1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

5

λοιπῶν πάντων τὸν διαπραττόμενον· τὸ οἰκεῖον γὰρ οὗτος μολύνει σῶμα. Ὁ μὲν ἄλλους ἀδικῶν οὐκ εἰς τὸ ἑαυτοῦ σῶμα ἁμαρτάνει, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει· ἄτοπον δὲ μηδὲ ἑαυτὸν φείδεσθαι. ἴσως δὲ καὶ ὡς κατερώτησιν ὁ λόγος εἴρηται. διό φησιν· ἴσθι μὴ καλῶς ἀποφαινόμενος ὁ λέγων· πᾶν ἁμάρτημα ἔξω τοῦ σώματοςεἰς γὰρ ἄλλον γίνεται, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει καὶ ἐξουσίαν ἔχει; οὐκέτι γὰρ σὸν ἴδιον τὸ σῶμα τοῦ πιστεύσαντος ἀλλὰ τοῦ θεοῦ. 1 Kor 6, Τῷ αἵματι αὐτοῦ ὁ κύριος ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς δουλείας τῆς ἁμαρτίας καὶ ἤγαγεν εἰς τὴν ἐλευθερίαν τῆς δικαιοσύνης. διὸ πρέπον τιμῆσαι τῇ σωφροσύνῃ τὸν ἀγοράσαντα κύριον.

1 Kor 7,5 Ἀκρασίαν οὐ τὴν ἀσέλγειαν λέγει, ἀλλὰ τὸν κρατεῖν οὐ δυνάμενον

εἰς πορνείαν καταφέρεσθαι. 1 Kor 7,8 Οὐκ εἶπεν αὐτὸ γνώμης κατόρθωμα ἀλλὰ θείας χάριτος ἔργον, εἰκότως· τὸν γὰρ ἐναντία τῇ φύσει κατορθοῦν αἱρούμενον οὐ τῆς ἡμετέρας δυνάμεως ἀλλὰ τοῦ τῆς φύσεως ποιητοῦ. οὕτω καὶ ὁ κύριος· 182 οὐ πάντες, φησί, χωροῦσι τὸν λόγον, ἀλλ' οἷς δέδοται, δόσιν αὐτὸ καὶ χάριν καὶ αὐτὸς προσειπών. 1 Kor 7,14 Κατὰ τὸ ἡμέτερον δηλονότι ἀγόμενον βούλημα ἅγιον εἶναι δύναται. Ἡγίασται ἀντὶ τοῦ κεκάθαρται. ταῦτα δὲ εἶπεν, ἐπειδὴ ἀμφέβαλλον μὴ μιαίνοντες τῇ τῶν ἀπίστων κοίτῃ οἱ ἄπιστοι. 1 Kor 7,17 Περιττὸν γὰρ οἴεσθαι ταῦτα ἐμποδὼν αὐτῷ πρὸς εὐσέβειαν γίνεσθαι, ἐν οἷς τὸ πρότερον ὢν κληθῆναι πρὸς τὴν πίστιν οὐκ ἐκωλύθη· τοῦτο γὰρ σημαίνει τὸ ὡς κέκληκεν. καὶ δεικνὺς τὸ τοῦ παραγγέλματος ἀναγκαῖον· καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι. 1 Kor 7,18 Τὴν ἀφῃρημένην σάρκα οὐ δήπου ἐπισπᾶσθαι δυνατόν. ὁ μακάριος δὲ Ἐπιφάνιος ὁ Κύπρου δυνατὸν ἔφη τοῦτο γίνεσθαι· τὸ δὲ ὅπως τοὺς βουλομένους εἰδέναι παραπέμψωμεν τοῖς ὑπ' αὐτοῦ εἰρημένοις ἐντυχεῖν. 1 Kor 7,25 ∆ηλονότι καὶ περὶ τούτου γεγραφηκόσιν αὐτοῖς ἀποκρίνεται, ἀμφότερα πάντως μαθεῖν βουληθέντων αὐτῶν, καὶ εἰ τοὺς ἐν γάμῳ προσῆκεν ἀλλήλων ἀπέχεσθαι, καὶ εἰ τοὺς μηδέπω πειραθέντας μεῖναι ἐπὶ τοῦ προτέρου σχήματος. ὅταν οὖν εἴπῃ· περὶ τῶν παρθένων, δηλονότι περὶ τῆς παρθενίας λέγει, τὰ ὅμοια καὶ ἐπὶ τούτου περί τε τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν φθεγγόμενος. 1 Kor 7,26 Παρενθεὶς τὴν καθ' ὅλου παραίνεσιν ἐπὶ τὴν οἰκείαν ἀκολουθίαν ἀνατρέχει, ἑρμηνεύων τὸ διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, καὶ τὸ θλίψιν τῇ σαρκὶ ἕξουσιν. 183 1 Kor 7,28-29 ∆ιὰ τὰς ἐν τῷ κόσμῳ τούτῳ περιστάσεις καὶ μερίμνας τὰς περὶ τὴν γυναῖκα καὶ τὴν οἰκίαν. Ἀλλὰ καὶ ἡδονήν, φησίν, ἀλλὰ καὶ ταύτην ὅρα πῶς ἀνέστειλε τῇ βραχύτητι τοῦ καιροῦ, εἰπών· ὁ καιρὸς συνέσταλται, τοῦτ' ἔστιν ἀποδημεῖν κελευόμεθα καὶ ἐξιέναι λοιπόν. σὺ δὲ ἐνδοτέρω τρέχεις, καὶ οὐ δεῖ καὶ τοσοῦτον ὄγκον ἐπιφέρεσθαι. Συνεστάλθαι λέγει ὡς πρὸς τοὺς παλαιοὺς οἷς ὁ βίος ἀμφὶ τὰ ἐννακόσια ἔτη ἐγίνετο. 1 Kor 7,31 <Ὡς μὴ καταχρώμενοι>, ἀντὶ τοῦ μὴ ὡς παραχρώμενοι μηδὲ ὡς κατατρυφῶντες. 1 Kor 7,33 Εἴτε γὰρ χαρὰ σωματική, εἴτε ἄλλη τις φροντὶς βιωτική, πάντως ἀπάγει τοῦ θεοῦ καὶ περὶ αὐτὴν ἀσχολεῖ. 1 Kor 7,36 Εἴ τις εὐθράσει τῇ τῆς θυγατρὸς προαιρέσει, φοβεῖται δὲ μὴ ὑπέρακμος γενομένη διαφθαρῇ καὶ ἀσχημοσύνην αὐτῷ ἐνέγκῃ, ἐκδότω αὐτήν, εἰ ἀνάγκη ἐστίν· οὐ γὰρ ἁμαρτάνει. τὸ γὰρ καὶ οὕτως ὀφείλει γίνεσθαι, ἀντὶ τοῦ καὶ εἰ ἀνάγκη ἐστίν. 1 Kor 7,37 Καλῶς παρέθηκε τὸ μὴ ἔχων ἀνάγκην· ἐκχωρεῖ γὰρ πολλάκις προειλῆφθαί τινα μνηστείας ἐγγύην, ὑφ' ἧς ἐπὶ τὴν ἔκδοσιν συνωθεῖται τῆς οἰκείας παιδός. ἔστιν δὲ ὅτε καὶ οἰκέτης ὢν φυλάττειν μὲν βούλεται, οὐ δύναται δὲ τῷ τὸν δεσπότην πρὸς γάμον ἐκδοῦναι βούλεσθαι. 1 Kor 7,39 Μόνον ἐν κυρίῳ τὴν εὐσέβειαν φυλάττουσα, ἐὰν ἀπίστῳ συνοικήσῃ.