1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

39

ἐγένετο ἡ κατοικία αὐτῶν εἰς τὸν πύργον. τινὲς δὲ ἐξ αὐτῶν ἐδιψύχησαν, τινὲς δὲ διψυχήσαντες διχοστασίας μείζονας ἐποίησαν. ἐν τούτοις οὖν ἔτι ἐστὶν ἐλπὶς μετανοίας, ὅτι ἀγαθοὶ πάντοτε ἐγένοντο· δυσκόλως δέ τις αὐτῶν ἀποθανεῖται. οἱ δὲ τὰς ·άβδους αὐτῶν ἐπιδεδωκότες ξηράς, ἐλάχιστον δὲ χλωρόν, οὗτοί εἰσιν πιστεύσαντες μόνον, τὰ δὲ ἔργα τῆς ἀνομίας ἐργασάμενοι· οὐδέποτε δὲ ἀπέστησαν ἀπὸ τοῦ θεοῦ, καὶ τὸ ὄνομα ἡδέως ἐβάστασαν καὶ ἡδέως εἰς τοὺς οἴκους αὐτῶν ὑπεδέξαντο τοὺς δούλους τοῦ θεοῦ. ἀκούσαντες οὖν ταύτην τὴν μετάνοιαν ἀδιστάκτως μετενόησαν καὶ ἐργάζονται πᾶσαν ἀρετὴν δικαιοσύνης. τινὲς δὲ ἐξ αὐτῶν καὶ παθοῦνται κ[αὶ ἡδέως θλί βον]ται γινώσκοντες τὰς πράξεις αὐτῶν ἃς ἔπραξαν. τούτων οὖν πάντων ἡ κατοικία εἰς τὸν πύργον ἔσται. Καὶ μετὰ τὸ συντελέσαι αὐτὸν τὰς ἐπιλύσεις πασῶν τῶν ·άβδων λέγει μοι· Ὕπαγε καὶ πᾶσι λέγε ἵνα μετανοήσωσι καὶ ζήσωσι τῷ θεῷ· ὅτι ὁ κύριος ἐσπλαγχνίσθη καὶ ἔπεμψέ με δοῦναι πᾶσι τὴν μετάνοιαν, καίπερ τινῶν μὴ ὄντων ἀξίων σωθῆναι διὰ τὰ ἔργα αὐτῶν· ἀλλὰ μακρόθυμος ὢν ὁ κύριος θέλει τὴν κλῆσιν τὴν γενομένην διὰ τοῦ υἱοῦ αὐτοῦ σωθῆναι. λέγω αὐτῷ· Κύριε, ἐλπίζω ὅτι πάντες ἀκούσαντες αὐτὰ μετανοήσουσιν. πείθομαι γὰρ ὅτι εἷς ἕκαστος τὰ ἴδια ἔργα ἐπιγνοὺς καὶ φοβηθεὶς τὸν θεὸν μετανοήσει. ἀπο κριθείς μοι λέγει· Ὅσοι, φησίν, μετανοήσωσιν ἐξ ὅλης καρδίας αὐτῶν καὶ καθαρίσωσιν ἑαυτοὺς ἀπὸ τῶν πονηριῶν αὐτῶν τῶν προειρημένων καὶ μηκέτι προσθῶσι μηδὲν ταῖς ἁμαρτίαις αὐτῶν, λήμψονται ἴασιν παρὰ τοῦ κυρίου τῶν προτέρων ἁμαρτιῶν, ἐὰν μὴ διψυχήσωσιν ἐπὶ ταῖς ἐντολαῖς ταύταις, καὶ ζήσονται τῷ θεῷ. ὅσοι δὲ προσθῶσι ταῖς ἁμαρτίαις αὐτῶν καὶ πορεύσονται ταῖς ἐπιθυμίαις τοῦ αἰῶνος τούτου