Fragmenta in sancti Pauli epistulam ad Romanos

 καρπῶν καὶ ὑετῶν ἐνδείαις· ἀσχάλλοντες δὲ πρὸς τὰς τοιαύτας πληγὰς, ἐμακάριζον μὲν τοὺς ἀλλογενεῖς καὶ τοὺς μὴ δουλεύοντας τῷ Θεῷ ὡς ἐν εὐθυμίᾳ διάγον

 αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σε καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ· καὶ ὁ ἄνθρωπο

 κτίσις τὰ ἐν Χριστῷ, ὅτι καὶ ῥίζα τέθειται καινή· γέγονε δὲ καὶ δεύτερος Ἀδάμ· καὶ οὐχ ὥσπερ ἐκεῖνος ὀργῆς παραίτιος καὶ ἀποστροφῆς τῆς ἄνωθεν τοῖς ἐξ

 τουτέστι Χριστοῦ, τῇ τῶν φθασάντων σκαιότητι τὴν ἰσομοιροῦσαν ἡμῖν εἰσκομίζοντος χάριν· ἆρα οὖν, φησὶ, τοῦτο λέγων διημάρτηκα τἀληθοῦς; ἔξω φέρομαι το

 ὑφ' ἁμαρτίαν, καὶ κατώλισθεν εἰς φθορὰν, ἐντεῦθεν εἰσέδραμον τὴν τῆς σαρκὸς φύσιν ἡδοναί τε καὶ ἀκαθαρσίαι, ἀνέφυ δὲ καὶ ὁ ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαί

 ἐποιήσατο. οὐκοῦν ὁ Χριστὸν ὀνομάσας οὐκ ἀμνημονεύσει τοῦ Πατρὸς ἢ τοῦ Πνεύματος. ἐπειδὴ δὲ γενόμενος ἄνθρωπος, τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ἀνέτλη θάνατ

 δὲ καὶ καθ' ἕτερον τρόπον, αὐτῷ τὴν οἰκείαν ἀναθέντες ψυχὴν, μεταστοιχειούμενοι τὲ πρὸς ἁγιασμὸν καὶ εἰς εὐκλεᾶ πολιτείαν ἐν Ἁγίῳ Πνεύματι. Τοῦτο γινώ

 γὰρ ὑμῶν οὐκέτι κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν. ἄθρει δὴ οὖν ὅπως ἀποφοιτᾶν ἐπιτάττει τῆς τοῦ νόμου σκιᾶς, ὑποτρέχειν δὲ μᾶλλον τὴ

 φησὶν ὁ Παῦλος ὅτι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται. εἰ δὲ μάχεται τῷ νόμῳ τὸ φρόνημα τ

 ὄνησιν, ἐπεβούλευσεν ἀδοκήτως, ὡς καὶ τοῖς τὸν ὀφθαλμὸν ἀσθενοῦσι τοῦ ἡλίου τὸ φῶς. ὅταν οὖν λέγῃ ἀφορμὴν ταῖς ἐπιθυμίαις τρόπον τινὰ τὴν ἐντολὴν γεγε

 ταύτῃτοί φησι σοφὸς ὢν ὁ Παῦλος ἠπατῆσθαί τε διὰ τῆς ἐντολῆς, καὶ δι' αὐτῆς ἀποθανεῖν· ἀπέκτεινε γὰρ μονονουχὶ καταθήγουσα πρὸς ἀντίστασιν τὰς ἐν ἡμῖν

 ἐν τάξει τῇ οἰκετικῇ. Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω. Οἴονται κατὰ τὸ εἰκὸς τῶν ἀμαθεστέρων τινὲς τῶν Ἑλλήνων μῦθον ἐμπεδοῦν ἐθέλειν αὐτόν· ὃν οὐκ οἶδ'

 φύσεως τὰ πάθη περιεργάζεται, μόνον δὲ οὐχὶ καὶ ἀνορύττει λεπτῶς τὰ εἰς νοῦν ἔσω τῶν ἀῤῥωστημάτων, καὶ τῆς ἐμφύτου φιληδονίας τὸ σῶμα γράφεται, τοῦ νο

