1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

2

πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς καὶ μεσίτην θεοῦ καὶ ἀνθρώπων καὶ υἱὸν μονογενῆ δόξῃ καὶ τιμῇ ἐστεφανωμένον καὶ κύριον τῆς δόξης καὶ ἀρχὴν τῶν οντων, ουτως εἰπὼν περὶ αὐτοῦ· Ος ἐστιν ἀρχή, βασιλέα τε δικαιοσύνης πρὸς τούτοις καὶ βασιλέα εἰρήνης καὶ βασιλέα τῶν ἁπάντων ἀπερίγραπτον εχοντα τῆς βασιλείας τὸ κράτος καὶ αλλα τοιαῦτα πολλά, ων οὐκ εστι τὸ πλῆθος ῥᾳδίως ἐξαριθμήσασθαι· απερ πάντα συντεθέντα πρὸς αλληλα, τῆς ἑκάστης τῶν ἐπωνυ μιῶν διανοίας τὸ παρ' ἑαυτῆς εἰς ενδειξιν τοῦ σημαινο μένου συνεισφερούσης, εμφασίν τινα τῆς σημασίας τοῦ κατὰ Χριστὸν ὀνόματος ἡμῖν ἐμποιεῖ, οσον χωροῦμεν τῇ ψυχῇ κατανοῆσαι, τοσοῦτον τῆς ἀφράστου μεγαλειό τητος ἡμῖν ἐνδεικνύμενα. ἐπειδὴ τοίνυν πάσης ἀξίας τε καὶ ἐξουσίας καὶ δυναστείας ὑπέρκειται τὸ τῆς βασιλείας ἀξίωμα, τῇ δὲ τοῦ Χριστοῦ προσηγορίᾳ κυρίως καὶ πρώ 8,1.177 τως τὸ βασιλικὸν διασημαίνεται κράτος (προηγεῖτο γάρ, καθὼς ἐν ταῖς ἱστορίαις ἐμάθομεν, τῆς βασιλείας ἡ χρῖσις), τῇ δὲ βασιλείᾳ πᾶσα ἡ τῶν λοιπῶν ὀνομάτων ἐμπεριέχεται δύναμις, τούτου χάριν ὁ τὰ ἐμπεριεχόμενα κατανοήσας καὶ τὴν περιεκτικὴν τῶν κατὰ μέρος συγκατενόησε δύ ναμιν, αυτη δέ ἐστιν ἡ βασιλεία, ης ἐνδεικτικὸν ονομα ἡ τοῦ Χριστοῦ κλῆσίς ἐστιν. οὐκοῦν ἐπειδὴ τοῦ μεγίστου τε καὶ θειοτάτου καὶ πρώτου τῶν ὀνομάτων γέγονε παρὰ τοῦ ἀγαθοῦ δεσπότου ἡμῖν ἡ κοινωνία, ωστε τοὺς τῇ ἐπωνυμίᾳ τοῦ Χριστοῦ τιμηθέντας Χριστιανοὺς ὀνομάζεσθαι, ἀναγκαῖον αν ειη πάντα τὰ ἑρμηνευτικὰ τῆς τοιαύτης φωνῆς ὀνόματα καὶ ἐν ἡμῖν καθορᾶσθαι, ὡς μὴ ψευδώνυμον ἐφ' ἡμῶν ειναι τὴν κλῆσιν, ἀλλ' ἐκ τοῦ βίου τὴν μαρτυ ρίαν εχειν. οὐ γὰρ ἐκ τοῦ καλεῖσθαί τι τὸ ειναι γίνεται, ἀλλ' ἡ ὑποκειμένη φύσις, οια δ' αν ουσα τύχῃ, διὰ τῆς προσφυοῦς τοῦ ὀνόματος σημασίας γνωρίζεται. οιόν τι λέγω· εἰ δένδρῳ τις η πέτρᾳ προσηγορίαν ἀνθρώπου χαρίσαι το, αρα ανθρωπος εσται διὰ τὴν κλῆσιν η τὸ φυτὸν η ὁ λίθος; οὐκ εστι