1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

6

1 Kor 8,5 Καλλίστη ἡ προσθήκη τοῦ λεγόμενοι· διὰ γὰρ τοῦτο τὸ ψευδονύμως λέγεσθαι, οὐ τὸ ἀληθῶς εἶναι δηλοῦται. ὥσπερ οὖν καὶ εἰσὶ 184 λεγόμενοι θεοὶ παρὰ τοῖς πλανωμένοις, ἀλλὰ παρ' ἡμῖν τοῖς ἔχουσι τὴν γνῶσιν εἷς ἐστιν ὁ θεός, καὶ εἷς ὁ κύριος. 1 Kor 8,10 Οἱ μὴ ὄντες τέλειοι ὁρῶντές σε ἀδιαφόρως ἐσθίοντα, ἐσθίουσι μὲν καὶ αὐτοί· σαθροὶ δὲ ὄντες ὡς εἰδωλόθυτον ἐσθίουσι καὶ βλάπτονται. 1 Kor 8,13 Καταφρονεῖτε οὖν βρώματος κἂν μὴ ἱερόθυτον ᾖ· οὔτε γὰρ μὴ φαγόντες ἔλαττόν τι ἕξομεν παρὰ θεῷ, οὔτε φαγόντες περισσοτέρου τινὸς ἀπολαύσομεν. Τοῖς ἐρωτῶσί με διὰ τί οὐκ ἐσθίω εἰδωλόθυτον ἀπόστολος ὤν, τοῦτο ἀπολογοῦμαι· ἵνα μὴ ἄλλους σκανδαλίσω. καὶ γὰρ ἔχων ἐξουσίαν καὶ ἐκ τοῦ εὐαγγελίου ἐσθίειν καὶ πίνειν ὡς καὶ ὁ κύριος διέταξεν, καὶ γυναῖκα περιάγειν, οὐδὲν τούτων ποιῶ πανταχοῦ συμπνέων τῷ εὐαγγελίῳ.

1 Kor 9,14 Ἔνθα αὐτοὺς ἀποστέλλων ἔλεγεν· μὴ λάβητε πήραν μήτε ἄρτους

μήτε ἀργύριον, ἀλλ' ὅπου ἂν εἰσέλθητε, ἐκεῖ μένετε ἐσθίοντες τὰ παρατιθέμενα ὑμῖν. τότε τοῦτο παρήγγειλεν. 1 Kor 9,17-18 ∆ιαστικτέον εἰς τὸ ἄκων. φησὶ δέ· εἰ μὲν ἑκὼν ἦλθον εἰς τὸ εὐαγγελίσασθαι, εἶχον μισθόν. ἐπειδὴ δὲ ἄκων τοῦτο ἐπετάγην, οὐ μόνον οὐκ ἔστιν μοι διὰ τοῦτο μισθός, ἀλλὰ καὶ τιμωρία· ὑπεύθυνός εἰμι, ἐὰν μὴ ποιήσω τὸ ἐπιταχθέν. διὸ οὐ κατακέχρημαι τῇ ἐξουσίᾳ μου, εἰ δέδωκεν ὁ κύριος τὸ ἐκ τοῦ εὐαγγελίου ζῆν, ἵνα διὰ τοῦ μὴ λαμβάνειν μισθὸν ἐμαυτῷ περιποιήσωμαι. 1 Kor 9,-22 Ὑπὸ νόμον αὐτὸν λέγειν <νομίζω> τοὺς παρὰ Ἰουδαίοις προσηλύτους, ἀσθενεῖς δὲ τοὺς ἀπὸ Ἰουδαίων πεπιστευκότας καὶ ἔτι δι'. ἀσθένειαν λογισμῶν ταῖς νομικαῖς παρατηρήσεσι κρατουμένους. 185 1 Kor 9,21 Θαυμαστῶς ἐπήγαγεν ὅτι Χριστοῦ ἐστιν ἔννομος, ἵνα μὴ νομισθῇ λέγειν ὅτι τὸν Μωϋσέως φυλάττει νόμον. 1 Kor 9,24-25 Οἱ ἐν σταδίῳ τρέχοντες καίπερ εἰδότες ὅτι εἷς μόνος στεφανωθήσεται, οἱ δὲ λοιποὶ κενοὺς ὑποστήσονται πόνους, ὅμως τρέχουσι καὶ ἀγωνίζονται, εἰ μὴ ἀποτευξόμενοι τῶν πόνων κἂν ** ἐστὲ πολλοί, οὐκ ὀφείλετε ἕνεκεν ἀφθάρτου στεφάνου ἀγωνίσασθαι, ὅπου γε οἱ ἐν σταδίῳ ἕνεκεν φθαρτοῦ στεφάνου πάντα ὑφίστανται; 1 Kor 9,26 Εἰ οὐκ ἀέρα δέρει, δηλονότι τὸν πονηρὸν καὶ τὰς δυνάμεις αὐτοῦ· πλήττεται δὲ ὁ διάβολος διὰ τῶν κατορθωμάτων τῆς ἀρετῆς, εὐλαβείας, σωφροσύνης καὶ δικαιοσύνης καὶ ὅσα ὅμοια.