 κρατούντων εἴκοιεν νόμοις, μώμου καὶ γραφῆς εἶεν ἂν ἄξιοι, ὅτι μήτε ἀμείνους τῆς ἀνάγκης εἰσὶ, μήτε μὴν τὸ σφίσιν αὐτοῖς ἡδὺ διαπεραίνειν σπουδάζουσι,

 ἀνθρώπου διάνοιαν, ἀντεξάγοντος αὐτῇ τοῦ κακοῦ· διισχυρίζετο δὲ ὡς ἀσχάλλει μὲν ἔσθ' ὅτε τῶν ἐπιεικεστέρων ὁ νοῦς τοῖς τῆς σαρκὸς πάθεσι τυραννούμενος

 ἀποδέχεται τοίνυν ὡς ὠφελεῖν εἰδότας, τόν τε τοῦ Θεοῦ νόμον, φημὶ δὲ δὴ τὸν ἐν γράμμασι, καὶ τόν γε τοῦ πνεύματος, καθ' ὃν ἐσχήκαμεν τὸ θέλειν τὸ ἀγαθ

 τῇ ἀνθρώπου φύσει πρὸς Θεὸν εἰρηνεύει. Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκ

 παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς· ματαιότης γὰρ ἀληθῶς τῶν τοιούτων ὁ βίος· τούτοις ἡ κτίσις ὑποτάσσεται, καὶ οὔτι που π

 ποιεῖσθαι τὰς ἱκετείας, τίς ἂν εἰπέ μοι γένοιτο λόγος τῶν ἀποστολικῶν γραμμάτων; ἢ ὅποι περ ἂν βλέποι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς; φαμὲν οὖν, ὅτι προσ

 τῶν ἀνακειμένων. οὐδὲν οὖν ἄρα τοῖς ἐθέλουσιν ἐλθεῖν ἐμποδὼν ὁρᾶται κείμενον· ἀδικεῖ δὲ οὐδένα τὸ σύμπαν ἡ πρόγνωσις, οὔτε μὴν ὀνίνησί τινας. ἐπεὶ διδ

 πάντων χωρῆσαι πρὸς ὄλεθρον. τοῦτο δὲ ἦν σαγηνεύοντος μὲν τοὺς Ἰουδαίους εἰς εὐπείθειαν, ἀποκρουομένου δὲ τὰς τῶν ἀσυνέτων συκοφαντίας· ᾤοντο γὰρ τῶν

 ἐκλογήν τε καὶ πρόγνωσιν κλήσεώς τε καὶ χάριτος· ἐπενηνεγμένου γὰρ τοιούτου τινὸς, ἔδοξεν ἂν τότε ἀρτίως αὐτῷ πεποιῆσθαι λοιπὸν ὁ λόγος· ἀλλ' οὐκ οἶδα

 μακρᾶς ἀνεξικακίας, ὡς οἴεσθαί που τινὰς καὶ ἀφειδῆσαι λοιπὸν τῶν ἐπὶ τῆς γῆς τὸν Θεόν. ἀντεξάγει δὴ οὖν ὁ Παῦλος, καὶ τοῖς ἐκεῖνα 229 λέγουσιν ἀντανί

 ἐσκλήρυνεν αὐτὸς, φησὶ, τὴν καρδίαν Φαραώ· καὶ δὴ καὶ ἔφασκε πρὸς αὐτόν Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου· οὐκοῦν εἰ κ

 Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης. Οὐκοῦν κἂν πολλοὶ εἶεν ὡς ἡ ψάμμος ὁ Ἰσραὴλ, τὸ κατάλειμμα σωθήσεται· τουτέστιν, οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικα

 νόμου φησὶν ὁ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτῇ· ἀλλ' ἦν οὐδεὶς παντελῶς ὁ ἀμωμήτως αὐτὴν κατορθῶσαι δυνάμενος· Τίς γὰρ συνήσει παραπτώματα; οὐκοῦν

 οὕτω τὴν δίωξιν ὑπομεμενήκασιν, ὡς καὶ ἐν σπηλαίοις καὶ πετρῶν καταδύσεσι κρύπτεσθαι προφήτας, ὅτε καὶ αὐτὸς Ἠλίας ἀνέθει μὲν εἰς βαθεῖαν ἔρημον, προσ