ταῦτα· ἀλλὰ χρὴ πρῶτον ειναι ανθρωπον, ειθ' ουτως ὀνομασθῆναι τῇ προσηγορίᾳ τῆς φύσεως. οὐδὲ γὰρ ἐπὶ τῶν ὁμοιωμάτων αἱ κλήσεις τὸ κύριον εχουσι, ὡς ει τις ανθρωπον λέγοι τὸν ἀνδριάντα η ιππον τὸ μί μημα· ἀλλ' εἰ μέλλοι τι κυρίως καὶ ἀψευδῶς ὀνομάζεσθαι, ἀληθῆ δείξει πάντως τὴν προσηγορίαν ἡ φύσις. ἡ δὲ ἀναδεξαμένη τὴν μίμησιν υλη, οπερ αν ουσα τύχῃ, τοῦτο καὶ ὀνομάζεται, χαλκὸς η λίθος η τι τοιοῦτον ετερον, 8,1.178 ῳ ἐπέβαλεν ἡ τέχνη τὸ ειδος πρὸς τὸ δοκοῦν σχηματίσασα. Οὐκοῦν τοὺς ἀπὸ τοῦ Χριστοῦ ἑαυτοὺς ὀνομάζοντας πρῶτον γενέσθαι χρὴ οπερ τὸ ονομα βούλεται, ειθ' ουτως ἑαυτοῖς ἐφαρμόσαι τὴν κλῆσιν. καὶ ωσπερ ει τις διακρίνοι ἀπὸ τοῦ οντως ἀνθρώπου τὸν ὁμωνύμως ἐπὶ τῆς εἰκόνος λεγόμενον, ἐκ τῶν ἰδιωμάτων ποιήσεται τὴν διάκρισιν (τὸ μὲν γὰρ ζῶον λογικὸν διανοητικὸν ὀνομάσει, τὸ δὲ ετερον υλην αψυχον διὰ μιμήσεως ὑπελθοῦσαν τὸ ειδος)· ουτω καὶ τὸν Χριστιανὸν τόν τε οντως οντα καὶ τὸν δοκοῦντα διὰ τῶν ἐπιφαινομένων τοῖς χαρακτῆρσιν ἰδιωμάτων ἐπιγνωσόμεθα. χαρακτῆρες δὲ τοῦ οντως Χριστιανοῦ πάντα ἐκεῖνά ἐστιν, οσα περὶ τὸν Χριστὸν ἐνοήσαμεν. ων οσα μὲν χωροῦμεν, μιμούμεθα· οσα δὲ οὐ χωρεῖ ἡ φύσις πρὸς μίμησιν, σεβόμεθά τε καὶ προσκυνοῦμεν. οὐκοῦν πάντα τὰ ἑρμηνευτικὰ τῆς τοῦ Χριστοῦ σημασίας ὀνόματα ἐπιλάμπειν χρὴ τῷ τοῦ Χριστιανοῦ βίῳ, τὰ μὲν διὰ μιμήσεως, τὰ δὲ διὰ προσκυνήσεως, εἰ μέλλοι αρτιος ειναι ὁ τοῦ θεοῦ ανθρωπος, καθώς φησιν ὁ ἀπόστο λος, μηδαμοῦ διὰ τῆς κακίας ἀκρωτηριάζων τὴν ἀρτιότητα. ωσπερ γὰρ οἱ τὰς μυθικὰς τερατείας η διὰ τῶν λόγων η διὰ τῆς γραφικῆς πλάσσοντες τέχνης βουκεφάλους τινὰς η ἱπποκενταύρους η δρακοντόποδας η αλλο τι τοιοῦτον ἐξ 8,1.179 ἑτερογενῶν συντιθέντες οὐ πρὸς τὸ τῆς φύσεως ἀρχέτυπον τὴν μίμησιν αγουσιν, ἀλλὰ διὰ τῆς παραλόγου ταύτης ἐπινοίας τὴν φύσιν ἐκβαίνοντες αλλο τι πλάσσουσι καὶ οὐκ ανθρωπον, σχηματίζοντες πρὸς τὸ δοκοῦν τὸ ἀνύπαρ κτον, καὶ οὐκ αν τις ανθρωπον ειποι τὸ πεπλασμένον διὰ τῆς ἀλλοκότου ταύτης συνθέσεως,