1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

33

Ἐπεί, φημί, κύριε, οὐ νενόηκα ὅλως τοὺς χρόνους τῆς ἀπάτης καὶ τρυφῆς καὶ βασάνου, τηλαυγέστερόν μοι δήλωσον. ἀποκριθείς μοι λέγει· Ἡ ἀφρο σύνη σου παράμονός ἐστιν, καὶ οὐ θέλεις σου τὴν καρδίαν καθαρίσαι καὶ δουλεύειν τῷ θεῷ. βλέπε, φησίν, μήποτε ὁ χρόνος πληρωθῇ καὶ σὺ ἄφρων εὑρεθῇς· ἄκουε οὖν, φησίν, καθὼς βούλει, ἵνα νοήσῃς αὐτά. ὁ τρυφῶν καὶ ἀπατώμενος μίαν ἡμέραν καὶ πράσσων ἃ βούλεται πολλὴν ἀφροσύνην ἐνδέδυται καὶ οὐ νοεῖ τὴν πρᾶξιν ἣν ποιεῖ. εἰς τὴν αὔριον ἐπιλανθάνεται τί πρὸ μιᾶς ἔπραξεν· ἡ γὰρ τρυφὴ καὶ ἀπάτη μνήμας οὐκ ἔχει διὰ τὴν ἀφρο σύνην, ἣν ἐνδέδυται, ἡ δὲ τιμωρία καὶ βάσανος ὅταν κολληθῇ τῷ ἀνθρώπῳ μίαν ἡμέραν, μέχρι ἐνιαυτοῦ τιμωρεῖται καὶ βασανίζεται· μνήμας γὰρ μεγά λας ἔχει ἡ τιμωρία καὶ βάσανος. βασανιζόμενος οὖν καὶ τιμωρούμενος ὅλον τὸν ἐνιαυτόν, μνημονεύει τότε τῆς τρυφῆς καὶ ἀπάτης καὶ γινώσκει ὅτι διὰ ταῦτα πάσχει τὰ πονηρά. πᾶς οὖν ἄνθρωπος ὁ τρυφῶν καὶ ἀπατώ μενος οὕτως βασανίζεται, ὅτι ἔχοντες ζωὴν ἑαυτοὺς εἰς θάνατον παραδεδώ κασι. Ποῖαι, φημί, κύριε, τρυφαί εἰσι βλαβεραί; Πᾶσα, φησί, πρᾶξις τρυφή ἐστι τῷ ἀνθρώπῳ ὃ ἐὰν ἡδέως ποιῇ· καὶ γὰρ ὁ ὀξύχολος τῇ ἑαυτοῦ πράξει τὸ ἱκανὸν ποιῶν τρυφᾷ· καὶ ὁ μοιχὸς καὶ ὁ μέθυσος καὶ ὁ κατά λαλος καὶ ὁ ψεύστης καὶ ὁ πλεονέκτης καὶ ὁ ἀποστερητὴς καὶ ὁ τούτοις τὰ ὅμοια πάντα ποιῶν τῇ ἰδίᾳ νόσῳ τὸ ἱκανὸν ποιεῖ· τρυφᾷ οὖν ἐν τῇ πράξει αὐτοῦ. αὗται πᾶσαι τρυφαὶ βλαβεραί εἰσιν τοῖς δούλοις τοῦ θεοῦ· διὰ ταύτας οὖν τὰς ἀπάτας πάσχουσιν οἱ τιμωρούμενοι καὶ βασανιζόμενοι. εἰσὶν δὲ καὶ τρυφαὶ σώζουσαι τοὺς ἀνθρώπους· πολλοὶ γὰρ ἀγαθὸν ἐργαζό μενοι τρυφῶσιν, τῇ ἑαυτῶν ἡδονῇ φερόμενοι. αὕτη οὖν ἡ τρυφὴ σύμφορός ἐστιν τοῖς δούλοις τοῦ θεοῦ καὶ ζωὴν περιποιεῖται τῷ ἀνθρώπῳ τῷ τοιού τῳ· αἱ δὲ βλαβεραὶ τρυφαὶ αἱ προειρημέναι βασάνους καὶ τιμωρίας περι ποιοῦνται· ἐὰν δὲ ἐπιμείνωσι καὶ μὴ μετανοήσωσιν, θάνατον ἑαυτοῖς περι ποιοῦνται. Παραβολὴ ζ Μετὰ ἡμέρας ὀλίγας εἶδον αὐτὸν εἰς τὸ πεδίον τὸ αὐτό, ὅπου καὶ τοὺς ποι μένας ἑωράκειν, καὶ λέγει μοι· Τί ἐπιζητεῖς; Πάρειμι, φημί, κύριε, ἐρω τῆσαί σε ἵνα τὸν ἄγγελον τὸν τιμωρητὴν κελεύσῃς ἐκ τοῦ οἴκου μου ἐξελθεῖν, ὅτι λίαν με θλίβει. ∆εῖ σε, φησίν, θλιβῆναι· οὕτω γὰρ προσέταξεν ὁ ἔν δοξος ἄγγελος τὰ περὶ σοῦ· θέλει γάρ σε καὶ πειρασθῆναι. Τί γάρ, φημί, κύριε, ἐποίησα οὕτω πονηρόν, ἵνα τούτῳ τῷ ἀγγέλῳ παραδοθῶ; Ἄκουε, φησίν· αἱ μὲν ἁμαρτίαι σου πολλαί, ἀλλ' οὐ τοσαῦται ὥστε σε τῷ ἀγγέλῳ τούτῳ παραδοθῆναι· ἀλλ' ὁ οἶκός σου μεγάλας ἁμαρτίας καὶ ἀνομίας ἠργά σατο, καὶ παρεπικράνθη ὁ ἔνδοξος ἄγγελος ἐπὶ τοῖς ἔργοις αὐτῶν καὶ διὰ τοῦτο ἐκέλευσέ σε χρόνον τινὰ θλιβῆναι, ἵνα κἀκεῖνοι μετανοήσωσι καὶ καθαρίσωσι ἑαυτοὺς ἀπὸ πάσης ἐπιθυμίας τοῦ αἰῶνος τούτου. ὅταν οὖν μετανοήσωσιν καὶ καθαρισθῶσιν, τότε ἀποστήσεται ὁ ἄγγελος τῆς τιμωρίας. λέγω αὐτῷ· Κύριε, εἰ ἐκεῖνοι τοιαῦτα ἠργάσαντο, ἵνα παραπικρανθῇ ὁ ἄγγελος ὁ ἔνδοξος, τί ἐγὼ ἐποίησα; Ἄλλως, φησίν, ἐκεῖνοι οὐ δύνανται θλιβῆναι, ἐὰν μὴ σὺ ἡ κεφαλὴ τοῦ οἴκου θλιβῇς· σοῦ γὰρ θλιβομένου ἐξ ἀνάγκης κἀκεῖνοι θλιβή σονται, εὐσταθοῦντος δὲ σοῦ οὐδεμίαν θλῖψιν δύνανται ἔχειν. Ἀλλ' ἰδού, φημί, κύριε, μετανενοήκασιν ἐξ ὅλης καρδίας αὐτῶν. Oἶδα, φησί, κἀγὼ ὅτι μετανενοήκασιν ἐξ ὅλης καρδίας αὐτῶν. τῶν οὖν μετανοούντων, φησίν, δοκεῖς τὰς ἁμαρτίας εὐθὺς ἀφίεσθαι; οὐ πάντως· ἀλλὰ δεῖ τὸν μετανοοῦντα βα σανίσαι τὴν ἑαυτοῦ ψυχὴν καὶ ταπεινοφρονῆσαι ἐν ἁπάσῃ τῇ πράξει αὐτοῦ