1
Chronographia compendiaria
ΙΩΗΛΟΥ ΧΡΟΝΟΓΡΑΦΙΑ ΕΝ ΣΥΝΟΨΕΙ. Ἰστέον ὅτι ὁ μὲν Ἀδὰμ ἐπέθηκεν ὀνόματα τοῖς παισὶν αὐτοῦ καὶ πᾶσι τοῖς ζῴοις χερσαίοις τε καὶ θαλαττίοις, τὸ δὲ αὐτοῦ ὄνομα καὶ τῆς γυναικὸς αὐτοῦ ἄγγελος κυρίου εἶπεν αὐτοῖς. καὶ ὁ μὲν Κάϊν ἔλαβε γυναῖκα τὴν πρώτην αὐτοῦ ἀδελφὴν Ἀζούραν, ὁ δὲ Σὴθ τὴν δευτέραν Ἀσουάμ, ὁ δὲ Ἄβελ παρθένος καὶ δίκαιοςὑπῆρχεν. ὁ δὲ Κάϊν τῆς οἰκίας αὐτῷ πεσούσης ἀπέθανεν. ὁ δὲ Σὴθ πρῶτος ἐξεῦρε γράμματα Ἑβραϊκὰ καὶ σοφίαν καὶ τὰ σημεῖα τοῦ οὐρανοῦ καὶ τὰς τροπὰς τῶν ἐνιαυτῶν καὶ τοὺς μῆνας καὶ τὰς ἑβδομάδας, καὶ τοῖς ἄστροις ἐπέθηκεν ὀνόματα καὶ τοῖς πέντε πλανήταις εἰς τὸ γνωρίζεσθαι ὑπὸ τῶν ἀνθρώπων καὶ μόνων. καὶ τὸν μὲν πρῶτον πλανήτην ἐκάλεσε Κρόνον, τὸν δὲ δεύτερον ∆ία, τὸν τρίτον Ἄρεα, τὸν τέταρτον Ἀφροδίτην καὶ τὸν πέμπτον Ἑρμῆν. μετὰ δὲ τὸν κατακλυσμὸν Καϊνᾶν ὁ υἱὸς Ἀρφαξὰδ συνε 4 γράψατο τὴν ἀστρονομίαν, εὑρηκὼς τὴν τοῦ Σὴθ καὶ τῶν αὐτοῦ τέκνων ὀνομασίαν καὶ τῶν ἀστέρων ἐν πλακὶ λιθίνῃ γεγλυμμένην. οἱ γὰρ τοῦ Σὴθ ἔκγονοι προμυηθέντες ἄνωθεν τὴν μέλλουσαν γενέσθαι φθορὰν τῶν ἀνθρώπων ἐποίησαν δύο στήλας, μίαν μὲν λιθίνην ἑτέραν δὲ πλινθίνην, λογισάμενοι ὅτι, εἰ μὲν δι' ὕδατος ὁ κατακλυσμός, ἡ λιθίνη στήλη μενεῖ καὶ τὰ ἐν αὐτῇ γεγλυμμένα, εἰ δὲ διὰ πυρός, ἡ πλινθίνη σωθήσεται. ἀπὸ Μαγουσαίων δὲ ἤτοι Περσῶν ἤρξατο ἀστρολογία καὶ μαγεία, λαβόντων ἀρχὰς ἀπὸ Νεβρὼδ τοῦ τὴν Βαβυλῶνα κτίσαντος. Μετὰ Νῖνον ἐβασίλευσεν Ἀσσυρίων Θύρρας τις τοὔνομα, ἔτη λʹ, ὃν καὶ μετεκάλεσαν Ἄρεα εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος, ᾧ τινὶ Ἄρει πρώτην στήλην ἀνέστησαν οἱ Ἀσσύριοι, καὶ ὡς θεὸν μέχρι τοῦ νῦν προσκυνοῦντες καλοῦσι Περσιστὶ Βάαλ θεός, ὅ ἐστιν Ἄρης πολέμων θεός, οὗ καὶ ∆ανιὴλ μέμνηται. Ἐν τοῖς χρόνοις τῆς βασιλείας τοῦ Φοίνικος ἦν Ἡρακλῆς φιλόσοφος, ὁ Τύριος, καὶ τῆς κογχύλης ἐφευρετής. μετεωριζόμενος γὰρ ἐπὶ τὸ παράλιον μέρος τῆς Τύρου εἶδε ποιμενικὸν κύνα ἐσθίοντα τὴν λεγομένην κογχύλην, καὶ τοῦ ποιμένος νομίσαντος αἱμάσσειν τὸν κύνα, λαβόντος πόκον ἔριον ἀπὸ τῶν προβάτων καὶ ἀπομάξαντος τὸ καταφερόμενον ἐκ τοῦ στόματος τοῦ κυνός, καὶ βαφέντος τοῦ πόκου, προσέσχεν ὁ Ἡρακλῆς μὴ εἶναι αὐτὸ αἷμα ἀλλὰ βάμματος πρόξενον, ὃ καὶ θαυμάσας ὡς μέγα δῶρον τουτὶ προσήγαγε τῷ βασιλεῖ Φοίνικι, ὃς καὶ μᾶλλον ἐκπλαγεὶς 5 ἐκέλευσεν ἀπὸ κογχύλης ἔριον βαφῆναι καὶ γενέσθαι αὐτῷ περιβόλαιον, καὶ οὕτω πρῶτον αὐτὸν φορέσαι ἱμάτιον ἐκ πορφύρας. Μετὰ Ναβουχοδονόσορ καὶ Βαλτάσαρ τὸν υἱὸν αὐτοῦ ἐβασίλευσε Περσῶν Κῦρος ὁ Πέρσης, ἔτη λβʹ, ὃς πόλεμον μέλλων συμβαλεῖν πρὸς Κροῖσον τὸν τῶν Λυδῶν βασιλέα καὶ φοβηθεὶς μετεπέμψατο ἀπὸ τῆς Ἰνδικῆς χώρας τὸν προφήτην ∆ανιήλ, ὃς ἐρωτηθεὶς εἶπε πρὸς Κῦρον "θάρσει, νικᾷς τὸν ἐχθρόν σου. περὶ σοῦ γὰρ εἶπεν ὁ προφήτης Ἠσαΐας. οὕτω λέγει κύριος τῷ Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς. ἐπακούσει ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέως διαρρήξω. αὐτὸς οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει. εἶπε κύριος Σαβαώθ." ὁ δὲ Κῦρος ἀκούσας ταῦτα εἶπε πρὸς τοὺς πόδας τοῦ ∆ανιὴλ πεσὼν "ζῇ κύριος ὁ θεός σου. ἐγὼ ἀπολύσω τὸν Ἰσραὴλ ἐκ τῆς γῆς μου, ἵνα λατρεύσωσι τῷ θεῷ αὐτῶν ἐν Ἱερουσαλήμ." παραταξάμενος οὖν τῷ Κροίσῳ, κατὰ κράτος ἡττήσας καὶ χιλιάδας υʹ ἀπολέσας, τοὺς δὲ λοιποὺς αἰχμαλώτους σὺν αὐτῷ λαβών, καὶ τὴν τῶν Λυδῶν βασιλείαν τελείως καταλύσας, τοὺς υἱοὺς Ἰσραὴλ πάντας εὐθέως μετὰ Ζοροβάβελ ἀπέλυσεν ἐν Ἱερουσαλήμ. Μετὰ δὲ Κῦρον ἐβασίλευσε ∆αρεῖος ὁ υἱὸς αὐτοῦ, ὁ καὶ Καμβύσης, ἔτη ηʹ. μετὰ δὲ Καμβύσην Ἀρταξέρξης ὁ Μνήμων, ἔτη κʹ. 6 Ἰστέον δὲ ὅτι Ῥῶμος ὁ τῆς Ῥώμης βασιλεύσας τὰ λεγόμενα Βρουμάλια ἐπενόησεν δι' αἰτίας