1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

31

τὰ νῦν φύλασσε, καὶ ὁ κύριος πάντως πολύσπλαγχνος ὢν αὐτὰ ἰάσεται ἐάν σου τὴν σάρκα λοιπὸν μὴ μιάνῃς μηδὲ τὸ πνεῦμα· ἀμφότερα γὰρ κοινά ἐστιν καὶ ἄτερ ἀλλήλων μιανθῆναι οὐ δύναται. ἀμφότερα οὖν καθαρὰ φύ λασσε, καὶ ζήσῃ τῷ θεῷ. Παραβολὴ Ϛ Καθήμενος ἐν τῷ οἴκῳ μου καὶ δοξάζων τὸν κύριον περὶ πάντων ὧν ἑωράκειν καὶ συνζητῶν περὶ τῶν ἐντολῶν, ὅτι καλαὶ καὶ δυναταὶ καὶ ἱλαραὶ καὶ ἔνδοξοι καὶ δυνάμεναι σῶσαι ψυχὴν ἀνθρώπου, ἔλεγον ἐν ἐμαυτῷ ταῦτα· Μακάριος ἔσομαι, ἐὰν ἐν ταῖς ἐντολαῖς ταύταις πορευθῶ, καὶ ὃς ἐὰν πορεύ σηται ἐν αὐταῖς μακάριος ἔσται. ἕως ταῦτα ἐν ἐμαυτῷ λαλῶ, βλέπω αὐτὸν ἐξαίφνης παρακαθήμενόν μοι καὶ λέγοντα ταῦτα· Τί διψυχεῖς περὶ τῶν ἐντολῶν ὧν σοι ἐντέταλμαι; καλαί εἰσιν· ὅλως μηδὲν διψυχήσῃς, ἀλλ' ἔνδυσαι τὴν πίστιν τοῦ κυρίου καὶ ἐν αὐταῖς πορεύσῃ· ἐγὼ γάρ σε δυναμώσω ἐν αὐταῖς. αὗται αἱ ἐντολαὶ σύμφοροί εἰσιν τοῖς μέλλουσι μετανοεῖν· ἐὰν γὰρ μὴ πορευ θῶσιν ἐν αὐταῖς, εἰς μάτην ἐστὶν ἡ μετάνοια αὐτῶν. οἱ οὖν μετανοοῦντες ἀποβάλετε τὰς πονηρίας τοῦ αἰῶνος τούτου τὰς ἐκτριβούσας ὑμᾶς· ἐνδυσά μενοι δὲ πᾶσαν ἀρετὴν δικαιοσύνης δυνήσεσθε τηρῆσαι τὰς ἐντολὰς ταύτας καὶ μηκέτι προστίθετε ταῖς ἁμαρτίαις ὑμῶν. μηδὲν οὖν προστιθέντες πολὺ κόψετε τῶν προτέρων ὑμῶν ἁμαρτιῶν. πορεύεσθε οὖν ταῖς ἐντολαῖς μου, καὶ ζήσεσθε τῷ θεῷ. ταῦτα παρ' ἐμοῦ λελάληται ὑμῖν. μετὰ τὸ ταῦτα λαλῆσαι αὐτὸν μετ' ἐμοῦ, λέγει μοι· Ἄγωμεν εἰς ἀγρόν, καὶ δείξω σοι τοὺς ποιμένας τῶν προβάτων. Ἄγωμεν, φημί, κύριε. ἤλθομεν εἴς τι πεδίον, καὶ δεικνύει μοι ποιμένα νεανίσκον ἐνδεδυμένον σύνθεσιν ἱματίων τῷ χρώματι κροκώδη. ἔβοσκε δὲ πρόβατα πολλὰ λίαν, καὶ τὰ πρόβατα ταῦτα ὡσεὶ τρυφῶντα ἦν καὶ λίαν σπαταλῶντα καὶ ἱλαρὰ ἦν σκιρτῶντα ὧδε καὶ ἐκεῖ, καὶ αὐτὸς ὁ ποιμὴν ἱλαρὸς ἦν ἐπὶ τῷ ποιμνίῳ αὐτοῦ· καὶ αὐτὴ ἡ ἰδέα τοῦ ποιμένος λίαν ἱλαρὰ ἦν καὶ ἐν τοῖς πρόβασι περιέτρεχεν. Λέγει μοι· Βλέπεις, φησίν, τὸν ποιμένα τοῦτον; Βλέπω, φημί, κύριε. Oὗτος, φησίν, ἐστὶν ἄγγελος τρυφῆς καὶ ἀπάτης. οὗτος οὖν ἐκτρίβει τὰς ψυχὰς τῶν δούλων τοῦ θεοῦ τῶν κενῶν καὶ καταστρέφει αὐτοὺς ἀπὸ τῆς ἀληθείας, ἀπατῶν αὐτοὺς ταῖς ἐπιθυμίαις ταῖς πονηραῖς, ἐν αἷς ἀπόλλυνται. ἐπι λανθάνονται γὰρ τὰς ἐντολὰς τοῦ θεοῦ τοῦ ζῶντος καὶ πορεύονται ταῖς ἀπάταις καὶ τρυφαῖς ταῖς ματαίαις καὶ ἀπόλλυνται ἀπὸ τοῦ ἀγγέλου τούτου, τινὰ μὲν εἰς θάνατον, τινὰ δὲ εἰς καταφθοράν. λέγω αὐτῷ· Κύριε, οὐ γινώσκω ἐγώ, τί εἰς θάνατον καὶ τί εἰς καταφθοράν ἐστιν. Ἄκουε, φησίν· ὅσα εἶδες πρόβατα λίαν ἱλαρὰ καὶ σκιρτῶντα, οὗτοί εἰσιν οἱ ἀφεσταμένοι ἀπὸ τοῦ θεοῦ εἰς τέλος καὶ παραδεδωκότες ἑαυτοὺς ταῖς ἐπιθυμίαις τοῦ αἰῶνος τούτου· ἐν τούτοις οὖν μετάνοια ζωῆς οὐκ ἔστιν, ὅτι προσέθηκαν κατὰ ὄνομα τοῦ κυρίου βλασφημίαν· τῶν τοιούτων οὖν ὁ θάνατος. ἃ δὲ εἶδες μὴ σκιρ τῶντα ἀλλὰ ἐν ἑνὶ τόπῳ βοσκόμενα, οὗτοί εἰσιν οἱ παραδεδωκότες μὲν ἑαυτοὺς ταῖς τρυφαῖς καὶ ἀπάταις, εἰς δὲ τὸν κύριον οὐκ ἐβλασφήμησαν. οὗτοι οὖν κατεφθαρμένοι εἰσὶν ἀπὸ τῆς ἀληθείας· ἐν τούτοις οὖν ἐλπίς ἐστιν μετανοίας, ἐν ᾗ δύνανται ζῆσαι. ἡ καταφθορὰ οὖν ἐλπίδα ἔχει ἀνα νεώσεώς τινα, ὁ δὲ θάνατος ἀπώλειαν ἔχει αἰώνιον. πάλιν προέβημεν μι κρόν, καὶ δεικνύει μοι ποιμένα μέγαν ὡσεὶ ἄγριον τῇ ἰδέᾳ, περικείμενον δέρμα αἴγειον λευκόν, καὶ πήραν τινὰ εἶχεν ἐπὶ τὸν ὦμον καὶ ·άβδον σκληρὰν λίαν καὶ ὄζους ἔχουσαν καὶ μάστιγα μεγάλην· καὶ τὸ βλέμμα εἶχεν περίπικρον,