κατακρινοῦσιν ἑαυτοὺς εἰς θάνατον. σὺ δὲ πορεύου ἐν ταῖς ἐντολαῖς μου, καὶ ζήσῃ τῷ θεῷ· καὶ ὃς ἂν πορεύσεται ἐν αὐταῖς καὶ ἐργάσεται ὀρθῶς, ζήσεται τῷ θεῷ. ταῦτά μοι δείξας καὶ λαλήσας πάντα λέγει μοι· Τὰ δὲ λοιπά σοι δείξω μετ' ὀλίγας ἡμέρας. Παραβολὴ θ Μετὰ τὸ γράψαι με τὰς ἐντολὰς καὶ παραβολὰς τοῦ ποιμένος, τοῦ ἀγγέλου τῆς μετανοίας, ἦλθε πρός με καὶ λέγει μοι· Θέλω σοι δεῖξαι, ὅσα σοὶ ἔδειξε τὸ πνεῦμα τὸ ἅγιον τὸ λαλῆσαν μετὰ σοῦ ἐν μορφῇ τῆς Ἐκκλησίας· ἐκεῖνο γὰρ τὸ πνεῦμα ὁ υἱὸς τοῦ θεοῦ ἐστιν. ἐπειδὴ γὰρ ἀσθενέστερος τῇ σαρκὶ ἦς, οὐκ ἐδηλώθη σοι δι' ἀγγέλου. ὅτε οὖν ἐνεδυναμώθης διὰ τοῦ πνεύματος καὶ ἴσχυσας τῇ ἰσχύι σου, ὥστε δύνασθαί σε ἄγγελον ἰδεῖν, τότε μὲν οὖν ἐδη λώθη σοι διὰ τῆς Ἐκκλησίας ἡ οἰκοδομὴ τοῦ πύργου· καλῶς καὶ σεμνῶς πάντα ὡς ὑπὸ παρθένου ἑώρακας. νῦν δὲ ὑπὸ ἀγγέλου βλέπεις, διὰ τοῦ αὐτοῦ μὲν πνεύματος· δεῖ δέ σε ἀκριβέστερον ὑπ' ἐμοῦ πάντα ἰδεῖν. εἰς τοῦτο γὰρ ἐδόθην ὑπὸ τοῦ ἐνδόξου ἀγγέλου εἰς τὸν οἶκόν σου κατοικῆσαι, ἵνα δυνατῶς πάντα ἴδης, μηδὲν δειλαινόμενος ὡς καὶ τὸ πρότερον. καὶ ἀπή γαγέ με εἰς τὴν Ἀρκαδίαν, εἰς ὄρος τι μαστῶδες, καὶ ἐκάθισέ με ἐπὶ τὸ ἄκρον τοῦ ὄρους, καὶ ἔδειξέ μοι πεδίον μέγα, κύκλῳ δὲ τοῦ πεδίου ὄρη δώδεκα, ἄλλην καὶ ἄλλην ἰδέαν ἔχοντα τὰ ὄρη. τὸ πρῶτον ἦν μέλαν ὡς ἀσβόλη· τὸ δὲ δεύτερον ψιλόν, βοτάνας μὴ ἔχον· τὸ δὲ τρίτον ἀκανθῶν καὶ τριβόλων πλῆρες· τὸ δὲ τέταρτον βοτάνας ἔχον ἡμιξήρους, τὰ μὲν ἐπάνω τῶν βοτανῶν χλωρά, τὰ δὲ πρὸς ταῖς ·ίζαις ξηρά· τινὲς δὲ βοτάναι, ὅταν ὁ ἥλιος ἐπικεκαύκει, ξηραὶ ἐγίνοντο· τὸ δὲ πέμπτον ὄρος ἦν τραχὺ λίαν, βοτάνας δὲ εἶχε χλωράς. τὸ δὲ ἕκτον ὄρος ὅλον σχισμῶν ἔγεμεν, ἃς μὲν μεγάλας, ἃς δὲ μικράς· εἶχον δὲ βοτάνας αἱ σχισμαί, οὐ λίαν δὲ ἦσαν εὐθαλεῖς αἱ βοτάναι, μᾶλλον