1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

3

βασιλεῦσαι, ὁπότε καὶ κριταὶ τῶν ἄλλων κατέστητε· ἐν γὰρ τῷ καιρῷ τῆς βασιλείας τῶν οὐρανῶν οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν. 1 Kor 4,10 Αἱρούμεθα ἡμεῖς εἶναι μωροὶ διὰ Χριστόν, ἵνα ὑμεῖς γένησθε φρόνιμοι ἐν Χριστῷ. 1 Kor 4,12-13 Τὸ γὰρ ἐπὶ τοσούτοις μηδεμίαν ἔχειν ἔξωθεν παραμυθίαν ἀλλὰ καμάτῳ πορίζεσθαι τὴν ἐφήμερον τροφήν, ἀνύποιστον ἐποίει τῶν κακῶν τὴν πεῖραν. λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν. λοιδορίαν λέγει τὰς εἰς αὐτὸν ὕβρεις, βλασφημίαν δὲ τὰ παρὰ τῶν ἐναντίων λεγόμενα ἐπὶ διαβολῇ βίου· ὅθεν ἐπὶ μὲν τοῦ πρώτου τὸ εὐλογοῦμεν τέθεικεν ἀντὶ τοῦ εὐχόμεθα ὑπὲρ τῶν ὑβριζόντων, ἐπὶ δὲ τοῦ δευτέρου παρακαλοῦμεν ἀντὶ τοῦ ἠπίως τοῖς διαβάλλουσι διαλεγόμεθα παρακαλοῦντες μὴ καταψεύδεσθαι ἡμῶν. Τὸ περίψημα ἐκ μεταφορᾶς εἴρηται τῶν τὰς τραπέζας μετὰ τὸν τοῦ φαγεῖν καιρὸν ἀποψώντων καὶ ἀπορριπτούντων ὡς περιττὰ ψήγματα. ∆ιὰ τὸν Χριστὸν ταπεινοῦντες ἑαυτούς, ἐσμὲν πάντων ἀπόψημα καὶ ἀπόμαγμα, εὐτέλεια καὶ περιύβρισμα. 1 Kor 4,14 Ἐντρέπων ὑβρίζων. 1 Kor 4,18-19 Ἐπειδὴ ἦσάν τινες ἐπὶ σοφίᾳ κοσμικῇ πεφυσιωμένοι, ἐκ προοιμιῶν διαβάλλει τούτους καὶ φανερώτερον αὐτοὺς σκώπτει ὡς καταπατοῦντας τοὺς κατὰ θεὸν σοφούς. ἐπεὶ οὖν, φησίν, οὕτως διετέθη 178 σαν ὡς ἐμοῦ μὴ ἐρχομένου καὶ ἐλέγξοντος αὐτούς, καὶ τὴν τούτων ἀσθενῆ καὶ ἀνενέργητον σοφίαν, ἔφη, σεμνύνονται· οὐ γὰρ λόγον αὐτοὺς ἀλλὰ δύναμιν σοφίας ἀπαιτήσειν ἐλεύσομαι ταχέως, φησίν.

1 Kor 5,5 Ἐδυσώπησε τῇ μνήμῃ τοῦ Χριστοῦ ὥστε μὴ τῇ χάριτι τῇ πρὸς

ἐκεῖνον παριδεῖν τὸ δέον· παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. τὸ μὲν παραδοῦναι τῷ σατανᾷ οὐχ ὡς αὐτὸς τοῦτο γενέσθαι ὁρίζων εἶπεν, ἀλλ' ὡς ἂν τῷ τῆς ἐκκλησίας ἐξεωθῆναι διὰ τῆς τοῦ θεοῦ ἀλλοτριώσεως ὑπὸ τὴν τοῦ σατανᾶ γενομένου ἐξουσίαν· ἡ μὲν γὰρ παρ' αὐτοῦ τιμωρία ἦν τὸ τῆς ἐκκλησίας αὐτὸν ἐξῶσαι, ἐκ δὲ τούτου πάντως ἐκεῖνο συνέβαινεν. ὁ μέντοι ἀπόστολος ἀντὶ τῆς τιμωρίας τὸ ἀποβαῖνον εἶπεν ὥστε φοβῆσαι μᾶλλον. ἐξεῶ δέ, φησίν, αὐτόν, οὐκ ἀλλοτριῶσαι πάντη βουλόμενος, ἀλλ' <ἵνα> τοῦ οἰκείου αἰσθόμενος πλημμελήματος μεταμελείᾳ τινὶ κατὰ τὸν παρόντα βίον συντρίψας ἑαυτὸν δυνηθῇ τῆς μελλούσης σωτηρίας ἄξιον ἑαυτὸν καταστῆσαι. ὄλεθρον εἶπε σαρκὸς τὴν κατὰ τὸν παρόντα βίον διὰ τῆς μεταμελείας συντριβήν. καὶ ἐπειδὴ ἡ ἀνάστασις ἡμῶν τῇ τοῦ πνεύματος δυνάμει γενέσθαι μέλλει, πολλάκις ἐπὶ τῆς ἀναστάσεως καὶ τῆς ἀθανασίας τὴν τοῦ πνεύματος λαμβάνει σημασίαν· οὕτως ἐν τῇ πρὸς Ῥωμαίους φησίν· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, ἀντὶ τοῦ ἔξω τῆς τοῦ θανάτου γεγονότες ἀποφάσεως, ἐν ἐλπίδι τῆς ἀθανασίας καθεστήκατε. Ὁμονύμως τῷ πνεύματι καὶ τὸ πνευματικὸν χάρισμα λέγεται οὗ τις τυγχάνει ἐν τῷ λουτρῷ τῆς παλιγγενεσίας, ὅπερ καταφρονηθὲν σβέννυται. διό φησιν· δεῖ μετανοίας, ἵνα κἂν οὕτως ἐπαναδράμῃ αὐτῷ τὸ πνευματικὸν χάρισμα, καὶ διασωθῇ αὐτὸς ἐν ἡμέρᾳ κρίσεως. 1 Kor 5,7 Παλαιὰν τὴν ἁμαρτίαν λέγει ᾗ ὁ παλαιὸς συζῇ ἄνθρωπος· ζύμην δὲ ὅτι ἐξ ὀλίγου συνεξομοιοῖ τοὺς πλησιάζοντας. 1 Kor 5,8 Ἀκολούθως καὶ νῦν ἐχρήσατο τῇ ἐπαγωγῇ μετὰ τὴν ἀπόφασιν· ὡς γὰρ παρὼν καὶ ἐξώσας αὐτὸν οὕτω πρὸς τοὺς παρόντας λοιπὸν 179 διαλέγεται καί φησιν· ὁ τῷ κακῷ συνημμένος κατὰ διάθεσιν ἀναγκαίαν δέχεται τῷ χρόνῳ τὴν πρὸς αὐτὸν κοινωνίαν. καὶ ἀκολουθῶν τῷ παραδείγματι, ἀπὸ τῶν πραγμάτων τὴν πρὸς αὐτοὺς ποιεῖται παραίνεσιν.

1 Kor 6,1-3 Ζητήσειεν ἄν τις τίνος ἕνεκεν ἐν τῇ πρὸς Ῥωμαίους πᾶσαν

ἐξουσίαν ἀπὸ θεοῦ φάσκων εἶναι καὶ σφόδρα γε ἐπαίρων, ἐνταῦθα ἀδίκους αὐτοὺς