1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

10

καὶ γὰρ τοῦτο πνευματικὸν τὸ χάρισμα. θέλω δὲ μᾶλλον προφητεύειν ὑμᾶς· τοῦτο γὰρ μεῖζον τὸ χάρισμα. 1 Kor 14,14 Προσεύξομαι ἀντὶ τοῦ εὐχαριστήσω καὶ εὐλογήσω. νοῦν δὲ εἶπε τὸν νοούμενον λόγον. 1 Kor 14,16 Ἰδιώτην λέγει τὸν λαϊκὸν πρὸς ἀντιδιαστολὴν τοῦ ἱερέως. 1 Kor 14,19 Τοῦτο ἔφη, ἵνα μὴ νομίζητε διὰ τὸ μὴ κατηξιῶσθαι χαρίσματος γλωσσῶν **. 1 Kor 14,26 Ὡς μέγα χάρισμα τὸ τῶν ψαλμῶν τῶν ἄλλων προέταξεν. πάντα οὖν κατὰ τάξιν γινέσθω· ψαλλέτω ὁ καταξιωθεὶς ψαλμοῦ, διδασκέτω 193 ὁ εὐπορῶν διδαχῆς, ἐκφωνείτω τὴν ἀποκάλυψιν ὁ ἀποκαλύψεως τετυχηκώς. 1 Kor 14,27-28 Μὴ θορυβεῖτε, φησί, ταῖς γλώσσαις τὴν ἐκκλησίαν οὐκ ὄντων τῶν ἑρμηνευόντων αὐτάς. εἰ δὲ καὶ εἶεν, πάντα τάξει γινέσθω. 1 Kor 14,29 Μὴ πλάνης πνεῦμα λαλείη, διακρινέτωσαν· ἀντὶ τοῦ σαφηνιζέτωσαν. 1 Kor 14,34-36 Ἐπειδὴ ὀπίσω εἶπεν· τὰς γυναῖκας προφητεύειν, μήποτε ἐν οἴκῳ ἐπροφήτευον. ἢ σιγάτωσαν ἀντὶ τοῦ μὴ διδασκέτωσαν. διαφέρει δὲ προφητεία διδασκαλίας. Ἀκολουθεῖτε, φησί, ταῖς ἄλλαις ἐκκλησίαις καὶ μηδὲν καινοτομεῖτε ὡς μόνοι τοῦ κηρύγματος ἠξιωμένοι· οὐ γὰρ ἀφ' ὑμῶν ἤρξατο ὁ λόγος, οὔτε εἰς ὑμᾶς περιεκλείσθη. σιγάτωσαν καὶ παρ' ὑμῖν αἱ γυναῖκες ὡς καὶ πανταχοῦ ἐν ταῖς ἐκκλησίαις. 1 Kor 14,37-38 Εἴ τις ἀγνοεῖ, φησίν, ὅτι τοῦ κυρίου ἐστὶν ἃ γράφω καὶ οὐκ ἐμά, οὐκ ἔστιν προφήτης οὐδ' ἔχει πνεῦμα θεοῦ, ἀλλ' ἀγνοεῖται ὑπὸ τοῦ ἁγίου πνεύματος.