1 Kor 10,2-4 Τύπος ἡ θάλασσα τοῦ ἐν ὕδατι βαπτίσματος, ἡ δὲ νεφέλη τοῦ ἐν

πνεύματι. Μωϋσῆς δὲ αὐτοῦ τοῦ κυρίου ὡς ἀρχηγὸς τοῦ τυπικοῦ βαπτίσματος ὡς ὁ Χριστὸς τοῦ ἀληθινοῦ. ἐβαπτίσθησαν οὖν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ εἰς τὸν Μωϋσῆν. ἐπειδὴ δὲ εἶπεν ἀκολουθήσης πέτρας, οὐ τοῦτό φησιν ὅτι ἀληθῶς πέτρα αὐτοῖς ἠκολούθησεν, ἀλλ' ὅτι ἡ παρὰ τοῦ Χριστοῦ δύναμις αὐτοῖς ἠκολούθει παρέχουσα αὐτοῖς ἐκ πέτρας πιεῖν. πνευματικὸν δὲ εἶπεν τὸ μάννα καὶ τὸ πόμα, ὅτι κατὰ ἁγίου πνεύματος ἐνέργειαν αὐτοῖς ἐδίδοτο, οὐχ ὅτι πνευματικοὺς τοὺς μεταλαμβάνοντας ἐμποιοῦν. Ἐκ τῶν ἀμφιβαλλομένων τῆς παλαιᾶς τύπος ἦν τῶν νέων τὰ παλαιά· καὶ σκιὰ μὲν ὁ νόμος Μωϋσέως, σῶμα δὲ ἡ χάρις. ἐπειδὴ τοίνυν ἐδίωκον τοὺς Ἑβραίους Αἰγύπτιοι, διαβάντες δὲ τὴν Ἐρυθρὰν θάλασσαν οἱ Ἑβραῖοι τῆς πικρᾶς τῶν Αἰγυπτίων ἀπηλλάγησαν δεσποτείας, τύπον ἔχει τῆς κολυμβήθρας ἡ θάλασσα, ἡ δὰ νεφέλη τοῦ πνεύματος, ὁ δὲ Μωϋσῆς τοῦ σωτῆρος Χριστοῦ, τοῦ σταυροῦ δὲ ἡ ῥάβδος, τοῦ διαβόλου ὁ Φαραώ, τῶν δαιμόνων οἱ Αἰγύπτιοι, τὸ δὲ μάννα τῆς θείας τροφῆς, τὸ δὲ τῆς πέτρας ὕδωρ τοῦ σωτηρίου αἵματος· ὥσπερ γὰρ ἐκεῖνοι μετὰ τὸ διαβῆναι τὴν Ἐρυθρὰν θάλασσαν καὶ ξένης τροφῆς καὶ τοῦ παραδόξου ἀπήλαυσαν νάματος, οὕτως ἡμεῖς μετὰ τὸ σωτήριον 186 βάπτισμα τῶν θείων μεταλαμβάνομεν μυστηρίων. διὰ δὲ τοῦτο ἡ πέτρα Χριστὸς ὠνομάσθη ὡς