1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

11

ἄνθρωπος εἰς ψυχὴν ζῶσαν γέγραπται· τὸ δὲ ὁ πρῶτος καὶ τὸ Ἀδὰμ αὐτὸς προσέθηκεν, ἵνα εἴπῃ τὸ ἔσχατος Ἀδάμ. Οὐ γὰρ εἶπεν εἰς ψυχὴν ζωοποιοῦσαν ἀλλὰ ζῶσαν, ἀντιδιαστέλλων πρὸς τὴν τῶν ἀλόγων ψυχὴν τὴν συμφθειρομένην τοῖς σώμασιν. ἐπεὶ οὖν καὶ ὁ πρῶτος ἄνθρωπος ἐγένετο εἰς ψυχὴν ζῶσαν, ἀπέθανεν καὶ οὐκ ἴσχυσεν ἀναστῆναι, ὁ δὲ δεύτερος, ὅτι πνεῦμα ζωοποιοῦν εἶχεν καὶ ψυχήν , ἀνέστησεν δι' ἑαυτοῦ. ἐπεὶ οὖν ὁ ψυχικὸς πρῶτος ἐγένετο, δεύτερον δὲ ὁ πνευματικός, ἀκολούθως πρῶτον ὁ θάνατος καὶ δεύτερον ἡ ἀνάστασις· ἕπεται γὰρ τῷ δευτέρῳ τὸ πρῶτον. διὸ καὶ ἡμεῖς ὡς ψυχικοὶ γεγονότες ἀποθνήσκομεν, καὶ πάλιν πνευματικοὶ γενόμενοι ἀνιστάμεθα. οὐκ ἔδει δὲ πρῶτον γενέσθαι αὐτὸν πνευματικὸν τὸν θάνατον, ἐπεὶ ἐκ παλιγγενεσίας οὐκ ἦν δυνατὸν αὐτὸν ἀποθέσθαι τὴν ἁμαρτίαν· ὁ δὲ θεὸς πάντα ἐν προγνώσει ποιεῖ. 1 Kor 15,48-49 Τοῦτο εἶπεν διὰ τὸ ἐξ οὐρανοῦ εἶναι τὸν θεὸν λόγον τὸν ἀτρέπτως γεγονότα ἄνθρωπον. οὐρανίους δὲ λέγει οὐχ ὡς ἐν ἁγιότητι ὁμοίους, ἀλλ' ὡς ἐν ἀφθαρσίᾳ ἀναστησομένους. εἰκόνα δὲ νῦν λέγει πεφορηκέναι ἡμᾶς τοῦ χοικοῦ κατὰ τὸ τεθνήξεσθαι, εἰκόνα δὲ τοῦ ἐπουρανίου κατὰ τὸ ἀναστήσεσθαι καὶ διαμένειν ἀφθάρτους. δῆλον δὲ ὅτι τοὺς χοϊκοὺς καὶ ἐπουρανίους τοὺς αὐτοὺς λέγει· χοϊκοὶ μὲν γὰρ πρὸ ἀναστάσεώς ἐσμεν , οὐράνιοι δὲ μετὰ τὴν ἀνάστησιν, κατὰ τὸν τοῦ φθαρτοῦ καὶ ἀφθάρτου λόγον, οὐ κατὰ τὸν τῆς οὐρανίου βασιλείας. 1 Kor 15,50-51 Σαφῶς καὶ διὰ τούτων διδάσκει, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται ἐπὶ τῶν ἀλλαγησομένων ἔταξεν, τὸ δὲ οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν ἐπὶ πάντων. 196 1 Kor 15,52 Ἐσχάτην σάλπιγγα ἐνταῦθα ἐκάλεσεν μεθ' ἣν ἀνίστανται ἅπαντες· αὕτη γὰρ ἡ τοῦ θανάτου κατάργησις. δῆλον δὲ ὅτι πολλαὶ μὲν φωναὶ σαλπίγγων γίγνονται, ἑκάστου δέ τινος ἐπιτελουμένου πάντως ἐστὶ σύμβολον. ἐπειδὴ τοίνυν τάξει τινὶ γίνεται ἕκαστον, εἰκότως ἐν τῇ ἐσχάτῃ σάλπιγγι τοῦτο ἔσεσθαί φησιν. Τὸ τῆς ἀλλαγῆς καὶ ἀφθαρσίας τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν ἐμφαίνει. 1 Kor 15,56 Νόμον ἐνταῦθα λέγει ἁπλῶς εἴτε τὸν ἐν τῇ φύσει κείμενον εἴτε τὸν θετόν· βούλεται γὰρ εἰπεῖν ὅτι τότε σὺν τῷ θανάτῳ καὶ ἡ ἁμαρτία λύεται, καὶ νόμος ἅπας ἀργεῖ, ἐπειδὴ ἄφθαρτοι γεγονότες τῇ τοῦ πνεύματος χάριτι κυβερνώμεθα.