1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

35

ἐπεδίδουν. ὁ δὲ ἄγγελος ἐπὶ τούτοις ἐχάρη λίαν· καὶ οὗτοι χωρὶς ἱστάνοντο. ἕτεροι δὲ ἐπεδίδουν χλωρὰς καὶ παραφυάδας ἐχούσας· καὶ οὗτοι χωρὶς ἱστάνοντο· καὶ ἐπὶ τούτοις ὁ ἄγγελος λίαν ἱλαρὸς ἐγένετο. ἕτεροι δὲ ἐπε δίδουν τὰς ·άβδους αὐτῶν χλωρὰς καὶ παραφυάδας ἐχούσας· αἱ δὲ παρα φυάδες αὐτῶν ὡσεὶ καρπόν τινα εἶχον· καὶ λίαν ἱλαροὶ ἦσαν οἱ ἄνδρες ἐκεῖνοι ὧν αἱ ·άβδοι τοιαῦται εὑρέθησαν. καὶ ὁ ἄγγελος ἐπὶ τούτοις ἠγαλλιᾶτο, καὶ ὁ ποιμὴν σὺν αὐτῷ λίαν ἱλαρὸς ἦν ἐπὶ τούτοις. Ἐκέλευσε δὲ ὁ ἄγγελος τοῦ κυρίου στεφάνους ἐνεχθῆναι. καὶ ἐνέχθησαν στέφανοι ὡσεὶ ἐκ φοινίκων γεγονότες, καὶ ἐστεφάνωσε τοὺς ἄνδρας τοὺς ἐπιδεδωκότας τὰς ·άβδους τὰς παραφυάδας ἐχούσας καὶ καρπόν τινα καὶ ἀπέλυσεν αὐτοὺς εἰς τὸν πύργον. καὶ ἄλλους δὲ ἀπέλυσεν εἰς τὸν πύργον, τοὺς τὰς ·άβδους ἐπιδεδωκότας τὰς παραφυάδας ἐχούσας, καρπὸν δὲ μὴ ἐχούσας, δοὺς αὐτοῖς σφραγῖδα. ἱματισμὸν δὲ τὸν αὐτὸν εἶχον πάντες λευκὸν ὡσεὶ χιόνα, οἱ πορευόμενοι εἰς τὸν πύργον. καὶ τοὺς τὰς ·άβδους ἐπιδεδωκότας χλωρὰς ὡς ἔλαβον ἀπέλυσεν, δοὺς αὐτοῖς ἱματισμὸν λευκὸν καὶ σφραγῖδα. μετὰ τὸ ταῦτα τελέσαι τὸν ἄγγελον λέγει τῷ ποιμένι· Ἐγὼ ὑπάγω· σὺ δὲ τούτους ἀπόλυσον εἰς τὰ τείχη, καθώς τις ἄξιός ἐστιν κατοικεῖν. κατανόησον δὲ τὰς ·άβδους αὐτῶν ἐπιμελῶς καὶ οὕτως ἀπόλυσον. βλέπε, μή τίς σε παρέλθῃ· ἐὰν δέ τίς σε παρέλθῃ, φησίν, ἐγὼ αὐτοὺς ἐπὶ τὸ θυσιαστήριον δοκιμάσω. ταῦτα εἰπὼν τῷ ποιμένι ἀπῆλθεν. μετὰ τὸ ἀπελθεῖν τὸν ἄγγελον λέγει μοι ὁ ποιμήν· Λάβωμεν παρὰ πάντων τὰς ·άβδους καὶ φυτεύσωμεν αὐτάς, εἴ τινες ἐξ αὐτῶν δυνήσονται ζῆσαι. λέγω αὐτῷ· Κύριε, τὰ ξηρὰ ταῦτα πῶς δύναται ζῆσαι; ἀποκριθείς μοι λέγει· Τὸ δένδρον τοῦτο ἰτέα