1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

37

σχισμὰς ἐχούσας· ἐλάχιστοι δὲ χλωρὰς ἐπέδωκαν· οὗτοι πάντες ἔστησαν εἰς τὸ ἴδιον τάγμα. ἐπέδωκαν δὲ οἱ τὰς ·άβδους χλωρὰς ἐσχηκότες, ἐλά χιστον δὲ ξηρὸν καὶ σχισμὰς ἐχούσας. ἐκ τούτων τινὲς χλωρὰς ἐπέδωκαν, τινὲς δὲ χλωρὰς καὶ παραφυάδας ἐχούσας. ἀπῆλθον καὶ οὗτοι εἰς τὸ τάγμα αὐτῶν. εἶτα ἐπέδωκαν οἱ ἐλάχιστον ἔχοντες χλωρόν, τὰ δὲ λοιπὰ μέρη ξηρά· τούτων αἱ ·άβδοι εὑρέθησαν τὸ πλεῖστον μέρος χλωραὶ καὶ παρα φυάδας ἔχουσαι καὶ καρπὸν ἐν ταῖς παραφυάσιν, καὶ ἕτεραι χλωραὶ ὅλαι. ἐπὶ ταύταις ταῖς ·άβδοις ἐχάρη ὁ ποιμὴν μεγάλως, ὅτι οὕτως εὑρέθησαν. ἀπῆλθον καὶ οὗτοι ἕκαστος εἰς τὸ ἴδιον τάγμα. Μετὰ τὸ πάντων κατανοῆσαι τὰς ·άβδους τὸν ποιμένα λέγει μοι· Eἶπόν σοι, ὅτι τὸ δένδρον τοῦτο φιλόζωόν ἐστιν. βλέπεις, φησί, πόσοι μετενόησαν καὶ ἐσώθησαν; Βλέπω, φημί, κύριε. Ἵνα εἰδῇς, φησίν, τὴν πολυσπλαγχνίαν τοῦ κυρίου, ὅτι μεγάλη καὶ ἔνδοξός ἐστιν καὶ ἔδωκεν πνεῦμα τοῖς ἀξίοις οὖσι μετανοίας. Ὅτι οὖν, φημί, κύριε, πάντες οὐ μετενόησαν; Ὠν εἶδεν, φησίν, ὁ κύριος τὴν καρδίαν μέλλουσαν καθαρὰν γενέσθαι καὶ δουλεύειν αὐτῷ ἐξ ὅλης καρδίας, τούτοις δέδωκε τὴν μετάνοιαν· ὧν δὲ εἶδε τὴν δολιότητα καὶ πονηρίαν, καὶ μέλλοντας ἐν ὑποκρίσει μετανοεῖν, ἐκείνοις οὐκ ἔδωκεν, μήποτε πάλιν βλασφημήσωσιν τὸν νόμον αὐτοῦ. λέγω αὐτῷ· Κύριε, νῦν μοι ἐπίλυσον τοὺς τὰς ·άβδους ἀποδεδωκότας, ποταπός τις αὐτῶν ἐστι, καὶ τὴν τούτων κατοικίαν, ἵνα ἀκούσαντες οἱ πιστεύσαντες καὶ εἰληφότες τὴν σφραγῖδα καὶ τεθλακότες αὐτὴν καὶ μὴ τηρήσαντες ὑγιῆ, ἐπιγνόντες τὰ ἑαυτῶν ἔργα μετανοήσωσιν, λαβόντες ὑπὸ σοῦ σφραγῖδα, καὶ δοξάσωσι τὸν κύριον, ὅτι ἐσπλαγχνίσθη ἐπ' αὐτοῖς καὶ ἐξαπέστειλέν σε τοῦ ἀνακαινί σαι τὰ πνεύματα αὐτῶν. Ἄκουε, φησίν· ὧν αἱ ·άβδοι ξηραὶ καὶ βεβρω μέναι ὑπὸ σητὸς εὑρέθησαν, οὗτοί εἰσιν ἀποστάται καὶ προδόται τῆς ἐκκλη σίας καὶ βλασφημήσαντες ἐν ταῖς ἁμαρτίαις αὐτῶν τὸν κύριον, ἔτι δὲ καὶ ἐπαισχυνθέντες τὸ ὄνομα τοῦ κυρίου τὸ ἐπικληθὲν ἐπ' αὐτούς. οὗτοι οὖν εἰς τέλος ἀπέθανον τῷ θεῷ. βλέπεις ὅτι οὐδὲ εἷς αὐτῶν μετενόησε, καίπερ ἀκούσαντες τὰ ·»ματα ἃ ἐλάλησας αὐτοῖς, ἅ σοι ἐνετειλάμην· ἀπὸ τῶν τοιούτων ἡ ζωὴ ἀπέστη. οἱ δὲ τὰς ξηρὰς καὶ ἀσήπτους ἐπιδεδωκότες, καὶ οὗτοι ἐγγὺς αὐτῶν· ἦσαν γὰρ ὑποκριταὶ καὶ διδαχὰς ἑτέρας εἰσφέροντες καὶ ἐκστρέφοντες τοὺς δούλους τοῦ θεοῦ, μάλιστα δὲ τοὺς ἡμαρτηκότας, μὴ ἀφίον τες αὐτοὺς μετανοεῖν, ἀλλὰ ταῖς διδαχαῖς ταῖς μωραῖς πείθοντες αὐτούς. οὗ τοι οὖν ἔχουσιν ἐλπίδα τοῦ μετανοῆσαι. βλέπεις δὲ ἐξ αὐτῶν πολλοὺς μετανενοηκότας ἀφότε ἐλάλησας αὐτοῖς τὰς ἐντολάς μου· καὶ ἔτι μετανοή σωσιν. ὅσοι δὲ οὐ μετανοήσουσιν, ἀπώλεσαν τὴν ζωὴν αὐτῶν· ὅσοι δὲ μετε νόησαν ἐξ αὐτῶν, ἀγαθοὶ ἐγένοντο, καὶ ἐγένετο ἡ κατοικία αὐτῶν εἰς τὰ τείχη τὰ πρῶτα· τινὲς δὲ καὶ εἰς τὸν πύργον ἀνέβησαν. βλέπεις οὖν, φησίν, ὅτι ἡ μετάνοια τῶν ἁμαρτωλῶν ζωὴν ἔχει, τὸ δὲ μὴ μετανοῆσαι θάνατον. Ὅσοι δὲ ἡμιξήρους ἐπέδωκαν καὶ ἐν αὐταῖς σχισμὰς εἶχον, ἄκουε περὶ αὐτῶν. ὅσων ἦσαν αἱ ·άβδοι ἡμίξηροι, δίψυχοί εἰσιν· οὔτε γὰρ ζῶσιν οὔτε τεθνήκασιν. οἱ δὲ ἡμιξήρους ἔχοντες καὶ ἐν αὐταῖς σχισμάς, οὗτοι καὶ δίψυχοί εἰσιν καὶ κατάλαλοι, μηδέποτε εἰρηνεύοντες ἐν ἑαυτοῖς, ἀλλὰ δι χοστατοῦντες πάντοτε. καὶ τούτοις, φησίν, ἔτι κεῖται μετάνοια. βλέπεις, φησίν, ἤδη τινὰς ἐξ αὐτῶν μετανενοηκότας. καὶ ἔτι ἐλπίς ἐστιν ἐν αὐτοῖς μετανοίας. ὅσοι οὖν, φησίν, ἐξ αὐτῶν μετανενοήκασιν, τὴν κατοικίαν εἰς τὸν πύργον ἔχουσιν· ὅσοι δὲ ἐξ αὐτῶν βραδύτερον μετανοήσουσιν, εἰς τὰ τείχη κατοικήσουσιν· ὅσοι δὲ οὐ μετανοήσουσιν, ἀλλ' ἐμμενοῦσιν ἐν ταῖς