1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

8

τῷ μυστικῷ δείπνῳ ὡς τῷ συνήθει προσεφέροντο. διὸ καὶ ὡς εἰς κόρον λαμβάνοντες ἐμέθυον. ἤσθιον οὖν οὐχ ὡς μυστικὸν δεῖπνον ἀλλ' ὡς ἴδιον· ἃ γὰρ ἔφερον αὐτοὶ καθ' ἑαυτούς, ἀνήλισκον ὡς ἴδιον δεῖπνον. λοιπὸν συνέβαινεν μήτε κοινωνεῖν τοὺς πένητας οὐκ εὐποροῦντας εἰς τὰς τῶν μυστηρίων προσφοράς. διό, φησίν, καταισχύνετε τοὺς πένητας μὴ ἐκδεχόμενοι αὐτούς, ἀλλὰ προλαμβάνοντες καὶ ἐσθίοντες οὐκέτι ὡς κυριακὸν δεῖπνον τὸ πᾶσι κοινῶς εἰς σωτηρίαν ἀφθόνως προκείμενον, ἀλλ' ὡς ἴδιον καὶ οἷόν τε ἀνθρώπινον, καίτοιγε ὁ κύριος ὡς σωτήριον ἑαυτοῦ σῶμα καὶ αἷμα εἰς κοινὸν πᾶσιν αὐτοῖς μισθὸν προέθηκεν· ὑμεῖς δὲ ὡς μὴ ἀκολουθοῦντες τῇ τοῦ κυρίου διδασκαλίᾳ, ἱκανὴν δὴ ὑπέστητε τιμωρίαν. 1 Kor 11,23 Τὸ παρέλαβον ἀπὸ τοῦ κυρίου λέγει ἀντὶ τοῦ παρέλαβον ὡς αὐτοῦ τοῦ κυρίου οὕτω ποιεῖν παραδεδωκότος· οὐ γὰρ δὴ παρῆν τούτων παρ' αὐτοῦ τοῖς μαθηταῖς παραδιδομένων. 1 Kor 11,28 Ἕκαστος, φησίν, ἐξεταζέτω τὴν οἰκείαν διάνοιαν, ἥντινα περὶ τῶν μυστηρίων κέκτηται τὴν ὑπόληψιν, καὶ τότε αὐτῶν μετεχέτω· τὸ γὰρ 189 ἑαυτὸν ἀντὶ τοῦ τὴν διάνοιαν ἑαυτοῦ λέγει, καθ' ὅλου περὶ τῆς τῶν μυστηρίων ὑπολήψεως ἐν τούτοις λέγων. 1 Kor 11,33-34 Τινὲς οὐ προσεσχηκότες τῇ διανοίᾳ τῶν κειμένων νομίζουσι τοῦ ἀποστόλου πληροῦν τὸν σκοπόν, εἰ σπανιώτατά που τῶν μυστηρίων μετέχοιεν. δέον αὐτοὺς συνιδεῖν ὅτι εἴπερ πάντη καθαρεύοντας ἁμαρτίας βούλεται κοινωνεῖν ἡμᾶς, οὐδέποτε βούλεται ἡμᾶς κοινωνεῖν· πρῶτον μὲν ἁμαρτίας ἀδύνατον πάντη καθαρεύειν ἄνθρωπον ὄντα· δεύτερον δέ, εἰ καὶ τοῦτο ἦν δυνατόν, ἀλλ' οὐχ ἡμᾶς γε τοῦτο περὶ ἑαυτῶν ὑπειληφότας κοινωνεῖν δίκαιον ἦν. καὶ ποῦ στήσεται τὸ ὁσάκις ἐὰν ἐσθίητε; συνέχειαν γὰρ δείκνυσι τῆς κοινωνίας τὸ εἰρημένον, ᾧ δὴ σύνδρομος καὶ ὁ ἐπὶ τῆς ἐκκλησίας θεσμὸς πάντοτε ἐπιτελεῖσθαι βουλόμενος τὰ μυστήρια. τῶν οὖν μυστηρίων