1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

4

ἐκάλεσε καθ' ὅλου. ὅτι ἐκεῖ μὲν περὶ τοῦ δεῖν τὰ ὀφειλόμενα κἀκείνους πληροῦν διαλεγόμενος, ὑπὸ θεοῦ κἀκεῖνα εἰκότως τετάχθαι λέγει αὐτὰ καθ' αὑτὰ ἀπὸ τοῦ σκοποῦ καθ' ὃν τέτακται κρίνων αὐτά· ἐνταῦθα δὲ πρὸς τοὺς †† διὰ τὸ βούλεσθαι τῷ τε χρόνῳ καὶ τῇ περιουσίᾳ καὶ τῇ δυναστείᾳ συντρίβειν αὐτούς· πρὸς γὰρ οὐδὲν τούτων οἱ πένητες ἐξαρκεῖν δυνάμενοι, οὐ ῥᾳδίως τοῦ δικαίου τυγχάνειν δύνανται. ἀδίκους ἐκάλεσεν ἀπὸ τῆς τούτων γνώμης, ἀντὶ τοῦ καταφεύγειν ἐπ' ἐκείνους παρ' οἷς δύνῃ συγκαλύψαι τὴν κατὰ τοῦ πένητος ἀδικίαν διὰ πολλῶν· ὅθεν καὶ καλῶς εἶπεν τολμᾷ. οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; παραιτεῖσθε, φησί, τούτους ὑμεῖς, ὧν ἡ ἀρετὴ πάντα κρίνει τὸν κόσμον, οὐ κατ' ἐξέτασιν ἀλλὰ κατὰ παράθεσιν. Ὑφ' ὧν ἅπας ὁ κόσμος κρίνεται, χρημάτων ἀμφισβήτησις ὑπὸ τούτων οὐ δύναται διαλύεσθαι; ἐντρεπτικώτατον δὲ μάλιστα τὸ εἰ ἐν ὑμῖν, συμπεριλαβὼν καὶ τοὺς παραιτουμένους, ὡς ἂν αὐτῶν ἑαυτοὺς παραιτουμένων ἐν τῷ παραιτεῖσθαι τοὺς ὁμοπίστους. κατ' αὔξησιν δέ φησιν· οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; ὡς γὰρ μεῖζον τοῦτο ἐπήγαγεν. ἐπὶ μὲν οὖν τοῦ κόσμου ἐλάχιστα κριτήρια τὰ περὶ τῶν χρημάτων ἐκάλεσεν, ὡς ἄγαν ὄντα μικρὰ τῇ πρὸς ἐκεῖνον συγκρίσει, ἐπὶ δὲ τῶν ἀγγέλων βιωτικά, ὡς ἂν ἐκείνων οὐ κατὰ τὸν βίον τοῦτον ὄντων. Οὐκ ἐβούλετο αὐτοὺς παρὰ τοῖς ἔξω δικάσασθαι, ἵνα μὴ τὰ πταίσματα τῶν σεμνότητα καὶ δικαιοσύνην διδασκομένων σκάνδαλον τοῖς ἔξω γένηται. 1 Kor 6,4-5 Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε. καὶ ἵνα μὴ δοκῇ κελεύειν αὐτοῖς ἀληθῶς τοὺς ἁπάντων εὐτελεστέρους ἐπιζητεῖν 180 οἵτινές εἰσιν, καὶ τούτους ἐπὶ τῶν τοιούτων αἱρεῖσθαι κριτάς, πρὸς ἐντροπὴν ὑμῖν, φησί, λέγω. τίνες δὲ οἱ κρίνειν ὀφείλοντες, ἐπάγει. Πρὸς τὸ ἐντρέψαι ὑμᾶς καὶ ἀγαγεῖν εἰς διόρθωσιν ταῦτα ἐγκαλῶν. 1 Kor 6,11 Ταῦτα γάρ, φησίν, εἰ καὶ πρότερον ἐπράττετε, ἀλλὰ νῦν τετυχηκότες ἁγιασμοῦ τῇ τοῦ πνεύματος μετουσίᾳ διὰ τῆς ἐπὶ τὸν Χριστὸν πίστεως, μετὰ πάσης ἀποφεύγειν προσήκει τῆς σπουδῆς. 