1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

9

χαρίσματα εἰς τοὺς πολλοὺς ἡπλώθη πρὸς τὸ συμφέρον τῇ οἰκοδομῇ καὶ αὐξήσει τῆς ἐκκλησίας. 1 Kor 12,10 Προφητείαν δέ φησιν εἶναι τὴν τῶν μελλόντων προαγόρευσιν, λέγεσθαι δὲ καὶ τὸ τὰ ἐν πράξει ἤτοι καὶ βουλεύμασιν ἄδηλα ὄντα τοῖς πολλοῖς εἰπεῖν, ἀλλὰ μὴν καὶ τὸ τὰ παρεληλυθότα καὶ ἀγνοούμενα τοῖς πᾶσι δυνηθῆναι εἰπεῖν ὡς Μωϋσῆς διηγήσατο ἅπαντα. Πολλοὶ τότε διὰ τὸ πλῆθος τῶν πνευματικῶν χαρισμάτων ὑπεκρίνοντο τὴν εὐσέβειαν εἰς ἀπάτην ἑτέρων, καὶ δὴ καὶ θαύματα δαιμονικῇ τῇ συνεργείᾳ κεχρημένοι ὁμοίως τοῖς πιστοῖς ἐπιτελεῖν ἐδόκουν· οὕτως οἱ τοῦ Σκευᾶ υἱοὶ περιῄεσαν ἐν ἐπορκιστῶν σχήματι δαίμονας καὶ αὐτοὶ ἀπελαύνειν προσποιούμενοι δῆθεν. ἦν οὖν χάρισμα πνεύματος καὶ πρὸς τοῦτο ὥστε διακρίνειν, τίνες μὲν οἱ ἀληθῶς τῇ δυνάμει τοῦ θείου πνεύματος ἐπιτελοῦντες τὰ θαύματα, τίνες δὲ οἱ δαιμονικῇ συνεργείᾳ ὑποκρινόμενοι τὴν ἀλήθειαν. 1 Kor 12,23 Περιτίθεμεν εἶπεν καὶ οὐ περίκειται· οὐ γὰρ τῆς φύσεως μέρος τὰ ὑποδήματα, ἀλλ' ὕστερον εὕρηνται παρ' ἡμῶν. καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει, τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. ἀσχήμονα ὡς πρὸς τὴν κοινὴν ὄψιν ἀποκαλεῖ, ὥστε τῇ μὲν φύσει οὐκ ἔστιν ἀσχήμονα, 191 εἴπερ δὴ περισσοτέραν ἔχει τὴν εὐσχημοσύνην, τῇ δὲ ὑπολήψει κρινόμενα λέγεται οὕτως, καθ' ἣν οὐκ εὐσχημοσύνην τὴν ἄνευ αἰτίας γύμνωσιν αὐτῶν εἶναι νομίζομεν. 1 Kor 12,27 Οὕτω δὴ καὶ ὑμεῖς ἐπειδὴ τάξιν ἐπέχετε σώματος ἐκ διαφόρων συγκειμένου μελῶν, τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν τοῦ δεσποτικοῦ σώματος καταστάντες συνάφειαν , ταύτην ἀναγκαίως σώζετε τὴν συμφωνίαν, μηδεμίαν ἀπὸ τῆς διαφορᾶς τῶν χαρισμάτων δεχόμενοι φιλονεικίας παρείσδυσιν.

