1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

34

ἰσχυρῶς καὶ θλιβῆναι ἐν πολλαῖς θλίψεσι καὶ ποικίλαις· καὶ ἐὰν ὑπενέγκῃ τὰς θλίψεις τὰς ἐπερχομένας αὐτῷ, πάντως σπλαγχνισθήσεται ὁ τὰ πάντα κτίσας καὶ δυναμώσας καὶ ἴασίν τινα δώσει αὐτῷ· καὶ τοῦτο πάντως ἐὰν ἴδῃ τὴν καρδίαν τοῦ μετανοοῦντος καθαρὰν ἀπὸ παντὸς πονηροῦ πράγματος. σοὶ δὲ σύμφορόν ἐστιν καὶ τῷ οἴκῳ σου νῦν θλιβῆναι. τί δὲ πολλὰ λέγω; θλιβῆναί σε δεῖ, καθὼς προσέταξεν ὁ ἄγγελος τοῦ κυρίου ἐκεῖνος, ὁ παραδούς σε ἐμοί· καὶ τοῦτο εὐχαρίστει τῷ κυρίῳ, ὅτι ἄξιόν σε ἡγήσατο τοῦ προδηλῶσαί σοι τὴν θλῖψιν, ἵνα προγνοὺς αὐτὴν ὑπενέγκῃς ἰσχυρῶς. λέγω αὐτῷ· Κύριε, σὺ μετ' ἐμοῦ γίνου, καὶ πᾶσαν θλῖψιν δυνήσομαι ὑπενέγκαι. Ἐγώ, φησίν, ἔσομαι μετὰ σοῦ· ἐρωτήσω δὲ καὶ τὸν ἄγγελον τὸν τιμωρητὴν ἵνα σε ἐλα φροτέρως θλίψῃ· ἀλλὰ ὀλίγῳ χρόνῳ θλιβήσῃ, καὶ πάλιν ἀποκατασταθήσῃ εἰς τὸν τόπον σου· μόνον παράμεινον ταπεινοφρονῶν καὶ λειτουργῶν τῷ κυρίῳ ἐν καθαρᾷ καρδίᾳ, σὺ καὶ τὰ τέκνα σου καὶ ὁ οἶκός σου, καὶ πορεύου ταῖς ἐντολαῖς μου ἅς σοι ἐντέταλμαι καὶ δυνήσεταί σου ἡ μετάνοια εἶναι ἰσχυρὰ καὶ καθαρά· καὶ ἐὰν ταῦτα φυλάξῃς μετὰ τοῦ οἴκου σου, ἀποστήσεται πᾶσα θλῖψις ἀπὸ σοῦ· καὶ ἀπὸ πάντων δὲ ἀποστήσεται ἡ θλῖψις, ὃς ἂν ταῖς ἐντολαῖς μου πορεύσεται ταύταις. Παραβολὴ η Ἔδειξέ μοι ἰτέαν σκεπάζουσαν πεδία καὶ ὄρη, καὶ ὑπὸ τὴν σκέπην τῆς ἰτέας πάντες ἐληλύθασιν οἱ κεκλημένοι ἐν ὀνόματι κυρίου. εἱστήκει δὲ ἄγγελος τοῦ κυρίου ἔνδοξος λίαν ὑψηλὸς παρὰ τὴν ἰτέαν, δρέπανον ἔχων μέγα, καὶ ἔκοπτε κλάδους ἀπὸ τῆς ἰτέας, καὶ ἐπεδίδου τῷ λαῷ τῷ σκεπαζομένῳ ὑπὸ τῆς ἰτέας· μικρὰ δὲ ·αβδία ἐπεδίδου αὐτοῖς, ὡσεὶ πηχυαῖα. μετὰ τὸ πάντας λαβεῖν τὰ ·αβδία ἔθηκε τὸ δρέπανον ὁ ἄγγελος, καὶ τὸ δένδρον ἐκεῖνο