1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

5

καὶ ἀπειπάμενον τὰ κρυπτὰ τῆς αἰσχύνης, καὶ πάντα ἐν φωτὶ ποιοῦντα καὶ αὐτὸν φῶς γενέσθαι, ωστε καὶ αλλοις λάμ πειν, οπερ φωτός ἐστιν ιδιον. καν ἁγιασμὸν τὸν Χριστὸν νοήσωμεν, τῷ πάσης βεβήλου τε καὶ ἀκαθάρτου πράξεως καὶ ἐννοίας ἑαυτοὺς ἀποστῆσαι κοινωνοὺς ἀληθῶς τοῦ ὀνόματος ἑαυτοὺς ἀποδείξωμεν, εργω καὶ οὐχὶ ῥήματι τοῦ ἁγιασμοῦ τὴν δύναμιν ὁμολογοῦντες, τῷ βίῳ.

̓Απολύτρωσιν δὲ ειναι τὸν Χριστὸν μαθόντες τὸν ἑαυτὸν δόντα λύτρον ὑπὲρ ἡμῶν τοῦτο διὰ τῆς τοιαύτης φωνῆς παιδευόμεθα, τὸ μαθεῖν οτι καθάπερ τιμήν τινα τῆς ἑκάστου ψυχῆς παρασχόμενος ἡμῖν τὴν ἀθανασίαν κτῆμα ιδιον τοὺς ἐκ τοῦ θανάτου παρ' αὐτοῦ διὰ τῆς ζωῆς ἐξα γορασθέντας ἐποίησεν. εἰ τοίνυν δοῦλοι τοῦ λυτρωσαμένου γεγόναμεν, πρὸς τὸν κυριεύοντα πάντως ὀψόμεθα, ὡς μηκέτι ἡμᾶς ἑαυτοῖς ζῆν, ἀλλὰ τῷ κτησαμένῳ ἡμᾶς διὰ τοῦ τῆς ζωῆς ἀνταλλάγματος. οὐκέτι γὰρ ἑαυτῶν ἐσμεν κύριοι, ἀλλ' ὁ ὠνησάμενός ἐστι τῶν ἰδίων κτημάτων δε σπότης, ἡμεῖς δὲ αὐτοῦ τὰ κτήματα. οὐκοῦν νόμος εσται τῆς ἡμετέρας ζωῆς τὸ τοῦ κυριεύοντος θέλημα. ωσπερ 8,1.186 γὰρ τοῦ θανάτου κατακρατοῦντος ἡμῶν ὁ τῆς ἁμαρτίας ἐν ἡμῖν νόμος ἐπολιτεύετο, ουτως ἐπειδὴ τῆς ζωῆς κτῆμα γεγόναμεν, ἀναγκαῖον αν ειη πρὸς τὴν κρατοῦσαν μεθ αρμοσθῆναι ἡμῶν τὴν πολιτείαν, μή ποτε τοῦ τῆς ζωῆς παρατραπέντες θελήματος, πάλιν πρὸς τὸν πονηρὸν τῶν ψυχῶν ἡμῶν τύραννον, τὸν θάνατον λέγω, διὰ τῆς ἁμαρτίας αὐτομολήσωμεν. ἡ δὲ αὐτὴ διάνοια προσοικειώσει ἡμᾶς τῷ Χριστῷ, καν πάσχα αὐτὸν ειναι καν ἀρχιερέα παρὰ τοῦ Παύλου ἀκούσωμεν. ἐτύθη γὰρ ὡς ἀληθῶς ὑπὲρ ἡμῶν τὸ πάσχα Χριστός· ἀλλ' ὁ ἱερεὺς ὁ προσαγαγὼν τῷ θεῷ τὴν θυσίαν οὐκ αλλος τίς ἐστι παρ' αὐτὸν τὸν Χριστόν. ̔Εαυτὸν γάρ, φησίν, ἀνήνεγκε προσφορὰν καὶ θυσίαν ὑπὲρ ἡμῶν. οὐκοῦν τοῦτο διὰ τούτων μανθάνομεν, οτι ὁ πρὸς ἐκεῖνον βλέπων τὸν ἑαυτὸν προσαγαγόντα προσφορὰν καὶ θυσίαν καὶ πάσχα γενόμενον καὶ αὐτὸς ἑαυτὸν παρα στήσει τῷ θεῷ θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον, λογικὴ λατρεία γενόμενος· ὁ δὲ τρόπος τῆς ἱερουργίας ἐστὶ τὸ Μὴ συσχηματίζεσθαι τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦ σθαι τῇ ἀνακαινώσει τοῦ νοὸς αὐτοῦ ἐν τῷ δοκιμάζειν, τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. 