1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

7

τύπος γενομένη τοῦ δεσπότου Χριστοῦ, οὕτως καὶ ἡ θάλασσα βάπτισμα προσηγορεύθη, καίτοι οὐδενὸς ἐν αὐτῇ βαπτισθέντος· κεκονιμένος γὰρ μᾶλλον αὐτὴν ἢ διάβροχος διῆλθεν ὁ Ἰσραήλ. 1 Kor 10,3-4 Πνευματικὸν καλεῖ καὶ τὸ βρῶμα καὶ τὸ πόμα, ὡς ἂν τοῦ πνεύματος ἄμφω διὰ τοῦ Μωϋσέως κατὰ τὴν ἀπόρρητον αὐτοῦ παρασχόντος δύναμιν. οὕτω δὲ καὶ πνευματικὴν ἐκάλεσε τὴν πέτραν, ὡς ἂν τῇ δυνάμει τοῦ πνεύματος ἐκδοῦσαν τὰ ὕδατα· ἀκολουθοῦσαν δέ, ἐπειδὴ τὸ ῥυὲν ἅπαξ ὕδωρ εἵπετο αὐτοῖς κατὰ τὴν ἔρημον, ὥστε μηδαμοῦ δεηθῆναι πότου τῶν τόπων ὄντων ἀνύδρων. τὸ δὲ ἡ πέτρα ἦν ὁ Χριστός, ἵνα εἴπῃ· τοῦτο ἦν ἐκείνοις ἡ πέτρα ὅπερ ἡμῖν ὁ Χριστός, οὗ τὸ αἷμα πίνομεν οἱ πιστοὶ πνευματικῶς ἐπὶ τῶν μυστηρίων μεταποιούμενον. 1 Kor 10,6 Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, οὐχ ὅτι διὰ τοῦτο ἐτιμωρήθησαν ἐκεῖνοιπῶς γὰρ οἷόν τε; ἀλλ' ὅτι τὰ παρ' ἐκείνοις γενόμενα ἐν τάξει τύπων δύναται ἡμᾶς παιδεύειν. 1 Kor 10,7 Τοῦτ' ἔστιν μὴ διαφθείρητε τῇ εἰδωλολατρείᾳ τὸ ἀληθινὸν βάπτισμα. 1 Kor 10,12 Λείπει κατὰ τὴν διάνοιαν τὸ ἡμῶν. 1 Kor 10,13 Ἰδοὺ γάρ, φησίν, οὐκ ἐπενεχθέντων ὑμῖν, οὐ διωγμῶν, οὐκ ἀνάγκης τινὸς ὑπὸ τῶν ἀνθρωπίνων τούτων, καὶ ἅπασιν ἀνάγκη προσεῖναι ἀνθρώποις ὅσην ὑπεμείνατε βλάβην· ἐν εἰδωλείῳ μὲν διὰ φιλίαν ἑστιώμενοι, ὑπὸ δὲ τῶν προσόντων πλεονεκτημάτων τοσοῦτον φυσώμενοι. 1 Kor 10,22 Παραζηλοῦν λέγεται τὸ ἀπό τινων δύο ποτὲ μὲν τοῦτον θαυμάζειν, ποτὲ δὲ ἐκεῖνον, ἐπὶ τὸ εἰς εὔνοιαν ἀμφοτέρους ἀγαγεῖν ἑαυτοῦ. 187 τοῦτο δὲ παρὰ μὲν ἐλάττονος εἰς μείζονας οὐκ ἄν ποτε γένοιτοπότε γὰρ ἂν παροξυνθείη ὁ ὑπερέχων ἐπὶ τῇ παρὰ τοῦ ἐλάττονος εἰς ἕτερον γινομένῃ τιμῇ; γίνεται δὲ παρὰ τῶν καθ' ὅτι δήποτε ὑπερεχόντων· οἱ γὰρ ἐλάττονες καὶ ἐφίενται τῆς παρὰ τῶν μειζόνων τιμῆς καὶ ἀποτυγχάνοντες δάκνονται. 1 Kor 10,25 Ἀγοράζοντες, φησί, μὴ περιεργάζεσθε, ἵνα μὴ πληγῆτε τὸ συνειδός· τὸ γὰρ ἐν ἀγνοίᾳ γινόμενον οὐ πλήσσει, τὸ δὲ μὴ πλῆσσον οὐ κατακρίνει.

