1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

2

λόγον, ἥτις ἀπεκρύβη, ἣν καὶ κηρύσσομεν. ἄρχοντας δὲ τοῦ αἰῶνος τούτου λέγει τὰς πονηρὰς δυνάμεις. εἰ δὲ οὗτοι ἠγνόησαν, πολλῷ μᾶλλον οἱ ἄνθρωποι δι' ὧν οἱ δαίμονες τὸν κύριον ἐσταύρωσαν. ἄλλοι δὲ ἄρχοντας τοῦ αἰῶνος τούτου Ἡρῴδην καὶ Πιλάτον φασιν.

175 1 Kor 2,12 Κόσμον γὰρ τὴν σύμπασαν ὀνομάζει κτίσιν, καθὼς ἑτέρωθί φησιν ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. 1 Kor 2,12-13 Οἱ τὸ πνεῦμα τοῦ κόσμου ἔχοντες οὐ δύνανται εἰδέναι τὰ τοῦ θεοῦ μυστήρια, ἀλλ' ἡ μεῖς οἱ τὸ ἐκ θεοῦ πνεῦμα λαβόντες. ἃ καὶ λαλοῦμεν, τὰ ἀποκαλυφθέντα ἡμῖν καὶ χαρισθέντα εἰς σωτηρίαν τῆς οἰκονομίας μυστήρια, πνευματικοῖς ἀνθρώποις τὰς πνευματικὰς διδασκαλίας σαφηνίζοντες. 1 Kor 2,13 Ἀντὶ τοῦ διὰ τῶν τοῦ πνεύματος θαυμάτων τὴν τοῦ πνεύματος διδασκαλίαν πιστούμεθα· τὸ γὰρ συγκρίνοντες οὐκ ἀντὶ τοῦ παρεξετάζοντες λέγει, ἀλλ' ἀντὶ τοῦ ἀποδεικνύντες, συγκρίνειν τὸ ἀποδεικνύναι εἰρηκὼς ἐπὶ τοῦ παρόντος ἐκ μεταφορᾶς τῶν τῇ συγκρίσει μείζονα τοῦ δοκιμωτέρου τὴν ἀπόδειξιν ποιουμένων.

1 Kor 3,9 Συνεργοί, ἀντὶ τοῦ ὑπουργοὶ καὶ ὑπηρέται. 1 Kor 3,14-15 Τὰ

κάλλιστα τῶν διδαγμάτων οὐ συγκαταλύεται τῷ παρόντι βίῳ μένει δὲ λαμπρότερα ἐπὶ τῶν ἔργων τότε δεικνύμενα. ὃς ἂν οὖν ταῦτα διδάσκῃ, φησίν, ἃ καὶ τότε δύναται μένειν μειζόνως τοῦ δεσπότου φανέντος κυρίου, κομιεῖται τὸν ὑπὲρ τούτων πάντως μισθόν· ὃς δ' ἂν τὰ ἐναντία διδάσκῃ, φησίν, ἄχρι μὲν τοῦ παρόντος βίου δύναταί πως κρατεῖν, ἀφανίζεται δὲ πάντως τῷ τῆς συντελείας καιρῷ. οὐ μόνον ζημιοῦται τῶν ἐνταῦθα πόνων τὸν μισθὸν ὃν ἠδύνατο καρποῦσθαι πονεῖν ὑπὲρ τῶν καλλίστων αἱρούμενος, ἀλλὰ κἂν σώζηται διά τινα ἑτέραν αἰτίαν σώζειν αὐτὸν δυναμένην, οὐ διαφυγὼν τὴν διὰ πυρὸς ἐξέτασιν, ἣν ὑποσχεῖν αὐτὸν ὑπὲρ τῶν χειρίστων ἀνάγκη διδαγμάτων· τοῦτο γὰρ λέγει τὸ οὕτως δὲ ὡς διὰ πυρός. 176 Τὸ καθ' ἑξῆς τοῦ νοήματος οὕτως θέλει· οὕτως δὲ καυθήσεται ὡς διὰ πυρός. ἤτοι ἐπειδὴ εἶπεν· αὐτὸς δὲ σωθήσεται, τοῦτο λέγει ὅτι τῶν διδαχθέντων ἡ ἀπείθεια οὐ κατακρίνει τὸν διδάσκαλον· εἰ γὰρ καὶ μὴ μισθὸν λήψεται ἀλλὰ κατακριθήσεται, ἀλλὰ σωθήσεται πλὴν εἰ μὴ ἐπ' ἰδίοις πταίσμασι τὸ πῦρ ἀποκατασχεῖ παριόντα. οὕτως οὖν, φησί, σωθήσεται, οὐχ ὡς πάντως διαφευξόμενος τὴν δίκην, ἀλλ' ὡς ἐπὶ τοῖς ἰδίοις ἔργοις διὰ πυρὸς δοκιμασθησόμενος. 1 Kor 3,16 Ὁ εἰς τὸν Χριστὸν πιστεύων διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας ἔνοικον δέχεται τὸ ἅγιον πνεῦμα καὶ πνευματικός ἐστιν. ἐὰν δὲ δουλεύσωσι κοσμικοῖς πάθεσιν, κατὰ τοῦτο σαρκικοί εἰσιν. φησὶν οὖν ὅτι πνευματικοὶ γεγονότες κατὰ τὴν ὁμολογίαν, σαρκικῶς ζῆτε τὸ ἐνοικῆσαν ἐν ὑμῖν ἅγιον πνεῦμα ὑβρίζοντες. οὕτως οὖν καὶ πνεύματος ἁγίου τυχόντες ναὸς θεοῦ εἰσιν , καὶ κοσμικοῖς ἐνεχόμενοι καλοῦνται σαρκικοὶ καὶ οὐ μάχεται ἑαυτῷ ὁ ἀπόστολος τοὺς αὐτοὺς καὶ τοῦ θεοῦ καλῶν καὶ σαρκικοὺς ὀνομάσας. 1 Kor 3,18-19 Ὥσπερ εἶπεν ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν, οὕτως ἐκ τοῦ ἀντιστρόφου τὴν σοφίαν τοῦ κόσμου μωρίαν εἶναι παρὰ τῷ θεῷ φησιν, ἐπειδὴ διὰ δεινότητος λόγων τὴν φύσιν τῶν ὄντων εὑρεῖν προσεδόκησαν. διὸ εἴ τις δοκεῖ εἶναι σοφός, ἑλέσθω μᾶλλον εἶναι μωρὸς κατὰ θεόν, ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν. 1 Kor 3,21 Πάντα <ὑμῶν> ἀντὶ τοῦ δι' ὑμᾶς. ἢ πάντα ὑμῶν εἶπεν κατὰ τὸ ἔχειν ἐξουσίαν αἱρεῖσθαι ὃ βουλόμεθα ἢ τὰ βελτίω ἢ τὰ χείρω.

1 Kor 4,6 Καὶ εἰς Κηφᾶν μετασχηματίσας ἄνω, ἀλλὰ ὧδε οὐκ ἐμνήσθη αὐτοῦ αἰδούμενος τὸν ἄνδρα. 177 1 Kor 4,7 ∆ιακρίνει· διερευνᾶ καὶ ἀντεξετάζει πρὸς ἄλλον. 1 Kor 4,8 Τοῦτ' ἔστιν ἡμῶν μηδέπω βασιλευσάντων ὑμεῖς ἐφθάσατε