8,1.187 οὐ γὰρ εστι ζώσης τῆς σαρκὸς καὶ μὴ κατὰ τὸν πνευματικὸν ἱερουργηθείσης νόμον τὸ ἀγαθὸν θέλημα τοῦ θεοῦ ἐν αὐτῇ δειχθῆναι· ∆ιότι τὸ φρόνημα τῆς σαρκὸς εχθρα εἰς θεὸν καὶ τῷ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται. οὐδὲ γὰρ δύναται, εως αν ζῇ ἡ σάρξ, ης διὰ τῆς ζωοποιοῦ θυσίας ἱερουργηθείσης διὰ τοῦ νεκρῶσαι τὰ ἐπὶ τῆς γῆς μέλη, δι' ων ἐνεργεῖται τὰ πάθη, ἀνεμποδίστως τὸ εὐάρεστον καὶ τέλειον θέλημα τοῦ θεοῦ ἐν τῇ ζωῇ τῶν πεπιστευκότων κατορθωθήσεται. ουτως καὶ ἱλαστήριον ἐν τῷ ἰδίῳ αιματι ὁ Χριστὸς νοού μενος διδάσκει τὸν ταῦτα νοήσαντα αὐτὸν εκαστον γενέ σθαι ἑαυτῷ ἱλαστήριον, διὰ τῆς τῶν μελῶν νεκρώσεως τὴν ψυχὴν ἀφαγνίζοντα. οταν δὲ δόξης ἀπαύγασμα καὶ χαρακτὴρ ὑποστάσεως ὁ Χριστὸς λέγηται, τῆς προσκυνου μένης αὐτοῦ μεγαλωσύνης διὰ τῶν ῥημάτων τούτων τὰς ἐννοίας ἀναλαμβάνομεν. ὁ γὰρ θεόπνευστος ὡς ἀληθῶς καὶ θεοδίδακτος Παῦλος, ὁ ἐν τῷ βάθει τοῦ πλούτου τῆς σοφίας καὶ τῆς γνώσεως τοῦ θεοῦ τὰ αδηλα καὶ τὰ κρύφια τῶν θείων μυστηρίων διερευνώμενος, τὰς γινομένας αὐτῷ θεό θεν ἐλλάμψεις περὶ τῆς τῶν ἀνεξερευνήτων τε καὶ ἀνεξιχνι άστων κατανοήσεως, ἀτονωτέραν εχων τῆς διανοίας τὴν γλῶτταν, καθὼς ἐχώρει ἡ ἀκοὴ τῶν δεχομένων τὴν σύν εσιν αὐτοῦ τὴν ἐν τῷ μυστηρίῳ δι' ἐναυσμάτων τινῶν 8,1.188 ὑπέδειξεν, οσον ὑπουργεῖν τῇ διαναίᾳ δυνατῶς ειχεν ὁ λόγος, τοσοῦτον φθεγγόμενος. πάντα γὰρ οσα χωρεῖ ἡ ἀνθρωπίνη δύναμις περὶ τῆς θείας φύσεως κατανοήσας ἀνέφικτόν τε καὶ ἀνεπίληπτον λογισμοῖς ἀνθρωπίνοις τὸν τῆς ὑπερκειμένης οὐσίας ἀποφαίνεται λόγον. ∆ιὸ τὰ περὶ αὐτὴν θεωρούμενα λέγων, εἰρήνην καὶ δύναμιν καὶ ζωὴν καὶ δικαιοσύνην καὶ φῶς καὶ ἀλήθειαν καὶ τὰ τοιαῦτα, τὸν περὶ αὐτῆς ἐκείνης λόγον