1 Kor 11,3 Τοῦτο βούλεται εἰπεῖν ὅτι ἀπὸ μὲν τοῦ Χριστοῦ ἐπὶ τὸν θεὸν

χωροῦμεν ἐξ οὗπερ ἔστιν, ἀπὸ δὲ τοῦ ἀνδρὸς ἐπὶ τὸν Χριστόν· ἐξ ἐκείνου γὰρ ἐσμὲν κατὰ τὴν δευτέραν ὕπαρξιν, καθ' ἣν ἀνάστασιν ὁμοίως αὐτῷ πάντες ἐσόμεθα ἄφθαρτοι κατὰ μετουσίαν τῆς ἐν αὐτῷ τοῦ πνεύματος χάριτος. παθητοὶ μὲν γὰρ ὄντες κεφαλὴν ἡγούμεθα τὸν Ἀδὰμ ἐξ οὗπερ τὸ εἶναι εἰλήφαμεν, ἀπαθεῖς δὲ γενόμενοι κεφαλὴν ἡγούμεθα τὸν Χριστὸν ἐξ οὗπερ ἀπαθεῖς εἶναι ἐσχήκαμεν. ὁμοίως δέ, φησίν, καὶ ἀπὸ τῆς γυναικὸς ἐπὶ τὸν ἄνδρα, ἐπειδὴ ἀπ' ἐκείνου τὸ εἶναι εἴληφεν. 1 Kor 11,4-5 Προεφήτευον οὐ μόνον ἄνδρες ἀλλὰ καὶ γυναῖκες. φανερώτερον δὲ τὰ πνευματικὰ χαρίσματα ἐδίδοτο τοῖς βαπτιζομένοις τότε, καὶ πολλὴ μὲν ἦν καὶ διαφορὰ ἡ προφητεία κατὰ τὰς χρείας, μάλιστα δὲ τοὺς ἐν ὑποκρίσει εἰσιόντας πειρᾶσαι τὴν ἐκκλησίαν ἀπήλεγχον. Ἀνὴρ ἐὰν κατακαλύπτηται, ὑβρίζει τὴν ἑαυτοῦ κεφαλήν, αὐτὸς κεφαλὴ τυγχάνων ὡς ὁ Χριστός· ἡ δὲ γυνὴ ἐὰν ἀκατακάλυπτος προσεύχηται, ὑβρίζει τὸν ἄνδρα, τὴν ἑαυτοῦ κεφαλήν, τὴν ἐκείνου τιμὴν ὑποσυλῶσα καὶ κεφαλὴ αὐτὴ εἶναι βουλομένη ἀρχική. ἐν δὲ πολλοῖς ἀντιγράφοις φέρεται ἀντὶ τοῦ ἔχειν τι ἐπὶ τῆς κεφαλῆς· ὃ δηλοῖ τὸ ὑποτετάχθαι τῷ ἀνδρί. 1 Kor 11,7 ∆είκνυσιν αὐτὸ ἄτοπον ἀπὸ τῆς εὐσεβείας καὶ ἀπὸ τῆς φύσεως καὶ ἀπὸ τῆς δημιουργίας. 188 1 Kor 11,8 Τὴν γυναῖκα δόξαν μὲν εἶπεν, οὐ μὴν καὶ εἰκόνα διὰ τὸ ἀσαφὲς προσέθηκεν, ἐπειδὴ ἡ δόξα εἰς τὴν ὑπακοὴν ὁρᾷ, ἡ δὲ εἰκὼν εἰς τὸ ἀρχικόν. 1 Kor 11,18 Πρὸ γὰρ ἁπάντων ὑμῶν ἐκεῖνο αἰτιῶμαι, φησίν· τὸ γὰρ πρῶτον ἀντὶ τοῦ πρὸ πάντων λέγει ὡς καὶ ἐν τῇ πρὸς Ῥωμαίους· πρῶτον μὲν ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ. 1 Kor 11, Κυριακὸν αὐτὸ καὶ ἀπὸ τοῦ καιροῦ καὶ ἀπὸ τοῦ τύπου λέγει, ὡς ἂν ἐπ' ἐκείνης τῆς ἡμέρας ἐν τῷ τῆς συνελεύσεως τόπῳ κατὰ ταὐτὸν ἐσθίειν αὐτοὺς τοῦ νενομισμένου. 1 Kor 11,-22 Ἢ καὶ τοῦτο ἐγκαλεῖ ὅτι