1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

38

πράξεσιν αὐτῶν, θανάτῳ ἀποθανοῦνται. οἱ δὲ χλωρὰς ἐπιδεδωκότες τὰς ·άβδους αὐτῶν καὶ σχισμὰς ἐχούσας, οὗτοι πάντοτε πιστοὶ καὶ ἀγαθοὶ ἐγένοντο, ἔχοντες δὲ ζῆλόν τινα ἐν ἀλλήλοις περὶ πρωτείων καὶ περὶ δόξης τινός· ἀλλὰ πάντες οὗτοι μωροί εἰσιν, ἐν ἀλλήλοις ἔχοντες ζῆλον περὶ πρωτείων. ἀλλὰ καὶ οὗτοι ἀκούσαντες τῶν ἐντολῶν μου, ἀγαθοὶ ὄντες, ἐκαθάρισαν ἑαυτοὺς καὶ μετενόησαν ταχύ. ἐγένετο οὖν ἡ κατοίκησις αὐτῶν εἰς τὸν πύργον· ἐὰν δέ τις αὐτῶν πάλιν ἐπιστραφῇ εἰς τὴν διχοστασίαν, ἐκβληθήσεται ἐκ τοῦ πύργου καὶ ἀπολέσει τὴν ζωὴν αὐτοῦ. ἡ ζωὴ πάντων ἐστὶ τῶν τὰς ἐντολὰς τοῦ κυρίου τηρούντων· ἐν ταῖς ἐντολαῖς δὲ περὶ πρωτείων ἢ περὶ δόξης οὐκ ἔστιν, ἀλλὰ περὶ μακροθυμίας καὶ περὶ ταπεινοφροσύνης ἀνδρός. ἐν τοῖς τοιούτοις οὖν ἡ ζωὴ τοῦ κυρίου, ἐν δὲ τοῖς διχοστάταις καὶ παρανόμοις θάνατος. Oἱ δὲ ἐπιδεδωκότες τὰς ·άβδους ἥμισυ χλωράς, ἥμισυ ξηράς, οὗτοί εἰσιν οἱ ταῖς πραγματείαις αὐτῶν ἐμπεφυρμένοι καὶ τοῖς ἁγίοις μὴ κολλώμενοι. διὰ τοῦτο τὸ ἥμισυ αὐτῶν ζῇ καὶ τὸ ἥμισυ ἀπέθανεν. πολλοὶ οὖν ἀκού σαντες τῶν ἐντολῶν μου μετενόησαν. ὅσοι οὖν μετενόησαν, ἡ κατοικία αὐτῶν εἰς τὸν πύργον. τινὲς δὲ αὐτῶν εἰς τέλος ἀπέστησαν. οὗτοι οὖν μετάνοιαν οὐκ ἔχουσιν· διὰ τὰς πραγματείας γὰρ αὐτῶν ἐβλασφήμησαν τὸν κύριον καὶ ἀπηρ νήσαντο αὐτόν. ἀπώλεσαν οὖν τὴν ζωὴν αὐτῶν διὰ τὴν πονηρίαν ἣν ἔπραξαν. πολλοὶ δὲ ἐξ αὐτῶν ἐδιψύχησαν. οὗτοι ἔτι ἔχουσι μετάνοιαν, ἐὰν ταχὺ με τανοήσωσιν, καὶ ἔσται ἡ κατοικία αὐτῶν εἰς τὸν πύργον· ἐὰν δὲ βραδύτερον μετανοήσωσιν, κατοικήσουσιν εἰς τὰ τείχη· ἐὰν δὲ μὴ μετανοήσωσι, καὶ αὐτοὶ ἀπώλεσαν τὴν ζωὴν αὐτῶν. οἱ δὲ τὰ δύο μέρη χλωρά, τὸ δὲ τρίτον ξηρὸν ἐπιδεδωκότες, οὗτοί εἰσιν οἱ ἀρνησάμενοι ποικίλαις ἀρνήσεσι. πολλοὶ οὖν μετενόησαν ἐξ αὐτῶν, καὶ ἀπῆλθον εἰς τὸν πύργον κατοικεῖν· πολλοὶ δὲ ἀπέστησαν εἰς τέλος τοῦ θεοῦ· οὗτοι τὴν ζωὴν εἰς τέλος ἀπώλεσαν. τινὲς δὲ ἐξ αὐτῶν ἐδιψύχησαν καὶ ἐδιχοστάτησαν· τούτοις οὖν ἔτι ἐστὶν μετάνοια, ἐὰν ταχὺ μετανοήσωσιν καὶ μὴ ἐπιμείνωσιν ταῖς ἡδοναῖς αὐτῶν· ἐὰν δὲ ἐπι μείνωσιν ταῖς πράξεσιν αὐτῶν, καὶ αὐτοὶ θάνατον ἑαυτοῖς ἐργάζονται. Oἱ δὲ ἐπιδεδωκότες τὰς ·άβδους τὰ μὲν δύο μέρη ξηρά, τὸ δὲ τρίτον χλωρόν, οὗτοί εἰσιν πιστοὶ μὲν γεγονότες, πλουτήσαντες δὲ καὶ γενόμενοι ἐνδοξότεροι παρὰ τοῖς ἔθνεσιν· ὑπερηφανίαν μεγάλην ἐνεδύσαντο καὶ ὑψηλόφρονες ἐγέ νοντο καὶ κατέλιπον τὴν ἀλήθειαν, καὶ οὐκ ἐκολλήθησαν τοῖς δικαίοις, ἀλλὰ μετὰ τῶν ἐθνῶν συνέζησαν, καὶ αὕτη ἡ ὁδὸς αὐτοῖς ἡδυτέρα ἐγένετο· ἀπὸ δὲ τοῦ θεοῦ οὐκ ἀπέστησαν, ἀλλ' ἐνέμειναν τῇ πίστει, μὴ ἐργαζόμενοι δὲ τὰ ἔργα τῆς πίστεως. πολλοὶ οὖν ἐξ αὐτῶν μετενόησαν, καὶ ἐγένετο ἡ κατοί κησις αὐτῶν εἰς τὸν πύργον. ἕτεροι δὲ εἰς τέλος μετὰ τῶν ἐθνῶν συν ζῶντες καὶ φερόμενοι ταῖς κενοδοξίαις τῶν ἐθνῶν ἀπέστησαν ἀπὸ τοῦ θεοῦ, καὶ ἔπραξαν τὰς πράξεις τῶν ἐθνῶν. οὗτοι οὖν μετὰ τῶν ἐθνῶν ἐλογίσθησαν. ἕτεροι δὲ ἐξ αὐτῶν ἐδιψύχησαν μὴ ἐλπίζοντες σωθῆναι διὰ τὰς πράξεις ἃς ἔπραξαν· ἕτεροι δὲ ἐδιψύχησαν καὶ σχίσματα ἐν ἑαυτοῖς ἐποιήσαντο. τούτοις οὖν τοῖς διψυχήσασιν διὰ τὰς πράξεις αὐτῶν μετάνοια ἔτι ἐστίν· ἀλλ' ἡ μετά νοια αὐτῶν ταχινὴ χρῄζει εἶναι, ἵνα ἡ κατοικία αὐτῶν γένηται εἰς τὸν πύργον· τῶν δὲ μὴ μετανοούντων ἀλλὰ ἐπιμενόντων ταῖς ἡδοναῖς, ὁ θάνατος ἐγγύς. Oἱ δὲ τὰς ·άβδους ἐπιδεδωκότες χλωράς, αὐτὰ δὲ τὰ ἄκρα ξηρὰ καὶ σχισμὰς ἔχοντα, οὗτοι πάντοτε ἀγαθοὶ καὶ πιστοὶ καὶ ἔνδοξοι παρὰ τῷ θεῷ ἐγένοντο, ἐλάχιστον δὲ ἥμαρτον διὰ μικρὰς ἐπιθυμίας καὶ μικρὰ κατ' ἀλλήλων ἔχοντες· ἀλλὰ ἀκούσαντές μου τῶν ῥημάτων τὸ πλεῖστον μέρος ταχὺ μετενόησαν, καὶ