1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

7

διψώδεσιν οινος γίνεται, τὴν καρδίαν εἰς εὐφροσύνην αγων. Νοεῖν δὲ χρὴ διὰ τῶν εἰρημένων τοῦ λόγου τὴν δύναμιν, δι' ου τρέφεται ἡ ψυχὴ καταλλήλως τῇ χρείᾳ τὴν ἀπ' αὐτοῦ χάριν προσδεχομένη κατὰ τὸ αινιγμα τοῦ προφήτου, ος τόπῳ χλόης καὶ υδατι ἀναπαύσεως τὴν ἐκ τοῦ λόγου γινομένην τοῖς κεκμηκόσι παραμυθίαν διασημαίνει. εἰ δὲ καὶ πρὸς τὸ μυστήριόν τις βλέπων βρῶμα καὶ πόμα πνευ ματικὸν κυρίως ὀνομάζεσθαι λέγοι τὸν κύριον, οὐδὲ τοῦτο τῆς κυρίας ἐμφάσεως ἀπεξένωται· ἀληθῶς γὰρ ἡ σὰρξ αὐτοῦ βρῶσίς ἐστι καὶ τὸ αιμα αὐτοῦ ἀληθῶς ἐστι πόσις. ἀλλ' ἐπὶ μὲν τῆς προρρηθείσης διανοίας πᾶσι κατ' ἐξουσίαν ἐστὶν ἡ μετουσία τοῦ λόγου, ος γίνεται βρῶμα καὶ πόμα προσφερόμενον ἀδιακρίτως ὑπὸ τῶν ἐπιζητούντων αὐτὸν λαμβανόμενος· ἐπὶ δὲ τῆς ἑτέρας ἐννοίας οὐκέτι ἀνεξέ 8,1.192 ταστός ἐστι καὶ ἀδιάκριτος ἡ τῆς τοιαύτης τροφῆς τε καὶ πόσεως μετουσία, ουτω τοῦ ἀποστόλου προσδιορίσαντος οτι ∆οκιμαζέτω δὲ εκαστος ἑαυτὸν καὶ ουτως ἐκ τοῦ αρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω. ὁ δὲ ἀναξίως ἐσθίων καὶ πίνων κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει. πρὸς ο μοι δοκεῖ καὶ ὁ εὐαγγελιστὴς βλέπων ἠσφαλισμένως τὸ τοιοῦτον παρασημήνασθαι, οτε ἐν τῷ καιρῷ τοῦ μυστικοῦ πάθους ὁ εὐσχήμων ἐκεῖνος βουλευτὴς ἀσπίλῳ τε καὶ καθαρᾷ τῇ σινδόνι τὸ σῶμα τοῦ κυρίου διαλαβὼν καινῷ τε καὶ καθαρῷ τῷ μνήματι ἐναπέθετο· ωστε νόμον πᾶσιν ἡμῖν τό τε τοῦ ἀποστόλου παράγγελμα γενέσθαι καὶ τὸ τοῦ εὐαγγελιστοῦ παρατήρημα τοῦ καθαρᾷ τῇ συνειδήσει τὸ αγιον ὑποδέχεσθαι σῶμα· ει πού τις ἐξ ἁμαρτίας ειη κηλίς, τῷ υδατι τῶν δακρύων αὐτὴν ἀπορρύ ψαντας. ἀλλὰ καὶ πέτρα λεγόμενος ὁ Χριστὸς ὠφελήσει διὰ τοῦ ὀνόματος τούτου ἡμᾶς, ἐν τῷ παγίῳ τε καὶ ἀμεταθέτῳ τῆς κατ' ἀρετὴν ζωῆς καὶ ἐν τῷ στερρῶς εχειν πρὸς τὴν τῶν παθημάτων ὑπομονὴν καὶ διὰ τοῦ πρὸς πᾶσαν προσ βολὴν ἁμαρτίας ἀντίτυπον καὶ ἀνένδοτον τὴν ψυχὴν ἐπι δείκνυσθαι· διὰ τούτων γὰρ καὶ τῶν τοιούτων