ἐστὶν καὶ φιλόζωον τὸ γένος· ἐὰν φυτευθῶσι καὶ μικρὰν ἰκμάδα λάβωσι αἱ ·άβδοι αὗται, ζήσονται πολλαὶ ἐξ αὐτῶν· εἶτα δὲ πειράσω καὶ ὕδωρ αὐταῖς παραχέω. ἐάν τις αὐτῶν δυνηθῇ ζῆσαι, συνχαρή σομαι αὐταῖς· ἐὰν δὲ μὴ ζήσεται, οὐχ εὑρεθήσομαι ἐγὼ ἀμελής. ἐκέλευσέν με ὁ ποιμὴν καλέσαι, καθώς τις αὐτῶν ἐστάθη. ἦλθον τάγματα τάγματα καὶ ἐπεδίδουν τὰς ·άβδους τῷ ποιμένι· ἐλάμβανεν δὲ ὁ ποιμὴν τὰς ·άβδους καὶ κατὰ τάγματα ἐφύτευεν αὐτάς· μετὰ τὸ φυτεῦσαι αὐτὰς ὕδωρ αὐταῖς πολὺ παρέχεεν, ὥστε ἀπὸ τοῦ ὕδατος μὴ φαίνεσθαι τὰς ·άβδους. μετὰ τὸ ποτίσαι αὐτὸν τὰς ·άβδους λέγει μοι· Ἄγωμεν καὶ μετὰ ὀλίγας ἡμέρας ἐπανέλθωμεν καὶ ἐπισκεψώμεθα τὰς ·άβδους ταύτας πάσας· ὁ γὰρ κτίσας τὸ δένδρον τοῦτο θέλει πάντας ζῆν τοὺς λαβόντας ἀπ' αὐτοῦ κλάδους. ἐλπίζω δὲ κἀγὼ ὅτι λαβόντα τὰ ·αβδία ταῦτα ἰκμάδα καὶ ποτισθέντα ὕδατι ζήσεται τὸ πλεῖστον μέρος. Λέγω αὐτῷ· Κύριε, τὸ δένδρον τοῦτο τί ἐστιν γνώρισόν μοι· ἀποροῦμαι γὰρ περὶ αὐτοῦ, ὅτι τοσούτων κλάδων κοπέντων ὑγιές ἐστιν τὸ δένδρον καὶ ὅλως οὐδὲν φαίνεται κεκομμένον ἀπ' αὐτοῦ· ἐν τούτῳ οὖν ἀποροῦμαι. Ἄκουε, φησίν· τὸ δένδρον τοῦτο τὸ μέγα τὸ σκεπάζον πεδία καὶ ὄρη καὶ πᾶσαν τὴν γῆν νόμος θεοῦ ἐστιν δοθεὶς εἰς ὅλον τὸν κόσμον· ὁ δὲ νόμος οὗτος ὁ υἱὸς τοῦ θεοῦ ἐστιν ὁ κηρυχθεὶς εἰς τὰ πέρατα τῆς γῆς· οἱ δὲ ὑπὸ τὴν σκέπην λαοὶ ὄντες οἱ ἀκούσαντες τοῦ κηρύγματος καὶ πι στεύσαντες αὐτῷ· ὁ δὲ ἄγγελος ὁ μέγας καὶ ἔνδοξος Μιχαὴλ ὁ ἔχων τὴν ἐξουσίαν τούτου τοῦ λαοῦ καὶ διακυβερνῶν αὐτούς· αὐτὸς γάρ ἐστιν ὁ διδῶν αὐτοῖς τὸν νόμον εἰς τὰς καρδίας τῶν πιστευόντων. ἐπισκέπτεται οὖν αὐτούς, οἷς ἔδωκε τὸν νόμον, εἰ ἄρα τετηρήκασιν αὐτόν. βλέπεις δὲ ἑνὸς ἑκάστου τὰς ·άβδους· αἱ γὰρ ·άβδοι ὁ νόμος ἐστίν. βλέπεις οὖν πολλὰς