1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

5

τῶν ὄφεων, ἐν οἷς πρώτοις ἡ τῆς κακίας φύσις ἔσχε τὴν γένεσιν. Ἀλλὰ περὶ μὲν τῆς τοῦ ἀριθμοῦ τῶν ἡμερῶν αἰτίας ταῦτα ὑπενοήσαμεν, εἴτε δὲ ὀρθῶς εἴτε καὶ μή, ἐν τῇ κρίσει τῶν ἀκροατῶν καταλείψομεν· οὐ γὰρ ἀπόφασις ὁ λόγος ἐστίν, ἀλλὰ γυμνασία καὶ ζήτησις. εἰ δὲ ζητεῖς δι' ἀκριβείας ἰδεῖν ἐν τῷ πάθει τῶν ἡμερῶν τούτων τὴν προθεσμίαν (λείπει γὰρ τῷ ἀριθμῷ οὐκ ὀλίγον, εἰ μετὰ τὴν ἐνάτην τῆς παρα σκευῆς ὥραν ἀριθμοίης τὸν χρόνον, ἀφ' ἧς ταῖς πατρῴαις χερσὶ τὸ πνεῦμα παρέθετο), μικρὸν ἐπίσχες καὶ παρέξει σοι τυχὸν ὁ λόγος τὴν περὶ τούτου σαφήνειαν. τίς οὖν ὁ λόγος; ἀνά βλεψον εἰς τὸ μεγαλεῖον τῆς θείας δυνάμεως καὶ οὐκ ἀγνοήσεις τὸ ἐν τῷ τόπῳ ζητούμενον· μνήσθητι τῆς δεσποτικῆς 9.287 ἀποφάσεως, τί περὶ ἑαυτοῦ ἀποφαίνεται ὁ τοῦ παντὸς ἐξημμένος τὸ κράτος, πῶς αὐτοκρατορικῇ ἐξουσίᾳ καὶ οὐ φύσεως ἀνάγκῃ διαζεύγνυσι τὴν ψυχὴν ἐκ τοῦ σώματος, ἐν οἷς φησιν ὅτι Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι ἀπ' ἐμαυτοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. τοῦτό μοι στήτω καὶ τὸ ζητούμενον σεσαφήνισται. ὁ γὰρ πάντα κατὰ τὴν δεσποτικὴν αὐθεντίαν οἰκονομῶν οὐκ ἀναμένει τὴν ἐκ τῆς προδοσίας ἀνάγκην καὶ τὴν λῃστρικὴν ἔφοδον τῶν Ἰουδαίων καὶ τὴν τοῦ Πιλάτου παράνομον κρίσιν ὥστε τὴν ἐκείνων κακίαν ἀρχηγὸν καὶ αἰτίαν τῆς κοινῆς τῶν ἀνθρώπων σωτηρίας γενέσθαι, ἀλλὰ προλαμβάνει τῇ οἰκονομίᾳ τὴν ἔφοδον κατὰ τὸν ἄρρητον τῆς ἱερουργίας τρόπον καὶ τοῖς ἀνθρώποις ἀόρατον ἑαυτὸν προσήνεγκε προσφορὰν καὶ θυσίαν ὑπὲρ ἡμῶν ὁ ἱερεὺς ἅμα καὶ Ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. πότε τοῦτο; ὅτε βρωτὸν ἑαυτοῦ τὸ σῶμα καὶ πότιμον τὸ αἷμα τοῖς συνοῦσιν ἐποίησεν· παντὶ γὰρ τοῦτο δῆλόν ἐστι, ὅτι οὐκ ἂν βρωθείη παρὰ ἀνθρώπου πρόβατον, εἰ μὴ τῆς βρώσεως ἡ σφαγὴ προηγήσαιτο. ὁ τοίνυν δοὺς τοῖς μαθηταῖς τὸ ἑαυτοῦ σῶμα εἰς βρῶσιν σαφῶς ἐνδείκνυται τὸ ἤδη τοῦ ἀμνοῦ τὴν θυσίαν ἐντελῆ γεγενῆσθαι· οὐ γὰρ ἂν ἦν τὸ σῶμα 9.288 τοῦ ἱερείου πρὸς ἐδωδὴν ἐπιτήδειον εἴπερ ἔμψυχον ἦν. οὐκοῦν ὅτε παρέσχε τοῖς μαθηταῖς ἐμφαγεῖν τοῦ σώματος καὶ τοῦ αἵματος ἐμπιεῖν, ἤδη κατὰ τὸ λεληθὸς τῇ ἐξουσίᾳ τοῦ τὸ μυστήριον οἰκονομοῦντος ἀρρήτως τε καὶ ἀοράτως τὸ σῶμα ἐτέθυτο καὶ ἡ ψυχὴ ἐν ἐκείνοις ἦν, ἐν οἷς αὐτὴν ἡ ἐξουσία τοῦ οἰκονομοῦντος ἐναπέθετο, μετὰ τῆς ἐγκεκραμένης αὐτῇ θείας δυνάμεως τὸν ἐν καρδίᾳ ἐκεῖνον χῶρον περι πολοῦσα.

