦ τῆς κεφαλῆς ὀνόματος παιδευθῆναι, οτι ωσπερ ἐπὶ τῶν ζῴων ἐκ τῆς κεφαλῆς ἐστι τῷ σώματι τὸ πρὸς τὰς ἐνεργείας ἐνδόσιμον· ὀφθαλμῷ γὰρ καὶ ἀκοῇ τὰ καθ' εκαστον εὐθύνεται η τε διὰ ποδῶν κίνησις καὶ ἡ διὰ χειρῶν ἐνέργεια· οὐ γὰρ εστιν η ὀφθαλμοῦ μὴ ἐπιστατοῦντος τῶν σπουδαζομένων η μὴ δεχομένης τῆς ἀκοῆς τὴν ὑφήγησιν δεόντως τι τῶν προκειμένων γε νέσθαι· ουτω χρὴ κατὰ τὴν ἀληθινὴν κεφαλὴν καὶ ἡμᾶς τὸ σῶμα καταλλήλως κινεῖσθαι πρὸς πᾶσαν ὁρμὴν καὶ ἐνέργειαν, οπουπερ ὁ πλάσας τὸν ὀφθαλμὸν η ὁ φυτεύσας τὸ ους καθηγήσεται. ἐπεὶ ουν ἡ κεφαλὴ τὰ ανω βλέπει, 8,1.200 καὶ τὰ μέλη δεῖ πάντως τὰ ὑφηρμοσμένα τῇ κεφαλῇ επεσθαι τῇ τῆς κεφαλῆς ὁδηγίᾳ καὶ πρὸς τὰ ανω τὴν ῥοπὴν εχειν. Οταν δὲ πρωτότοκον τῆς κτίσεως αὐτὸν ειναι ἀκού σωμεν καὶ πρωτότοκον ἐκ τῶν νεκρῶν καὶ πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς, πρῶτον μὲν τὰς αἱρετικὰς ὑπολή ψεις ἀποπεμπώμεθα, ὡς οὐδεμίαν συνηγορίαν τῆς πονηρᾶς αὐτῶν δογματοποιΐας ἐκ τῶν προκειμένων ῥημάτων ἐχού σης· μετὰ ταῦτα δὲ καὶ τὰ πρὸς τὸν ἠθικὸν βίον διὰ τούτων ἡμῖν συντελοῦντα κατανοήσωμεν. ἐπειδὴ γὰρ τὸν μονογενῆ θεὸν τὸν τοῦ παντὸς δημιουργόν, τὸν ἐξ ου καὶ δι' ου καὶ ἐν ῳ τὰ πάντα, εργον ειναι τοῦ θεοῦ καὶ κτίσμα καὶ ποίημα λέγουσιν οἱ θεομάχοι καὶ διὰ τοῦτο πάσης κτίσεως πρω τότοκον αὐτὸν λέγεσθαι διορίζονται, ὡς ἀδελφὸν οντα τῆς κτίσεως, μόνοις τοῖς τοῦ χρόνου πρεσβείοις αὐτὸν προτε ρεύοντα, ὡς τὸν ̔Ρουβὶμ τῶν ἰδίων ἀδελφῶν, οὐ φύσει προτεταγμένον, ἀλλὰ τοῖς ἐκ χρόνου πρεσβείοις· πρῶτον μὲν τοῦτο πρὸς ἐκείνους ῥητέον, οτι οὐκ εστι τὸν αὐτὸν καὶ μονογενῆ καὶ πρωτότοκον ειναι πιστεύεσθαι. ουτε γὰρ ὁ μονογενὴς μετὰ ἀδελφῶν νοεῖται ουτε χωρὶς ἀδελφῶν 8,1.201 ὁ πρωτότοκος, ἀλλ' εἰ μονογενής ἐστιν, ἀδελφοὺς οὐκ εχει, εἰ δὲ ἀδελφῶν πρωτότοκος, μονογενὴς πάντως ουτε εστιν ουτε λέγεται. οὐκοῦν ἀσύμβατά ἐστι καὶ ἀκοινώνητα ταῦτα πρὸς αλληλα ἐπὶ τοῦ αὐτοῦ τὰ ὀνόματα, ὡς ἀδύνατον ει ναι τὰ δύο τὸν αὐτὸν ὀνομάζεσθαι, καὶ μονογενῆ καὶ πρωτότοκον. ἀλλὰ μὴν ειρηται παρὰ τῆς γραφῆς περὶ τοῦ ἐν ἀρχῇ οντος λόγου, οτι μονογενὴς θεός, καὶ πάλιν παρὰ τοῦ Παύλου οτι πρωτότοκος πάσης κτίσεως. οὐκοῦν ἐπιμερίσαι προσήκει τῷ