 τοιοῦτόν τι πε241 πράχθαι, καθάπερ ἐγὼ οἶμαι, καὶ ὁ θεσπέσιος ἔφη Παῦλος, ἀπογινώσκειν οὐκ ἐφιεὶς, καίτοι προσκεκρουκότα, τὸν Ἰσραήλ. Εἰ δὲ τὸ παράπτω

 ταύτῃτοι καὶ πώρωσιν αὐτοῖς ἀπὸ μέρους γενέσθαι φησί. Καθὼς γέγραπται Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος. Ὅτι μέλλει σώζεσθαι καὶ ὁ ἀπόβλητος Ἰσραὴλ κατὰ καιροὺς

 ἐδωδίμων ἡ χρῆσις· τοῖς γεμὴν οὔπω πρὸς τοῦτο γνώμης ἱγμένοις, οὔπω μὲν καθαρὰ κατὰ τὸ αὐτοῖς δοκοῦν ἔχειν ὀρθῶς, κοινὰ δὲ, ὅτι σκάζει πως αὐτοῖς πρὸς

 αὐτοῦ λύτρωσιν οὐ προσιεμένης, μὴ ἀπρακτῆσαι δοκεῖν τὴν ἄφραστον τοῦ Θεοῦ χάριν, ὀλίγων καὶ μόλις κομιδῆ διασεσωσμένων τῶν πεπιστευκότων ἐξ Ἰσραήλ· τα

Fragmenta in sancti Pauli epistulam ad Romanos

CYRILLI ARCHIEPISCOPI ALEXANDRINI FRAGMENTA QUOT SUPERSUNT IN EPISTOLAM AD ROMANOS.