Οὐκοῦν ἀφ' οὗ προσήχθη τῷ θεῷ ἡ θυσία παρὰ τοῦ μεγάλου ἀρχιερέως τοῦ τὸν ἑαυτοῦ ἀμνὸν ὑπὲρ τῆς κοινῆς ἁμαρτίας ἀρρήτως τε καὶ ἀοράτως ἱερουργήσαντος, ἀπὸ τότε τις ἀριθμῶν τὸν χρόνον τῆς ἐν καρδίᾳ διατριβῆς τῆς ἀληθείας οὐχ ἁμαρτήσεται· ἑσπέρα μὲν γὰρ ἦν, ὅτε ἐβρώθη τὸ ἱερὸν ἐκεῖνο καὶ ἅγιον σῶμα, νὺξ δὲ τὴν ἑσπέραν ἐκείνην ἡ πρὸ τῆς παρασκευῆς διεδέξατο. εἶτα ἡ τῆς παρασκευῆς ἡμέρα τῇ ἐπεισάκτῳ νυκτὶ διατμηθεῖσα εἰς μίαν νύκτα καὶ εἰς ἡμέρας δύο καταψηφίζεται· εἰ γὰρ τὸ σκότος ὁ θεὸς ἐκάλεσε νύκτα, ἐν δὲ ταῖς τρισὶ ὥραις ἐγένετο σκότος ἐπὶ πᾶσαν τὴν οἰκουμένην, αὕτη ἐστὶν ἡ κατὰ τὸ μέσον τῆς ἡμέρας καινοτομηθεῖσα νὺξ τὰ δύο τμήματα τῶν ἡμερῶν δι' ἑαυτῆς περιγράφουσα, τὸ μὲν ἀπὸ τοῦ ὄρθρου ἐπὶ τὴν ἕκτην ὥραν, τὸ δὲ ἀπὸ τῆς ἐνάτης ἐπὶ τὴν ἑσπέραν, ὥστε εἶναι μέχρι τούτου 9.289 δύο νύκτας καὶ ἡμέρας δύο. εἶτα ἡ πρὸ τοῦ σαββάτου νὺξ καὶ μετὰ ταύτην ἡ τοῦ σαββάτου ἡμέρα, ἔχεις τὰς τρεῖς ἡμέρας καὶ τὰς τρεῖς νύκτας. ζήτησόν μοι λοιπὸν τὴν ἀναστάσιμον ὥραν καὶ εὑρήσεις τὴν ἐν τοῖς εἰρημένοις ἀλήθειαν. πότε οὖν τοῦτο ἐγένετο; Ὀψὲ σαββάτων, ὁ Ματθαῖος βοᾷ. αὕτη σοι ἡ ὥρα τῆς ἀναστάσεως κατὰ τὴν τοῦ εὐαγγελίου σαφήνειαν, οὗτος ὁ ὅρος τῆς ἐν καρδίᾳ διαγωγῆς τοῦ κυρίου· ἑσπέρας γὰρ ἤδη βαθείας γεγενημένης (ἀρχὴ δὲ ἦν τῆς νυκτὸς ἐκείνης ἡ ἑσπέρα, ἣν διαδέχεται ἡ μία τῶν σαββάτων ἡμέρα) τότε ὁ σεισμὸς γίνεται, τότε ὁ καταστράπτων τοῖς ἐνδύμασιν ἄγγελος ἀποκυλίει τὸν λίθον τοῦ μνημείου. αἱ δὲ γυναῖκες μικρὸν ἐπορθρίσασαι ὑποφαινούσης ἤδη τῆς ἡμέρας τὸ φέγγος ὡς καί