1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

10

ἡ χείρ σού ἐστι καὶ ἐν τῷ ἑτέρῳ ἡ δεξιά σου ὁδηγεῖ. διὰ τοῦτο καὶ ὁ μέγας ἀπόστολος, ὅταν πληρωθῇ τὰ πάντα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως, προσκυνεῖσθαι λέγει τὸν ὑπὲρ πᾶν ὄντα ὄνομα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ὑπό τε τῶν οὐρανίων καὶ τῶν ἐπιγείων καὶ τῶν καταχθονίων. πάλιν καὶ διὰ τούτων κατὰ τὸ σχῆμα τοῦ σταυροῦ μερίζει τοῦ Χριστοῦ τὴν προσκύνησιν· ἡ μὲν γὰρ ὑπερκόσμιος λῆξις ἐν τῷ ἄνω τοῦ σταυροῦ μέρει τῷ δεσπότῃ πληροῖ τὴν προσκύνησιν, ἡ δὲ ἐγκόσμιος ἐν τοῖς μέσοις, ἡ δὲ ὑποχθόνιος τοῦ βάθους ἔχεται. τοῦτο καὶ τὸ ἰῶτά ἐστι κατὰ τὸν ἐμὸν λόγον τὸ μετὰ τῆς κεραίας θεωρούμενον, ὃ καὶ τῶν οὐρανῶν μονιμώτερον καὶ τῆς γῆς σταθερώτερον καὶ πάσης τῆς τῶν ὄντων συστάσεώς ἐστι διαρκέστερον. Οὐρανὸς καὶ γῆ παρελεύσεται καὶ ὅλου τοῦ κόσμου παράγει τὸ σχῆμα, τὸ δὲ ἰῶτα τὸ ἐκ τοῦ νόμου καὶ ἡ κεραία οὐ παρέρχεται. ἡ κάθετος γραμμὴ ἡ ἄνωθεν ἐπὶ τὸ βάθος καθήκουσα ἰῶτα λέγεται, ἡ δὲ ἐγκαρσίως ἀγομένη διὰ πλαγίου κεραία ὀνομάζεται, καθὼς ἔστι καὶ παρὰ τῶν ναυτιλλομένων τοῦτο μαθεῖν· τὸ γὰρ ξύλον τὸ διὰ 9.303 πλαγίου τῷ ἱστίῳ ἐπικείμενον, οὗ καὶ τὴν ὀθόνην ἐξαπλοῦσι, κεραίαν λέγουσιν ἐκ τοῦ σχήματος ὀνομάζοντες. διό μοι δοκεῖ πρὸς τοῦτο βλέπειν ἡ θεία τοῦ εὐαγγελίου φωνή, ὅτι ἐκεῖνό ἐστιν, ἐν ᾧ τὰ πάντα συνέστηκε, τὸ τῶν ἐν αὐτῷ περικρατουμένων ἀιδιώτερον, ὃ τὴν ἑαυτοῦ δύναμιν τὴν συντηρητικὴν πάντων τῶν ὄντων οἷον δι' αἰνίγματος καὶ ἐσόπτρου τινὸς <διὰ> τοῦ κατὰ τὸν σταυρὸν σχήματος ὑποδείκνυσι. διὰ δὴ τοῦτό φησιν, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου οὐχ ἁπλῶς ἀποθανεῖν, ἀλλὰ σταυρωθῆναι, ἵνα γένηται τοῖς διορατικωτέροις θεολόγος ὁ σταυρὸς τὴν παντοδύναμον ἐξουσίαν τοῦ ἐπ' αὐτῷ δειχθέντος καὶ πάντα ἐν πᾶσιν ὄντος ἀνακηρύσσων τῷ σχήματι. μὴ παρασιωπήσωμεν, ἀδελφοί, μηδὲ τὸν εὐσχήμονα βουλευτὴν ἐκεῖνον τὸν ἀπὸ Ἁριμαθαίας Ἰωσήφ, ὃς δῶρον τὸ ἄχραντον καὶ ἅγιον ἐκεῖνο σῶμα λαβὼν καθαρὰν περιτίθησιν αὐτῷ σινδόνα καὶ καθαρῷ μνημείῳ ἐναποτίθεται. νόμος ἡμῖν ἔστω τὸ τοῦ εὐσχήμονος ἐκείνου βουλευτοῦ ἔργον τοῦ καὶ ἡμᾶς ὁμοίως βουλεύεσθαι, ὅταν λάβωμεν ἐκεῖνο τὸ δῶρον τοῦ σώματος, μὴ ἐρρυπωμένῃ 9.304 τῇ τῆς συνειδήσεως σινδόνι διαλαμβάνειν μηδὲ ὀδωδότι ἐξ ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας τῷ μνήματι τῆς καρδίας ἐναποτίθεσθαι, ἀλλά, καθώς φησιν ὁ ἀπόστολος, δοκιμάζειν ἕκαστον ἑαυτόν, ἵνα μὴ κρίμα ἡ χάρις γένηται τῷ ἀναξίως δεχομένῳ τὴν χάριν. ἀλλὰ γὰρ μεταξὺ λέγων αἰσθάνομαι τῇ φωτεινῇ στολῇ τοῦ ἀγγέλου καταστραπτόμενος καί μου διασείει ὑφ' ἡδονῆς τὴν καρδίαν ὁ γλυκὺς ἐκεῖνος σεισμὸς ὁ τὸν βαρὺν λίθον τοῦ ἀνθρωπίνου μνήματος ἀποκυλίων, δι' οὗ ἀνοίγεται πᾶσιν ἡ θύρα τῆς ἀναστάσεως. ∆ράμωμεν καὶ ἡμεῖς ἐπὶ τὴν θέαν τοῦ παραδόξου θεάματος (διαγέγονε γὰρ ἤδη τὸ σάββατον), μὴ κατόπιν τῶν γυναικῶν ἀπαντήσωμεν. ἔστω καὶ ἐν ταῖς ἡμετέραις χερσὶ τὰ ἀρώματα ἡ πίστις καὶ ἡ συνείδησις· αὕτη γὰρ τοῦ Χριστοῦ ἐστιν ἡ εὐωδία. μηκέτι μετὰ τῶν νεκρῶν τὸν ζῶντα ζητήσωμεν· τὸν γὰρ οὕτως αὐτὸν ζητοῦντα ἀπωθεῖται ὁ κύριος λέγων· Μή μου ἅπτου, ἀλλ' ὅταν ἀναβῶ πρὸς τὸν πατέρα, τότε σοι ἔξεστιν ἅπτεσθαι, τουτέστιν μηκέτι τὴν σωματώδη καὶ δουλικὴν μορφὴν ἐν τῇ σεαυτοῦ πίστει ἀνατυπώσῃ, ἀλλὰ τὸν ἐν τῇ δόξῃ τοῦ πατρὸς ὄντα καὶ ἐν μορφῇ θεοῦ ὑπάρχοντα καὶ θεοῦ ὄντα λόγον τοῦτον προσκύνει, μὴ τὴν τοῦ δούλου μορφήν.