1 Kor 6,12 Ἀλλὰ τοῦτο φῄς, φησίν, ὅτι πάντα μοι ἔξεστιν. εἶτ' αὐτὸς ἐπιφέρει· ἀλλ' οὐ πάντα συμφέρει, οὐκ ἀνελὼν τὸ ἐξεῖναι τέως ἀλλὰ τὸ μὴ δεῖν τῇ ἐξουσίᾳ κεχρῆσθαι· ἐπειδὴ γὰρ οὐ πάντα συμφέρει, δῆλον ὡς οὐ πᾶσι χρηστέον ἀλλὰ τοῖς ὠφελοῦσι μόνοις. εἶτα πάλιν τὴν ἀντίθεσιν τεθεικὼς ἑτέρως αὐτὴν μεθώδευσεν· πάντα μοι ἔξεστιν, ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. ὁρῶ γάρ, φησίν, οὐδὲ τὴν ἐξουσίαν μοι σωζομένην ἀκέραιον, ἄνπερ δὴ πᾶσιν ἁπλῶς ὑπάγωμαι, μὴ πρὸς τὸ συμφέρον τὴν χρῆσιν αὐτῶν ποιούμενος. οὕτω δὲ κατὰ συγχώρησιν τοῦ πάντα ἐξεῖναι τὸ καὶ πάντα πράττειν ἀνελὼν δή. οὕτω δείκνυσιν ὅτι οὐδὲ πάντα ἔξεστιν, ἀλλ' ὅσα μὴ νόμῳ τινὶ ποιεῖν κεκωλύμεθα, κατὰ παράθεσιν τινὰ μὲν ἐν ἡμῖν, τινὰ δὲ οὐκ ἐν ἡμῖν ἀποφαίνων. Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ συμφέρει κατακεχρῆσθαι τῇ ἐξουσίᾳ, οὐδὲ ἐξουσιάζεσθαι ὑπὸ ἡδονῆς βρωμάτων, ἀλλ' αὐτὸν κατακρατεῖν γαστρός. κακῶς μέντοι τινὲς τὸ πάντα μοι ἔξεστιν ἐπὶ τῶν προκειμένων ἁμαρτημάτων ἐδέξαντο ἅπερ οὐ μόνος ὁ θεῖος λόγος ἀλλὰ καὶ οἱ Ῥωμαίων νόμοι ἀπαγορεύουσιν. 1 Kor 6,13- 14 Οὐ δὲ συγκαταλύεσθαι τῷ παρόντι βίῳ τὸ ἡμέτερον νομίζομεν σῶμα· ὁ γὰρ τὸν Χριστὸν ἀναστήσας καὶ ἡμᾶς ἀναστήσει πάντως. ὥσπερ γὰρ ἐπὶ τοῦ ἐσθίειν τὴν ἐξουσίαν ἔδωκεν ἀπό τε τοῦ πρὸς τοῦτο γεγενῆσθαι καὶ ἀπὸ τοῦ παύεσθαι πάντως, οὕτως ἐπὶ τοῦ πορνεύειν τὸ μὴ ἐξεῖναι συνέστησεν ἀπό τε τοῦ μὴ πρὸς τοῦτο γεγενῆσθαι καὶ ἀπὸ τοῦ τὸ σῶμα μετὰ τὴν ἀνάστασιν ἔσεσθαι πάλιν. 181 1 Kor 6,15 Μέλη Χριστοῦ πάντες ὑμεῖς, οἱ διὰ τῆς τοῦ πνεύματος ἀναγεννήσεως τὴν πρὸς αὐτὸν δεξάμενοι συνάφειαν, ἐλπίδι τοῦ καὶ ἀναστήσεσθαι ὁμοίως αὐτῷ. 1 Kor 6,16-17 Εἰ ὁ συζῶν γυναικὶ εἷς τῇ αὐτῇ λογίζεται, δῆλον ὅτι καὶ ὁ συζῶν τῇ πόρνῃ εἰς ἓν αὐτῇ σῶμα λογισθήσεται καὶ ὁ συζῶν τῷ κυρίῳ εἰς ἓν αὐτῷ πνεῦμα λογισθήσεται. 1 Kor 6,18 Τὰ μὲν λοιπά, φησίν, ἁμαρτήματα ἕτερον βλάπτειν δοκεῖ, τοῦτο δὲ πρὸ τῶν