174 Περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος ∆αβὶδ κατὰ 175 σάρκα. ΤΟΝ γεμὴν ἐκ σπέρματος ∆αυεὶδ γεγονότα, κατὰ τὴν σάρκα ὡρίσθαι φησὶν εἰς υἱὸν Θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν. ὡρίσμεθα μὲν γὰρ καὶ ἡμεῖς εἰς υἱοὺς, ἀλλ' οὐκ ἐν δυνάμει μᾶλλον, ἀλλ' ὡς ἐν χάριτος μοίρᾳ, τῆς κλήσεως ἀξιούμενοι καὶ ὡς ἐν μόνῃ θελήσει τοῦ Θεοῦ καὶ Πατρὸς τὸ χρῆμα κερδαίνοντες· ὁ δέ γε Ἐμμανουὴλ οὐκ ἂν ὧδε ἔχοι· πολλοῦ γε καὶ δεῖ· ἀλλ' εἰ καὶ γέγονεν ἐκ σπέρματος τοῦ ∆αυεὶδ κατὰ σάρκα, καὶ ὡς εἷς ἐξ ἡμῶν εἰς υἱὸν λογίζεται Θεοῦ διὰ τὸ ἀνθρώπινον, ἀλλ' οὖν ἐν δυνάμει καὶ ἀληθείᾳ κατὰ φύσιν Υἱός ἐστι, δι' οὗ καὶ ἡμεῖς υἱοποιούμεθα· εἴπερ ἐστὶν ἀληθὲς εἰπεῖν, ὡς τὸ αὐτοῦ Πνεῦμα πεπλουτηκότες διὰ τοῦ ἁγίου 176 βαπτίσματος, τότε δὴ τότε καὶ ἀνεπιπλήκτως φαμέν "Ἀββὰ ὁ "πατήρ·" οὐκοῦν ὡς εἰκόνες πρὸς ἀρχέτυπον, οὕτω καὶ ἡμεῖς οἱ κατὰ θέσιν υἱοὶ πρὸς τὸν φύσει τε καὶ δυνάμει καὶ ἀληθῶς ἐκ Πατρὸς μεμαρτυρημένον εἰς τοῦτο. Ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. Πῶς δὲ γινώσκεται διὰ τῆς δημιουργίας ἡ ἀΐδιος αὐτοῦ δύναμις; ὅτι φθαρτὴν ἐχόντων τὴν φύσιν τῶν παρηγμένων εἰς γένεσιν καὶ κεκλημένων ἐν χρόνῳ πρὸς ὕπαρξιν, ἔσται που πάντως ὁ τούτων δημιουργὸς ἄφθαρτος καὶ ἀΐδιος· οὐκοῦν οὐδεμίαν εὑρήσουσιν ἀπολογίαν ἐν ἡμέρᾳ κρίσεως. Μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσῃ; Ἐντιμότεροι τῶν ἄλλων οἱ προεγνωσμένοι καὶ νόμον λαχόντες παιδαγωγὸν, καὶ ὑποσχέσεις ἔχοντες ἐπὶ Χριστῷ, καὶ δὴ καὶ ἀπειληφότες καὶ προκεκλημένοι τῶν ἄλλων· ἔφασκεν γὰρ ὁ Σωτήρ "Οὐκ ἀπεστάλην εἰ μὴ πρὸς τὰ "πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ·" καὶ τῶν διὰ πίστεως ἀνασεσωσμένων ἀπαρχὴ γεγονότες. οὐ γὰρ εἴ τινες ἐκ φρενοβλαβείας τοῦ πιστεύειν ἀπώλισθον, ταύτῃτοι, φησὶν, ἀφαμαρτήσειεν ἂν τοῦ καὶ ἀληθὴς εἶναι Θεός; οὐκοῦν πέπομφε μὲν ἐξ οὐρανοῦ τὸν Υἱὸν ὁ Πατὴρ, πεπιστεύκασι γεμὴν οὐ πάντες αὐτῷ· ἆρ' οὖν ὅτι γεγόνασί τινες ὑβρισταί τε καὶ ἄπιστοι, οὐκ ἔσται ὁ Θεὸς ἀληθὴς διὰ τοῦτο; μὴ γένοιτο· γινέσθω δὲ ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος ψεύστης· ἀντὶ τοῦ νοείσθω τε καὶ λεγέσθω πρὸς ἡμῶν ἀληθὴς, καθοριζέσθω δὲ ὥσπερ ἀνθρώπου παντὸς τοῦ ψεύδους τὸ κατηγόρημα. ἄτρεπτος μὲν γὰρ καὶ ἀναλλοίωτος παντελῶς ἡ θεία φύσις ἐστίν· σεσάλευται δὲ λίαν ἡ ἀνθρώπου φύσις καὶ ὅσον ἧκεν εἰς τὸ ἐγχωροῦν πᾶς ἄνθρωπος 177 Ψεύστης· καταθλεῖ γὰρ ἔσθ' ὅτε τῆς ἀνθρώπου διανοίας ὡς ἁμαρτία τὸ ψεῦδος, καὶ δέχεταί πως ἡ φύσις καὶ τοῦ τοιοῦδε τὴν νόσον· ἐπὶ δέ γε τοῦ πάντων κρατοῦντος Θεοῦ, τοιοῦτόν τι νοεῖν ἢ λέγειν οὐ θέμις. οὐκοῦν τό γε δύνασθαι παθεῖν τὸ ψεῦδος τὴν ἀνθρώπου φύσιν, ἤγουν τὴν διάνοιαν, ἀληθὲς ἔσται τὸ κατηγόρημα· οὕτω που φησὶ καὶ ὁ μακάριος ∆αυείδ " ̓Εγὼ εἶπα ἐν τῇ ἐκστάσει μου Πᾶς ἄνθρωπος ψεύστης·" ὁ αὐτὸς δ' ἂν γένοιτο λόγος περί τε Θεοῦ καὶ ἡμῶν καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων· οἷον ἐπὶ τῆς δικαιοσύνης, φαίη γὰρ ἄν τις καὶ οὐκ ἔξω λόγου Γινέσθω δίκαιος ὁ Θεὸς, πᾶς δὲ ἄνθρωπος ἄδικος. Εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησι. Ἡ τῆς τοιαύτης διαβολῆς πρόφασις ἐντεῦθεν γεγενήται· μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον οἱ υἱοὶ Ἰσραὴλ κελευσθέντες ὑπὸ Κύρου ἀναδείμασθαι τὸν νεὼν καὶ πληροῦν εὐχὰς καὶ προσάγειν θυσίας, γεγόνασι ῥᾴθυμοι, προφασιζόμενοι πτωχείαν καὶ τὴν ἀπὸ τῆς αἰχμαλωσίας ταλαιπωρίαν· ταύτῃ συμμέτροις ἐσωφρονίζοντο παιδείαις, ἀφορίαις 1