1 Kor 15,1-2 Εἰ γὰρ εὐηγγελίσατο καὶ παρέλαβον καὶ μὴν καὶ κατέχουσιν ἔτι

τοῦτο γάρ ἐστι τὸ ἐν ᾧ καὶ ἑστήκατε, περιττὸν τὸ περὶ τούτου γράφειν, εἰ μὴ ἄρα ἐκεῖνοι τῷ δοκεῖν τὰ Χριστιανικὰ κατέχοντες δόγματα, ἐπὶ τῶν πραγμάτων τὰ ἐναντία φαίνονται ἀσπαζόμενοι· ὅθεν καλῶς ἐπήγαγε τὸ δι' οὗ καὶ σώζεσθε, ἀντὶ τοῦ οὕτω κατέχετε ὡς ἂν καὶ σωτηρίας τυχεῖν ἐλπίζοντες ἀπ' αὐτοῦ. τὸ δὲ τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, ἀντὶ τοῦ τίς ὁ σκοπὸς τοῦ εὐαγγελίου, τίς ἡ αἰτία ἵνα τὸ μὲν εὐαγγέλιον ᾖ τοῦ Χριστοῦ ἡ ἀνάστασις, ὁ δὲ τούτου. σκοπὸς τὸ πιστεῦσαι ὅτι καὶ πάντες ἀναστησόμεθα ἀκολούθως ἐκείνῳ· 194 εἴπερ δὴ κατέχετε καὶ μὴ ἀπεβάλετε πάντα ὡς ἂν εἰκῇ πεπιστευκότες τοῖς παρ' ἡμῶν λεχθεῖσιν. 1 Kor 15,10 Οὐ κενὴ καὶ ἄπρακτος γέγονεν ἐν ἐμοὶ ἡ χάρις, ἀλλὰ πλείω τῶν ἄλλων ἐκοπίασα ἐν τῷ κηρύγματι. 1 Kor 15,14 ∆ιὰ γὰρ τῆς ἀναστάσεως αὐτοῦ ἡ ἄφεσις. 1 Kor 15,23 Ὁ θεσπέσιος Παῦλος τὸ περὶ τῆς ἐσομένης ἀναστάσεως ἡμῖν ἀποκαλύπτων μυστήριον, ἀπαρχὴν μὲν τὸν Χριστὸν ἀναστήσεσθαι λέγεικαὶ γὰρ δὴ καὶ ἐγήγερται πρῶτος ἐκ νεκρῶν, ἀλλ' ἔπειτα, φησίν, οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· πρὸ γὰρ τῶν ἄλλων ἁπάντων τοὺς οἰκειωθέντας αὐτῷ διὰ πίστεως δεῖ ἀναστήσεσθαι λέγει, χρεωστουμένην αὐτοῖς δὴ μάλιστα κυρίως τε καὶ ἰδικῶς ἐπιδεικνύων τὴν ἀνάστασιν, εἰ καὶ εἰς ὅλην διϊκνεῖται τὴν φύσιν ἐξ ἀγαθότητος δηλονότι καὶ φιλανθρωπίας τοῦ παντελῶς καταργῆσαι τὸν θάνατον ἐθελήσαντος θεοῦ. 1 Kor 15,24 Μετὰ γὰρ τὴν αὐτοῦ ἔσται πάντων ἡ ἀνάστασις, ὅτε καὶ τὸ τέλος, τὸ καταβαπτισθῆναι τὸν θάνατον καὶ ἔτι οὐκ ἔσται θάνατος, ἀλλὰ καταργεῖται ὁ κοινὸς ἀνθρώπων ἐχθρός, ὃν εἰσήγαγεν ὁ ἀόρατος θάνατος. 1 Kor 15,25 Ἐχθροὺς τὰς ἀντικειμένας δυνάμεις λέγει. 1 Kor 15,32 Ὑπὸ θηριώδων καὶ φονικῶν ἀνθρώπων ἀνῃρέθη. 1 Kor 15,36-38 Τοῦτο λέγει· ἐὰν μὴ διαφθαρῇ ὃ σπείρεις, οὐ ζωοποιεῖται, καὶ οὐδὲ αὐτὸ φύεται ἀλλὰ γένεσις ἑτέρῳ γίνεται, καὶ ταῦτα ποιεῖ ἡ τοῦ θεοῦ δύναμις. ἅπερ τις τεκμαιρόμενος οὐκ ὀφείλει ἀπιστῆσαι τῇ ἀναστάσει. 195 Ὥσπερ καὶ ἡ ὕελος ἐξ ἄμμου μέν ἐστιν, οὐκέτι δὲ ἄμμος ἀλλ' ἕτερόν τι παρ' ἐκεῖνο ἀφ' οὗ γέγονεν, καὶ ὁ στάχυς ὡσαύτως οὐκέτι κόκκος ἀλλὰ στάχυς ἕτερόν τι παρὰ τὸν κόκκον, οὕτως καὶ ἐν τῇ ἀναστάσει βέλτιον τὸ σῶμα μετασκευάζεται ὡς μηκέτι σὰρξ καὶ αἷμα ἀλλ' ἀθάνατόν τι καὶ ἀδιάφθορον ζῶον. 1 Kor 15,45-47 Τὸ ἐγένετο ὁ