τὸν μὲν τὰ μέγιστα καὶ ἄγαν ἀπηγορευμένα διαπραττόμενον ἀπέχεσθαι ὅσιον, περὶ ὧν καὶ ὁ ἀπόστολος ἀπεφήνατο σαφῶς οὐκ ἐνεῖναι τῆς βασιλείας τυχεῖν τὸν διαπραττόμενον· τῷ γὰρ τοιούτῳ τότε καλὸν μετέχειν αὐτῶν, ἐπειδὰν τῶν ἁμαρτημάτων δέει τῶν νενομοθετημένων ἀπόσχηται πρότερον. τῶν δέ γε λοιπῶν ὅσα συμβαίνειν ἀνθρώποις ἀνάγκη, πολλὰ μὲν καὶ ὑπὸ τῶν καθημερινῶν συμπτωμάτων, πλεῖστα δὲ καὶ ὑπὸ τῆς ἀσθενείας τῆς φύσεως, σπουδάζειν μὲν ὅση δύναμις ἀπέχεσθαι προσῆκεν· ἐπιμέλεια γὰρ ἀρετῆς καὶ ἡ καθημερινὴ τοῦ βίου μελέτη ἐλαττοῦν τὰ τοιαῦτα δύναται πάντως. περιπίπτοντας δὲ τοῖς τοιούτοις οὐκ ἀποστερεῖν τῶν μυστηρίων καλὸν ἑαυτούς, προσιέναι δὲ πλείονι τῷ φόβῳ λογιζομένους μὲν αὐτῶν τὸ μέγεθος, ποιουμένους δὲ ἐπ' ἐλπίσιν ἀγαθαῖς τὴν μετάληψιν, ὡς ἂν καὶ ἀφέσεως ἡμῖν ἐκεῖθεν προσγινομένης, ὅταν ἀπεχώμεθά γε τῶν <τοιούτων> κατὰ δύναμιν καὶ τῶν λοιπῶν μὴ καταμελοῦντες φαινοίμεθα, καὶ μὴν καὶ πνευματικῆς συνεργείας πρὸς εὐμαρεστέραν τοῦ βίου κατόρθωσιν· πάντα γὰρ ὅσα διὰ τοῦ θανάτου προσγέγονεν ἡμῖν τοῦ Χριστοῦ, ταῦτα καὶ ἀπὸ τῶν συμβόλων ἐπιτελεῖσθαι τοῦ θανάτου δίκαιον. ὥστε ἐγὼ θαρρῶν εἴποιμι ἄν, ὅτι κἂν τὰ μέγιστά τις ἡμαρτηκὼς τυγχάνῃ, δοκιμάσας δὲ πάσης ἀτόπου πράξεως ἀπέχεσθαι τοῦ λοιποῦ καὶ βλέπειν εἰς ἀρετήν, ἀκολούθως τοῖς νόμοις πολιτευόμενος τοῦ Χριστοῦ, τὴν τῶν μυστηρίων <μετάληψιν> ποιήσαιτο πάνυ πεπιστευκὼς ἁπάντων λήψεσθαι τὴν συγχώρησιν, οὐδαμῶς ἀποτεύξεται τῶν πεπιστευμένων.

190 1 Kor 12,1 Ἀντὶ τοῦ θέλω ὑμᾶς καὶ τῶν πνευματικῶν χαρισμάτων εἰδέναι

τὴν τάξιν, ὥστε βούλομαί τι καὶ περὶ τούτων εἰπεῖν. 1 Kor 12,3 Ἴσως δὲ ὅτι καὶ εἰς ὠφέλειαν τῶν ἀκουόντων ὑπὸ ἀνάγκης θείας ὡμολόγουν οἱ δαίμονες τὸν κύριον. 1 Kor 12,7 Οὐκ ἁπλῶς εἶπεν πνεῦμα, ἀλλὰ φανέρωσις πνεύματος, τοῦτ' ἔστιν ἐνέργεια πνεύματος, δι' ἧς δῆλον γίνεται ὅτι διὰ τὴν εἰς Χριστὸν πίστιν τὰ πνευματικὰ