πέτρα καὶ ἡμεῖς ἐσόμεθα, μιμούμενοι, καθώς ἐστι δυνατόν, ἐν τῇ τρεπτῇ φύσει τὸ ατρεπτον τοῦ δεσπότου καὶ ἀμετάθετον. εἰ δὲ ὁ αὐτὸς παρὰ τοῦ σοφοῦ ἀρχιτέκτονος καὶ θεμέλιος πίστεως καὶ γωνίας κεφαλὴ ὀνομάζεται, οὐδὲ τοῦτο πρὸς τὴν τοῦ κατ' ἀρετὴν βίου συνεισφορὰν ἀσυντελὲς ἡμῖν ἐπιδει χθήσεται. διδασκόμεθα γὰρ διὰ τούτων, οτι πάσης ἀγαθῆς πολιτείας καὶ παντὸς ἀγαθοῦ μαθήματός τε καὶ ἐπιτηδεύ 8,1.193 ματος καὶ ἀρχὴ καὶ τέλος ἐστὶν ὁ κύριος. η τε γὰρ ἐλπίς, ην ἀντὶ τῆς κεφαλῆς νοοῦμεν, πρὸς ην πάντα βλέπει τὰ κατ' ἀρετὴν σπουδαζόμενα, ἐκεῖνός ἐστιν, ουτως ὠνομα σμένος παρὰ τοῦ Παύλου, καὶ ἡ ἀρχὴ τῆς ὑψηλῆς ταύτης τοῦ βίου πυργοποιΐας ἡ εἰς αὐτὸν γίνεται πίστις, ἐφ' ης οιόν τινα θεμέλιον τὰς ἀρχὰς τοῦ βίου καταβαλλομένων ἡμῶν καὶ διὰ τῶν καθημερινῶν κατορθωμάτων τὰς κα θαρὰς ἐννοίας τε καὶ ἐνεργείας νομοθετούντων, ουτως ἡ τοῦ παντὸς κεφαλὴ καὶ ἡμετέρα γίνεται κεφαλή, τοῖς δυσὶ τῆς ζωῆς ἡμῶν τοίχοις, τοῖς τε κατὰ σῶμα καὶ ψυχήν, δι' εὐσχημοσύνης καὶ καθαρότητος ἐποικοδομου μένοις διὰ τῆς διαγωνίου συμφυΐας ἑαυτὴν ἐφαρμόζουσα. ὡς ἐὰν ἐλλείπῃ τὸ ετερον τῶν οἰκοδομημάτων, ητοι τῆς κατὰ τὸ φαινόμενον εὐσχημοσύνης τῇ τῆς ψυχῆς καθαρό τητι μὴ συνοικοδομουμένης η τῆς ψυχικῆς ἀρετῆς τῷ φαινομένῳ μὴ συμβαινούσης, οὐκ αν γένοιτο τοῦ ἡμιτελοῦς τούτου βίου κεφαλὴ ὁ Χριστὸς ὁ μόνῃ τῇ διπλῇ τε καὶ δια γωνίᾳ οἰκοδομίᾳ ἑαυτὸν ἐφαρμόζων· οὐδὲ γάρ ἐστι δυνατὸν χωρὶς τῆς τῶν δύο τοίχων συμβολῆς γωνίαν γενέσθαι. τότε ουν ἐπιτεθήσεται τῷ οἰκοδομήματι ἡμῶν τοῦ ἀκρο γωνιαίου τὸ κάλλος, οταν ἀμφοτέρωθεν κατὰ τὸν ὀρθὸν 8,1.194 τοῦ βίου κανόνα τῇ τῶν ἀρετῶν σπάρτῳ ἀποταθῇ ἐναρ μονίως ὁ διπλοῦς βίος ὀρθός τε καὶ ἀδιάστροφος καὶ οὐδὲν εχων ἐν ἑαυτῷ σκολιὸν η κατηγκυλωμένον.

Εἰκόνα δὲ τοῦ θεοῦ τοῦ ἀοράτου τὸν Χριστὸν ὀνομάζων ὁ Παῦλος τὸν ἐπὶ πάντων θεὸν καὶ μέγαν θεόν (καὶ ταύταις γὰρ ταῖς φωναῖς ἀνακηρύσσει τοῦ ἀληθινοῦ δεσπότου τὸ μεγαλεῖον λέγων· Τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν