1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

36

ἐκ τῶν ·άβδων ἠχρειωμένας, γνώσῃ δὲ αὐτοὺς πάντας τοὺς μὴ τηρήσαντας τὸν νόμον, καὶ ὄψῃ ἑνὸς ἑκάστου τὴν κατοικίαν. λέγω αὐτῷ· Κύριε, διατί οὓς μὲν ἀπέλυσεν εἰς τὸν πύργον, οὓς δὲ σοὶ κατέλιπεν; Ὅσοι, φησί, παρέ βησαν τὸν νόμον ὃν ἔλαβον παρ' αὐτοῦ, εἰς τὴν ἐμὴν ἐξουσίαν αὐτοὺς κατέ λιπεν εἰς μετάνοιαν· ὅσοι δὲ ἤδη εὐηρέστηκαν τῷ νόμῳ καὶ τετήρηκαν αὐ τόν, ὑπὸ τὴν ἰδίαν ἐξουσίαν αὐτοὺς ἔχει. Τίνες οὖν, φημί, κύριε, εἰσὶν οἱ ἐστεφανωμένοι καὶ εἰς τὸν πύργον ὑπάγοντες; ἀποκριθείς μοι λέγει· Oἱ ἐστεφανωμένοι οὗτοί εἰσιν οἱ μετὰ τοῦ διαβόλου παλαίσαντες καὶ νικήσαν τες αὐτόν· οὗτοί εἰσιν οἱ ὑπὲρ τοῦ νόμου παθόντες· οἱ δὲ ἕτεροι καὶ αὐτοὶ τὰς ·άβδους χλωρὰς ἐπιδεδωκότες καὶ παραφυάδας ἐχούσας, καρπὸν δὲ μὴ ἐχούσας, ὑπὲρ τοῦ νόμου θλιβέντες, μὴ παθόντες δὲ μηδὲ ἀρνησάμενοι τὸν νόμον αὐτῶν. οἱ δὲ χλωρὰς ἐπιδεδωκότες, οἵας ἔλαβον, σεμνοὶ καὶ δίκαιοι καὶ λίαν πορευθέντες ἐν καθαρᾷ καρδίᾳ καὶ τὰς ἐντολὰς τοῦ κυρίου πεφυλακότες. τὰ δὲ λοιπὰ γνώσῃ, ὅταν κατανοήσω τὰς ·άβδους ταύ τας τὰς πεφυτευμένας καὶ πεποτισμένας. Μετὰ ἡμέρας ὀλίγας ἤλθομεν εἰς τὸν τόπον, καὶ ἐκάθισεν ὁ ποιμὴν εἰς τὸν τόπον τοῦ ἀγγέλου τοῦ μεγάλου, κἀγὼ παρεστάθην αὐτῷ. λέγει μοι· Περίζωσαι ὠμόλινον καὶ διακόνει μοι. περιεζωσάμην ἐγὼ ὠμόλινον ἐκ σάκ κου γεγονὸς καθαρόν. ἰδών με περιεζωσμένον καὶ ἕτοιμον ὄντα τοῦ δια κονεῖν αὐτῷ, Κάλει, φησίν, τοὺς ἄνδρας, ὧν εἰσιν αἱ ·άβδοι πεφυτευμέναι, κατὰ τὰ τάγματα, ὥς τις ἐπέδωκεν τὰς ·άβδους. ἀπῆλθον εἰς τὸ πεδίον καὶ ἐκάλεσα πάντας· καὶ ἔστησαν πάντες τάγματα τάγματα. λέγει δὲ αὐτοῖς· Ἕκαστος ἐκτιλάτω τὰς ·άβδους τὰς ἰδίας καὶ φερέτω πρός με. πρῶτοι ἐπέδωκαν οἱ τὰς ξηρὰς καὶ κεκομμένας ἐσχηκότες· ὡσαύτως εὑρέ θησαν ξηραὶ καὶ κεκομμέναι· ἐκέλευσεν αὐτοὺς χωρὶς στῆναι. εἶτα ἐπέδωκαν τὰς ·άβδους οἱ τὰς ξηρὰς καὶ μὴ κεκομμένας ἔχοντες· τινὲς ἐξ αὐτῶν ἐπέδωκαν τὰς ·άβδους χλωράς, τινὲς δὲ ξηρὰς καὶ κεκομμένας ὡς ὑπὸ σητός. τοὺς ἐπιδεδωκότας χλωρὰς ἐκέλευσεν χωρὶς στῆναι, τοὺς δὲ ξηρὰς καὶ κεκομμένας μετὰ τῶν πρώτων ἐκέλευσεν στῆναι. εἶτα ἐπέ δωκαν οἱ τὰς ἡμίσους ξηροὺς καὶ σχισμὰς ἐχούσας· πολλοὶ ἐξ αὐτῶν χλωρὰς ἐπέδωκαν καὶ μὴ ἐχούσας σχισμάς· τινὲς δὲ χλωρὰς καὶ παρα φυάδας ἐχούσας καὶ εἰς τὰς παραφυάδας καρπούς, οἵας ἔσχον οἱ εἰς τὸν πύργον πορευθέντες ἐστεφανωμένοι· τινὲς δὲ ἐπέδωκαν ξηρὰς καὶ βεβρωμέ νας, τινὲς δὲ ξηρὰς καὶ ἀβρώτους, τινὲς δὲ οἷαι ἦσαν ἡμίξηροι καὶ σχισμὰς ἔχουσαι. ἐκέλευσεν αὐτοὺς ἕκαστον αὐτῶν χωρὶς στῆναι, τοὺς μὲν πρὸς τὰ ἴδια τάγματα, τοὺς δὲ χωρίς. Eἶτα ἐπεδίδουν οἱ τὰς ·άβδους χλωρὰς μὲν ἔχοντες, σχισμὰς δὲ ἐχούσας· οὗτοι πάντες χλωρὰς ἐπέδωκαν καὶ ἔστησαν εἰς τὸ ἴδιον τάγμα. ἐχάρη ὁ ποιμὴν ἐπὶ τούτοις, ὅτι πάντες ἠλλοιώθησαν καὶ ἀπέθοντο τὰ σχίσματα αὐτῶν. ἐπέδωκαν δὲ καὶ οἱ τὸ ἥμισυ χλωρόν, τὸ δὲ ἥμισυ ξηρόν· τινῶν εὑρέθησαν αἱ ·άβδοι ὁλοτελεῖς χλωραί, τινῶν ἡμίξηροι, τινῶν ξηραὶ καὶ βεβρωμέναι, τινῶν δὲ χλωραὶ καὶ παραφυάδας ἔχουσαι. οὗτοι πάντες ἀπελύ θησαν ἕκαστος πρὸς τὸ τάγμα αὐτοῦ. εἶτα ἐπέδωκαν οἱ τὰ δύο μέρη χλωρὰ ἐσχηκότες, τὸ δὲ τρίτον ξηρόν· πολλοὶ ἐξ αὐτῶν χλωρὰς ἐπέδωκαν, πολλοὶ δὲ ἡμιξήρους, ἕτεροι δὲ ξηρὰς καὶ βεβρωμένας· οὗτοι πάντες ἀπε στάλησαν ἕκαστος εἰς τὸ ἴδιον τάγμα. ἕτεροι δὲ ἐπεδίδοσαν τὰς ·άβδους αὐτῶν, τὰ δύο μέρη ξηρά, τὸ δὲ τρίτον χλωρόν· πολλοὶ ἐξ αὐτῶν ἐπέδωκαν ἡμιξήρους, τινὲς δὲ ξηρὰς καὶ βεβρωμένας, τινὲς δὲ ἡμιξήρους καὶ