1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

2

ἡδονὴ τοῦ τόκου οὐ καθηγήσατο, ἐξ ἀνάγκης οὐδὲ ὁ πόνος ἐπηκολούθησεν. ἔπειτα δὲ καὶ ἡ τοῦ προφήτου λέξις βεβαιοῖ τὸν λόγον ἔχουσα οὕτως· Πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν, ἢ ὥς φησιν ἕτερος τῶν ἑρμηνέων, Πρὶν ὠδινῆσαι ἔτεκεν. ἐκ ταύτης, φησί, τῆς παρθένου μητρὸς Παιδίον ἐγεννήθη ἡμῖν υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. τοῦτο τὸ παιδίον, οὗτος ὁ υἱὸς Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, μᾶλλον δὲ ὥς φησιν 9.277 Ἰερεμίας, τοῦτό ἐστι τὸ ἀρνίον τὸ ἄκακον τὸ ἀγόμενον τοῦ θύεσθαι, οὗτος ὁ ἄρτος, ᾧ τὸ ξύλον ἐμβάλλουσιν οἱ καὶ τοῦ ἄρτου καὶ τοῦ ξύλου πολέμιοι. μᾶλλον δὲ τὸ πάντων γυμνότερον τε καὶ φανερώτερον ἐκ τῆς προφητείας λάβωμεν, δι' οὗ προϋπογράφεται σαφῶς τὸ μυστήριον, τὸν Ἰωνᾶν λέγω τὸν ἀπαθῶς κατὰ τοῦ κήτους καταδυόμενον καὶ δίχα πάθους ἐκ τοῦ κήτους πάλιν ἀναδυόμενον τὸν καὶ τρισὶν ἡμέραις καὶ τοσαύταις νυξὶν ἐν τοῖς κητώοις σπλάγχνοις τὴν ἐν ᾅδου διατριβὴν τοῦ κυρίου προδιαγράψαντα.

Ταῦτα καὶ τὰ τοιαῦτα δεῖ σε παρ' ἑκάστης γραφῆς ἀναζητεῖν καὶ ἐκλέγεσθαι· πάντα γὰρ ἐκεῖνα διὰ τῶν παρόντων ὁρᾷς καὶ ἐν τῇ παρούσῃ φαιδρότητι Ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται, καθώς φησί που τὸ εὐαγγέλιον, καὶ πᾶς θεόπνευστος λόγος καὶ νόμος ἐν ταύτῃ ἀνακεφαλαιοῦ ται τῇ χάριτι κατὰ τὴν τοῦ Παύλου φωνήν. τοῦτο γάρ ἐστι καὶ τῶν σκυθρωπῶν τὸ πέρας καὶ τῶν ἀγαθῶν ἡ ἀρχή, οἷόν τι λέγω· Ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ τῆς φθοροποιοῦ δυναστείας λαβὼν τὴν ἀρχήν (ἀλλὰ καὶ μέχρι Μωυσέως αὐτοῦ τὸ πονηρὸν κράτος διέμεινεν οὐδὲν τοῦ νόμου τὴν κακὴν τοῦ θανάτου δυναστείαν ἀμβλύναντος)· ἦλθεν ἡ τῆς ζωῆς βασιλεία καὶ κατελύθη τοῦ θανάτου τὸ κράτος καὶ γέγονεν ἄλλη γέννησις, βίος ἕτερος, ἄλλο ζωῆς 9.278 εἶδος, αὐτῆς τῆς φύσεως ἡμῶν μεταστοιχείωσις. τίς ἡ γέννησις;

Οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος ἀνδρὸς οὐδὲ ἐκ θελήματος σαρκός, ἀλλ' ἐκ θεοῦ γενομένη. πῶς τοῦτο; σαφῶς σοι παραστήσω διὰ τοῦ λόγου τὴν χάριν· οὗτος ὁ τόκος διὰ πίστεως κυοφορεῖται, διὰ τῆς τοῦ βαπτίσματος ἀναγεννήσεως εἰς φῶς ἄγεται, τροφὸς τούτου ἡ ἐκκλησία, μαζὸς τὰ διδάγματα, τροφὴ ὁ ἄνωθεν ἄρτος, ἡλικίας τελείωσις ἡ ὑψηλὴ πολιτεία, γάμος ἡ τῆς σοφίας συμβίωσις, τέκνα αἱ ἐλπίδες, οἶκος ἡ βασιλεία, κλῆρος καὶ πλοῦτος ἡ ἐν τῷ παραδείσῳ τρυφή, τέλος δὲ ἀντὶ θανάτου ἡ ἀίδιος ζωὴ ἐν τῇ ἀποκειμένῃ τοῖς ἀξίοις μακαριότητι. ταύτην ὁρᾷ καὶ ὁ μέγας Ζαχαρίας τὴν ἀρχὴν τῆς πρὸς τὸ ἀγαθὸν ἀλλοιώσεως καὶ ἀμφιβάλλει περὶ τῆς τοῦ ὀνόματος κλήσεως, τί χρὴ κυρίως προσειπεῖν τὴν ἐνεστῶσαν χάριν· τὰ γὰρ ἄλλα τὰ περὶ τὸ πάθος θαύματα διεξελθὼν καὶ τοῦτό φησι περὶ τοῦ καιροῦ τούτου ὅτι Οὐχ ἡμέρα καὶ οὐχὶ νύξ, δι' ὧν ἐνδείκνυται, ὅτι ἡμέρα μὲν κληθῆναι οὐ δύναται ἡλίου μὴ ὄντος, νὺξ δὲ οὔκ ἐστι τῷ μηδὲ σκότος εἶναι· τὸ γὰρ σκότος ἐκάλεσεν ὁ θεὸς νύκτα, καθώς φησιν Μωυσῆς. ἐπεὶ οὖν κατὰ μὲν τὸν χρόνον 9.279 νὺξ κατὰ δὲ τὸ φῶς ἡμέρα, τούτου ἕνεκέν φησιν ὁ προφήτης· Καὶ οὐχ ἡμέρα καὶ οὐχὶ νύξ. εἰ οὖν μήτε ἡμέρα μήτε νὺξ κατὰ τὸν τοῦ προφήτου λόγον ὁ καιρὸς οὗτός ἐστιν, ἄλλο τι παρὰ ταῦτα πάντως ἡ παροῦσα χάρις ἐστί τε καὶ ὀνομάζεται. βούλεσθε εἴπω, ὃ ἐντεθύμημαι; Αὕτη ἐστὶν ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος, ἄλλη παρὰ τὰς ἐν ἀρχῇ τῆς κτίσεως γεγενη μένας ἡμέρας, αἷς διαμετρεῖται ὁ χρόνος, ἄλλης κτίσεώς ἐστιν ἀρχὴ αὕτη· ἐν ταύτῃ γὰρ ποιεῖ ὁ θεὸς τῇ ἡμέρᾳ οὐρανὸν καινὸν καὶ γῆν καινήν, καθώς φησιν ὁ προφήτης. ποῖον οὐρανόν; τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως. ποίαν γῆν; τὴν ἀγαθὴν καρδίαν φημί, καθὼς εἶπεν ὁ κύριος, τὴν γῆν τὴν πίνουσαν τὸν ἐπ' αὐτῆς ἐρχόμενον ὑετὸν καὶ τὸν πολύχουν στάχυν ἁδρύνουσαν. ἐν ταύτῃ τῇ κτίσει ἥλιος μέν ἐστιν ὁ καθαρὸς βίος, ἄστρα δὲ αἱ ἀρεταί, ἀὴρ δὲ ἡ