ὑγιὲς ἦν, οἷον καὶ ἑωράκειν αὐτό. ἐθαύμαζον δὲ ἐγὼ ἐν ἐμαυτῷ λέγων· Πῶς τοσούτων κλάδων κεκομμένων τὸ δένδρον ὑγιές ἐστιν; λέγει μοι ὁ ποι μήν· Μὴ θαύμαζε, εἰ τὸ δένδρον τοῦτο ὑγιὲς διέμεινεν τοσούτων κλάδων κοπέντων. ἄφες δέ, φησί, πάντα ἴδῃς, καὶ δηλωθήσεταί σοι τὸ τί ἐστιν. ὁ ἄγγελος ὁ ἐπιδεδωκὼς τῷ λαῷ τὰς ·άβδους πάλιν ἀπῄτει ἀπ' αὐτῶν· καὶ καθὼς ἔλαβον, οὕτως καὶ ἐκαλοῦντο πρὸς αὐτόν, καὶ εἷς ἕκαστος αὐτῶν ἀπεδίδουν τὰς ·άβδους. ἐλάμβανεν δὲ ὁ ἄγγελος τοῦ κυρίου καὶ κατενόει αὐτάς. παρά τινων ἐλάμβανε τὰς ·άβδους ξηρὰς καὶ βεβρωμένας ὡς ὑπὸ σητός· ἐκέλευσεν ὁ ἄγγελος τοὺς τὰς τοιαύτας ·άβδους ἐπιδεδωκότας χωρὶς ἱστάνεσθαι. ἕτεροι δὲ ἐπεδίδουν ξηράς, ἀλλ' οὐκ ἦσαν βεβρωμέναι ὑπὸ σητός· καὶ τούτους ἐκέλευσεν χωρὶς ἱστάνεσθαι. ἕτεροι δὲ ἐπεδίδουν ἡμιξήρους· καὶ οὗτοι χωρὶς ἱστάνοντο. ἕτεροι δὲ ἐπεδίδουν τὰς ·άβδους αὐτῶν ἡμιξήρους καὶ σχισμὰς ἐχούσας· καὶ οὗτοι χωρὶς ἱστάνοντο. ἕτεροι δὲ ἐπεδίδουν τὰς ·άβδους χλωρὰς μὲν σχισμὰς δὲ ἐχούσας· καὶ οὗτοι χωρὶς ἱστάνοντο. ἕτεροι δὲ ἐπεδίδουν τὰς ·άβδους τὸ ἥμισυ ξηρὸν καὶ τὸ ἥμισυ χλωρόν· καὶ οὗτοι χωρὶς ἱστάνοντο. ἕτεροι δὲ προσέφερον τὰς ·άβδους αὐτῶν τὰ δύο μέρη τῆς ·άβδου χλωρά, τὸ δὲ τρίτον ξηρόν· καὶ οὗτοι χωρὶς ἱστάνοντο. ἕτεροι δὲ ἐπεδίδουν τὰ δύο μέρη ξηρά, τὸ δὲ τρίτον χλωρόν· καὶ οὗτοι χωρὶς ἱστάνοντο. ἕτεροι δὲ ἐπεδίδουν τὰς ·άβδους αὐτῶν παρὰ μικρὸν ὅλας χλωράς, ἐλάχιστον δὲ τῶν ·άβδων αὐτῶν ξηρὸν ἦν, αὐτὸ τὸ ἄκρον· σχισμὰς δὲ εἶχον ἐν αὐταῖς· καὶ οὗτοι χωρὶς ἱστάνοντο. ἑτέρων δὲ ἦν ἐλάχιστον χλωρόν, τὰ δὲ λοιπὰ μέρη τῶν ·άβδων ξηρά· καὶ οὗτοι χωρὶς ἱστάνοντο. ἕτεροι δὲ ἤρχοντο τὰς ·άβδους χλωρὰς φέροντες ὡς ἔλαβον παρὰ τοῦ ἀγγέλου· τὸ δὲ πλεῖον μέρος τοῦ ὄχλου τοιαύτας ·άβδους