ἀκούσωμεν, τί εὐαγγελίζεται ἡμῖν καὶ ἡ γυνὴ ἡ προλαβούσα 9.305 τὸν ἄνδρα διὰ τῆς πίστεως καλῶς τοῦτο ποιήσασα, ἵνα διὰ τοῦ κατάρξαι πρὸς τὸ ἀγαθὸν περὶ τῆς τοῦ κακοῦ αἰτίας ἀπολογήσηται. τί οὖν ἐστι τὸ τῆς γυναικὸς εὐαγγέλιον; ὄντως Οὐκ ἐξ ἀνθρώπων οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ. ἄκουε, γάρ φησιν, ὃ ἐντέταλται ἡμῖν ὁ κύριος πρὸς ὑμᾶς εἰπεῖν, ὑμᾶς οὓς καὶ ἀδελφοὺς αὐτοῦ κατονομάζει, ὅτι Πορεύομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν. ὢ καλῶν τε καὶ ἀγαθῶν εὐαγγελίων. ὁ δι' ἡμᾶς γενόμενος καθ' ἡμᾶς, ἵνα διὰ τοῦ γενέσθαι ἡμῖν ὁμογενὴς ἀδελφοὺς ἡμᾶς ἑαυτοῦ ποιήσῃ, προσάγει τὸν