1 Kor 13,1 Πᾶν χάρισμα ἀγάπης ἐστερημένον μάταιόν ἐστιν, οὐ διὰ τὸν ἔχοντα ἐνεργούμενον ἀλλὰ διὰ τοὺς οἰκοδομουμένους ἐνεργούμενον, ὥστε οὐδὲ τὸ κύμβαλον ἢ ἄλλο ὅτι ὄργανον ἠχοῦν ἑαυτὸ τέρπει ἀλλὰ τοὺς ἀπολαύοντας αὐτοῦ. 1 13,2 Καὶ ὅτι μὲν οὔτε ἡ πίστις ἄνευ ἀγάπης οὔτε ἡ ἀγάπη ἄνευ πίστεως τελειοῖ πρόδηλον· καὶ γὰρ τὰ ἔργα πίστεως δεῖται καὶ ἡ πίστις ἔργων ἅπερ δι' ἀγάπης πληροῦται. πλὴν ἐπειδὴ ἑώρα ὁ ἀπόστολος τοὺς Κορινθίους τῆς ἀγάπης ἠμεληκότας, προτιμᾷ αὐτὴν ἐνταῦθα ὡς ἄριστος ἰατρὸς τὰ κατεπείγοντα τῶν παθῶν θεραπεύων. Ἐνταῦθα οὐ τὴν κοινὴν ταύτην λέγει· δοὺς γὰρ δὴ τὴν τηνικαῦτα κατέχουσαν ἀπιστίαν, πολλὰ τοιαῦτα ἐθαυματούργουν εἰς ἔκπληξιν διὰ τούτων αὐτοὺς ποδηγοῦντες πρὸς τὴν ἀλήθειαν. 1 Kor 13,4 Οὐ περπερεύεται, ὅ ἐστιν ἀλαζονεύεται ἡ ἀγάπη καὶ φυσιοῦται, ὅπερ ἐστὶν ἀσχημοσύνης ἀνθρώπινον ὄντα μέγα φρονεῖν καὶ ἐπαίρεσθαι κατὰ τοῦ πλησίον ὡς μὴ τοῖς ὁμοίοις αὐτῶν πάθεσιν ὑποκείμενον. 1 Kor 13,8-13 Μετὰ τὸ ἁπλωθῆναι τὴν πίστιν ἐπὶ πάσης γῆς ὡς περιττὰ αἵ τε προφητεῖαι καὶ αἱ γλῶσσαι καὶ ἡ ἐκ μέρους γνῶσις 192 παύονται, μένει δὲ λοιπὸν ὡς ἀναγκαῖα τὰ τρία ταῦτα. εἰκότως δὲ τὴν ἀγάπην μείζονά φησιν, ἐπειδὴ διεστασίαζον πρὸς ἑαυτοὺς Korίνθιοι καὶ ζῆλον εἶχον καὶ ἔριδας, καὶ κίνδυνος ἦν σχισθῆναι τὴν ἐκκλησίαν.

1 Kor 14,1 Ἀντὶ τοῦ μάλιστα μὲν ὑμᾶς τῆς ἀγάπης ἐπιμελεῖσθαι βούλομαι· εἰ

δ' ἄρα καὶ τῶν πνευματικῶν χαρισμάτων ἐφίεσθε, κἂν γνῶτε ποῖα κρείττονα καὶ ὅτι τὸ προφητεύειν ἄμεινον τῇ γλώσσῃ λαλεῖν. 1 Kor 14,2-4 Προκρίνει τὴν προφητείαν μετὰ τὴν ἀποστολήν· οὐκοῦν ὁ μὲν ἀπόστολος καὶ προφήτης, ὁ δὲ προφήτης οὐ πάντως καὶ ἀπόστολος. ὁ λαλῶν γλώσσῃ αὐτὸς μὲν οἰκοδομεῖται, πεπεισμένος ὅτι πνεύματι ἁγίῳ φθέγγεται, οὐ μὴν τὴν ἐκκλησίαν οἰκοδομεῖ ἀγνοοῦσαν ἃ φθέγγεται. ὁ δὲ προφητεύων τοὺς ἀκούοντας ὠφελεῖ καὶ ἐκ τῆς προγνώσεως δείκνυσι τὴν ἐνοίκησιν τοῦ ἁγίου πνεύματος τὴν ἐν αὐτῷ. 1 Kor 14,5 Θέλω ὑμᾶς γλώσσαις λαλεῖν·