1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

27

δρα, ἃ βλέπεις, οἱ κατοικοῦντές εἰσιν ἐν τῷ αἰῶνι τούτῳ. ∆ιατί, φημί, οὖν, κύριε, ὡσεὶ ξηρὰ καὶ ὅμοιά ἐστιν; Ὅτι, φησίν, οὔτε οἱ δίκαιοι φαίνον ται οὔτε οἱ ἁμαρτωλοὶ ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ ὅμοιοί εἰσιν· ὁ γὰρ αἰὼν οὗ τος δικαίοις χειμών ἐστιν, καὶ οὐ φαίνονται μετὰ τῶν ἁμαρτωλῶν κατοι κοῦντες. ὥσπερ γὰρ τῷ χειμῶνι τὰ δένδρα ἀποβεβληκότα τὰ φύλλα ὅμοιά ἐστιν καὶ οὐ φαίνεται τὰ ξηρὰ ποῖά ἐστιν ἢ τὰ ζῶντα, οὕτως ἐν τῷ αἰῶνι τούτῳ οὐ φαίνονται οὔτε οἱ δίκαιοι οὔτε οἱ ἁμαρτωλοί, ἀλλὰ πάντες ὅμοιοί εἰσιν. Ἄλλη παραβολὴ δ Ἔδειξέ μοι πάλιν δένδρα πολλά, ἃ μὲν βλαστῶντα, ἃ δὲ ξηρά, καὶ λέγει μοι· Βλέπεις, φησί, τὰ δένδρα ταῦτα; Βλέπω, φημί, κύριε, ἃ μὲν βλα στῶντα, ἃ δὲ ξηρά. Ταῦτα, φησί, τὰ δένδρα τὰ βλαστῶντα οἱ δίκαιοί εἰσιν οἱ μέλλοντες κατοικεῖν εἰς τὸν αἰῶνα τὸν ἐρχόμενον· ὁ γὰρ αἰὼν ὁ ἐρχόμενος θερεία ἐστὶν τοῖς δικαίοις, τοῖς δὲ ἁμαρτωλοῖς χειμών. ὅταν οὖν ἐπιλάμψῃ τὸ ἔλεος τοῦ κυρίου, τότε φανεροὶ ἔσονται οἱ δουλεύοντες τῷ θεῷ, καὶ πᾶσι φανεροποιηθήσονται. ὥσπερ γὰρ τῇ θερείᾳ ἑνὸς ἑκάστου δένδρου οἱ καρποὶ φανεροῦνται καὶ ἐπιγινώσκονται ποῖοί τινές εἰσιν, οὕτω καὶ τῶν δικαίων οἱ καρποὶ φανεροὶ ἔσονται καὶ γνωσθήσονται πάντες εὐθα λεῖς ὄντες ἐν τῷ αἰῶνι ἐκείνῳ. τὰ δὲ ἔθνη καὶ οἱ ἁμαρτωλοί, ἃ εἶδες τὰ δένδρα τὰ ξηρά, τοιοῦτοι εὑρεθήσονται ξηροὶ καὶ ἄκαρποι ἐν ἐκείνῳ τῷ αἰῶνι καὶ ὡς ξηρὰ ξύλα κατακαυθήσονται καὶ φανεροὶ ἔσονται, ὅτι ἡ πρᾶξις αὐτῶν πονηρὰ ἐγένετο ἐν τῇ ζωῇ αὐτῶν. οἱ μὲν γὰρ ἁμαρτωλοὶ καήσονται ὅτι ἥμαρτον καὶ οὐ μετενόησαν· τὰ δὲ ἔθνη καήσονται ὅτι οὐκ ἔγνωσαν τὸν κτίσαντα αὐτούς. σὺ οὖν ἐν σεαυτῷ καρποφόρει, ἵνα ἐν ἐκείνῃ τῇ θερείᾳ γνωσθῇ σου ὁ καρπός· ἀπέχου δὲ ἀπὸ πολλῶν πράξεων καὶ οὐδὲν διαμάρτῃς. οἱ γὰρ τὰ πολλὰ πράσσοντες πολλὰ καὶ ἁμαρτάνουσιν, περισπώμενοι περὶ τὰς πραγματείας αὐτῶν μηδὲ δουλεύοντες τῷ κυρίῳ αὐτῶν. Πῶς οὖν, φησίν, δύναται ὁ τοιοῦτος αἰτήσασθαί τι παρὰ τοῦ κυρίου καὶ λαβεῖν, μὴ δουλεύων τῷ κυρίῳ; οἱ δουλεύοντες αὐτῷ, ἐκεῖνοι λήμψονται τὰ αἰτήματα αὐτῶν, οἱ δὲ μὴ δουλεύοντες τῷ κυρίῳ οὐδὲν λήμψονται. ἐὰν δὲ μίαν τις πρᾶξιν ἐργάσηται, δύναται καὶ τῷ κυρίῳ δουλεῦσαι· οὐ γὰρ μὴ δια φθαρήσεται ἡ διάνοια αὐτοῦ ἀπὸ τοῦ κυρίου, ἀλλὰ δουλεύσει αὐτῷ ἔχων κα θαρὰν τὴν διάνοιαν αὐτοῦ. ταῦτα οὖν ἐὰν ποιήσῃς, δυνήσῃ καρποφορῆ σαι εἰς τὸν αἰῶνα τὸν ἐρχόμενον· καὶ ὃς ἐὰν ταῦτα ποιήσῃ, καρποφορήσει. Ἄλλη παραβολὴ ε Νηστεύοντός μου καὶ καθημένου εἰς ὄρος τι εὐχαριστῶν τῷ κυρίῳ περὶ πάντων ὧν ἐποίησεν μετ' ἐμοῦ, βλέπω τὸν ποιμένα παρακαθήμενόν μοι καὶ λέγοντά [μοι τοι]αῦτα· Τί ὀρθρινὸς ὧδε ἐλήλυθας; Ὅτι, φημί, κύριε, στα τίωνα ἔχω. Τί, φησίν, ἐστὶν στατίων; Νηστεύω, φημί, κύριε. Νηστεία δέ, φησίν, τί ἐστιν αὕτη, ἣν νηστεύετε; Ὡς εἰώθειν, φημί, κύριε, οὕτω νη στεύω. Oὐκ οἴδατε, φησίν, νηστεύειν τῷ θεῷ, οὐδέ ἐστιν νηστεία αὕτη ἡ ἀνωφελής, ἣν νηστεύετε αὐτῷ. ∆ιατί, φημί, κύριε, τοῦτο λέγεις; Λέγω, φησίν, ὅτι οὐκ ἔστιν αὕτη νηστεία ἣν δοκεῖτε νηστεύειν· ἀλλ' ἐγώ σε διδάξω τί ἐστιν νηστεία δεκτὴ καὶ πλήρης τῷ κυρίῳ. Ναί, φημί, κύριε, μακάριόν με ποιήσεις ἐὰν γνῶ τὴν νηστείαν τὴν δεκτὴν τῷ θεῷ. Ἄκουε, φησίν. ὁ θεὸς οὐ βούλεται τοιαύτην νηστείαν ματαίαν· οὕτω γὰρ νηστεύων τῷ θεῷ οὐδὲν ἐργάζῃ τῇ δικαιοσύνῃ. νήστευσον δὲ τῷ θεῷ νηστείαν τοιαύτην· μηδὲν πονηρεύσῃ ἐν τῇ ζωῇ σου, ἀλλὰ δούλευσον τῷ κυρίῳ ἐν καθαρᾷ καρδίᾳ,