1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

32

ὥστε φοβηθῆναι αὐτόν· τοιοῦτον εἶχε τὸ βλέμμα. οὗτος ὁ ποιμὴν παρε λάμβανε τὰ πρόβατα ἀπὸ τοῦ ποιμένος τοῦ νεανίσκου, ἐκεῖνα τὰ σπαταλῶντα καὶ τρυφῶντα, μὴ σκιρτῶντα δέ, καὶ ἐνέβαλλεν αὐτὰ εἴς τινα τόπον κρημνώδη καὶ ἀκανθώδη καὶ τριβολώδη, ὥστε ἀπὸ τῶν ἀκανθῶν καὶ τριβόλων μὴ δύνασθαι ἐκπλέξαι τὰ πρόβατα, ἀλλὰ ἐμπλέκεσθαι αὐτὰ εἰς τὰς ἀκάνθας καὶ τριβόλους. αὐτοῦ οὖν ἐμπεπλεγμένα ἐβόσκοντο τὰς ἀκάνθας καὶ τρι βόλους καὶ λίαν ἐταλαιπώρουν δερόμενα ὑπ' αὐτοῦ· καὶ ὧδε καὶ ἐκεῖ περιήλαυνεν αὐτὰ καὶ ὅλως ἀνάπαυσιν αὐτοῖς οὐκ ἐδίδει, καὶ ὅλως οὐκ εὐσταθοῦσαν τὰ πρόβατα ἐκεῖνα. Βλέπων οὖν αὐτὰ οὕτω μαστιγούμενα καὶ ταλαιπωροῦντα ἐλυπούμην ἐπ' αὐτοῖς, ὅτι οὕτως ἐβασανίζοντο καὶ ἀνοχὴν ὅλως οὐκ εἶχον. λέγω τῷ ποι μένι τῷ μετ' ἐμοῦ λαλοῦντι· Κύριε, φημί, τίς ἐστιν οὗτος ὁ ποιμὴν ὁ οὕτως ἄσπλαγχνος καὶ πικρὸς καὶ ὅλως μηδὲν σπλαγχνιζόμενος ἐπὶ τὰ πρόβατα ταῦτα; Oὗτος, φησίν, ἐστὶν ὁ ἄγγελος τῆς τιμωρίας· ἐκ δὲ τῶν ἀγγέλων τῶν δικαίων ἐστίν, κείμενος δὲ ἐπὶ τῆς τιμωρίας. παραλαμβάνει οὖν τοὺς ἀποπλανωμένους ἀπὸ τοῦ θεοῦ καὶ πορευθέντας ταῖς ἐπιθυμίαις τοῦ αἰῶ νος τούτου καὶ τιμωρεῖ αὐτούς, καθώς τις ἄξιός ἐστιν, δειναῖς τιμωρίαις καὶ ποικίλαις. Ἤθελον, φημί, κύριε, γνῶναι τὰς ποικίλας τιμωρίας ταύτας, ποταπαί εἰσιν. Ἄκουε, φησίν, τὰς ποικίλας βασάνους καὶ τιμωρίας. βιωτικαί εἰσι βάσανοι· τιμωροῦνται γὰρ οἱ μὲν ζημίαις, οἱ δὲ ὑστερήσεσιν, οἱ δὲ ἀσθενείαις ποικίλαις, οἱ δὲ πάσῃ ἀκαταστασίᾳ, οἱ δὲ ὑβριζόμενοι ὑπὸ ἀναξίων καὶ ἑτέραις πολλαῖς πράξεσιν πάσχοντες. πολλοὶ γὰρ ἀκαταστατοῦντες ταῖς βουλαῖς αὐτῶν ἐπιβάλλονται πολλά, καὶ οὐδὲν αὐτοῖς ὅλως προχωρεῖ. καὶ λέγουσιν ἑαυτοὺς μὴ εὐοδοῦσθαι ἐν ταῖς πράξεσιν αὐτῶν, καὶ οὐκ ἀναβαίνει ἐπὶ τὴν καρδίαν αὐτῶν ὅτι ἔπραξαν πονηρὰ ἔργα, ἀλλὰ αἰτιῶνται τὸν κύριον. ὅταν οὖν θλιβῶσι πάσῃ θλίψει, τότε ἐμοὶ παρα δίδονται εἰς ἀγαθὴν παιδείαν καὶ ἰσχυροποιοῦνται ἐν τῇ πίστει τοῦ κυρίου καὶ τὰς λοιπὰς ἡμέρας τῆς ζωῆς αὐτῶν δουλεύουσιν τῷ κυρίῳ ἐν καθαρᾷ καρδίᾳ· ὅταν οὖν μετανοήσωσιν, τότε ἀναβαίνει ἐπὶ τὴν καρδίαν αὐτῶν τὰ ἔργα τὰ πονηρὰ ἃ ἔπραξαν, καὶ τότε δοξάζουσι τὸν θεόν, ὅτι δίκαιος κρι τής ἐστι καὶ δικαίως ἔπαθεν πάντα ἕκαστος κατὰ τὰς πράξεις αὐτοῦ· τὰ δὲ λοιπὰ δουλεύσουσιν τῷ κυρίῳ ἐν καθαρᾷ καρδίᾳ αὐτῶν καὶ εὐοδοῦνται ἐν πάσῃ πράξει αὐτῶν, λαμβάνοντες πάντα παρὰ τοῦ κυρίου ὅσα αἰτοῦνται· καὶ τότε δοξάζουσιν τὸν κύριον, ὅτι ἐμοὶ παρεδόθησαν, καὶ οὐκέτι οὐδὲν πάσχουσι τῶν πονηρῶν. Λέγω αὐτῷ· Κύριε, ἔτι μοι τοῦτο δήλωσον. Τί, φησίν, ἐπιζητεῖς; Eἰ ἄρα, φημί, κύριε, τὸν αὐτὸν χρόνον βασανίζονται οἱ τρυφῶντες καὶ ἀπατώμενοι ὅσον τρυφῶσι καὶ ἀπατῶνται; λέγει μοι· Τὸν αὐτὸν χρόνον βασανίζονται. Ἐλάχιστον, φημί, κύριε, βασανίζονται· ἔδει γὰρ τοὺς οὕτως τρυφῶντας καὶ ἐπιλανθανομένους τοῦ θεοῦ ἑπταπλασίως βασανίζεσθαι. λέγει μοι· Ἄφρων εἶ καὶ οὐ νοεῖς τῆς βασάνου τὴν δύναμιν. Eἰ γὰρ ἐνόουν, φημί, κύριε, οὐκ ἄν σε ἐπηρώτων ἵνα μοι δηλώσῃς. Ἄκουε, φησίν, ἀμφοτέρων τὴν δύνα μιν. τῆς τρυφῆς καὶ ἀπάτης ὁ χρόνος ὥρα ἐστὶν μία· τῆς δὲ βασάνου ἡ ὥρα τριάκοντα ἡμερῶν δύναμιν ἔχει. ἐὰν οὖν μίαν ἡμέραν τις τρυφήσῃ καὶ ἀπατηθῇ, μίαν δὲ ἡμέραν βασανισθῇ, ὅλον ἐνιαυτὸν ἰσχύει ἡ ἡμέρα τῆς βασά νου. ὅσας οὖν ἡμέρας τρυφήσῃ τις, τοσούτους ἐνιαυτοὺς βασανίζεται. βλέ πεις οὖν, φησίν, ὅτι τῆς τρυφῆς καὶ ἀπάτης ὁ χρόνος ἐλάχιστός ἐστιν, τῆς δὲ τιμωρίας καὶ βασάνου πολύς.