1
Fragmenta in epistulam i ad Corinthios
72 1 Kor 1,1-2 Ἑκάτερα συνυπακούεται τά τε τῶν γραφόντων προσώπων καὶ τῶν Κορινθίων πρὸς οὓς τὸ γράμμα ἐγίνετο, ἀντὶ τοῦ ἐγώ τε καὶ Σωσθένης γράφομεν μετὰ πάντων τῶν παρ' ἡμῶν ταύτην ἀσπαζομένων τὴν ἐπίκλησιν, κοινωνούς τε τῆς τοῦ γράφειν αὐθεντίας τοὺς παρ' ἡμῖν τοιούτους ἅπαντας λαμβάνοντες καὶ τὸν τῆς προσηγορίας ταύτης ἀλλότριον εἰς τὴν κοινωνίαν ταύτην οὐκ εἰσδεχόμενοι. ὑμῖν δὲ τοῖς Κορινθίοις ἐπιστέλλομεν ταῦτα, τοῖς ἡγιασμένοις ἐν Χριστῷ καὶ δι' αὐτοῦ κεκλημένοις μετὰ πάντων ἅπαξ ἁπλῶς τῶν παρ' ὑμῖν ταύτην ἀσπαζομένων τὴν προσηγορίαν. 173 1 Kor 1,7-8 Λοιπὸν γάρ, φησί, πεπληρωμένους τῶν καλῶν πρὸς τὰ μέλλοντα βλέπειν προσήκει, τὴν δευτέραν παρουσίαν τοῦ Χριστοῦ ἀπεκδεχομένους, ὅτε βεβαίαν ἐστὶν ἁπάντων ὁμοῦ δέξασθαι τῶν καλῶν τὴν ἀπόλαυσιν· ᾐνίξατο γὰρ διὰ τούτου ὡς ἐν τῷ βίῳ τούτῳ καθεστῶτας οὐ δυνατὸν ἀφρόντιδας εἶναι ἐπὶ τοῖς δοθεῖσιν ἤδη μεγάλα φρονοῦντας, εἴπερ δὴ τὴν δευτέραν αὐτοῦ παρουσίαν περιμένομεν ἐπὶ κρίσει τῶν βεβιωμένων ἡμῖν. 1 Kor 1,12-13 Τοῦτ' ἔστι κατὰ μερίδα τινὲς μὲν τὸν Χριστὸν ἔλαχον λαβεῖν, ἄλλοι δὲ ἄλλον· οἱ μὲν Κηφᾶν, οἱ δὲ Ἀπολλῶ ὃς λέγεται πρῶτος ἐπίσκοπος γεγονέναι ἐν Κορινθίοις. 1 Kor 1,17-18 Ὁ τοῦ σωτῆρος σταυρὸς οὐ κεκένωται, ὅτι μὴ ἐν ψιλοῖς ἔχει λόγοις ἀλλ' ἐν αὐτῷ τῷ πράγματι τὸ σεπτόν τε καὶ ἀξιάγαστον. πλὴν λελόγισται μωρία παρά γε τοῖς οὐκ εἰδόσι τὴν ἀλήθειαν, ὅτι μὴ ἔνεστιν αὐτῷ τὸ ὡς ἐν λέξει λαμπρὸν καθάπερ ἀμέλει καὶ τοῖς παρ' αὐτοῖς λογάσιν. ἀλλ' ἐκεῖνοι μὲν καλλιλεξίᾳ καταχρωννύντες τὸ ψεῦδος, ἀποδέουσι κατ' οὐδὲν τῶν τὰ δηλητήρια μέλαι συγκρινόντων· οἱ δέ γε τῶν θείων κηρυγμάτων ἱερουργοὶ γεγονότες ἁπλῆν ὥσπερ καὶ τῶν ἔξωθεν ὡραϊσμῶν ἐλευθέραν προτιθέασι τὴν ἀλήθειαν. 1 Kor 1,22-25 Ἀντὶ τοῦ πρὸς ἅπαντας τοὺς ἐναντίους τῆς εὐσεβείας ἡμεῖς τὸν σταυρὸν τοῦ Χριστοῦ προβαλλόμεθα. οἷα δὲ τὰ κατὰ τὸν σταυρὸν ἐξηγούμενός φησιν ὅτι οἱ Ἰουδαῖοι νομίζουσι μὲν αὐτὸν ἀτιμίαν, Ἕλληνες δὲ μωρίαν, ἡμεῖς δὲ καὶ δύναμιν καὶ σοφίαν εἶναι τοῦ θεοῦ πιστεύομεν αὐτόν, τῶν δι' αὐτοῦ κατορθωθέντων τὸ μέγεθος ἀκριβῶς 174 ἐπιστάμενοι· δύναμιν δὲ θεοῦ νῦν καὶ σοφίαν οὐ τὴν θεότητα τοῦ μονογενοῦς, ἀλλὰ τὸ περὶ τοῦ σταυροῦ κήρυγμα καὶ οἱονεὶ αὐτὴν τὴν φύσιν τοῦ πράγματος εἰρῆσθαι ὑπολαμβάνοντες. καὶ διελέγχει γε, φασί, τοὺς Ἀρείου καὶ Εὐνομίου κακῶς ἐντεῦθεν πειρωμένους δεικνύναι σοφίαν τὸν θεὸν λόγον ὀνομαζόμενον. ἐντεῦθεν γὰρ καὶ τὴν ἐκ τῆς Παροιμιακῆς φωνῆς βλασφημίαν κατασκευάζουσιν. δείξας δὲ ὁ θεῖος ἀπόστολος τὸ τῆς φυσικῆς συνέσεως ἄτονον καὶ τὸ εὔηθες τῶν ἐπ' αὐτῇ μεγαλοφρονούντων, τοῦτο δὲ ἀπὸ τῆς τῶν πραγμάτων συνεξετάσεως ἐπὶ τὸ καθελεῖν μὲν τὸν τῦφον τοῦ διὰ τοῦτο κατάρχειν καὶ πρωτεύειν βουλομένου τῶν λοιπῶν. ἀποδείξας δὲ τὸ εὔηθες τῶν ἐπ' αὐτῷ μεγάλα φρονούντων, ὡς ἐν ἀγαθοῦ δὴ τίθεσθαι μοίρᾳ τὸ καὶ ἀπ' αὐτοῦ καλεῖσθαι, ἐπὶ τρίτην ἀπόδειξιν μεθίσταται μάλα ἐντρεπτικὴν τὴν ἀπ' αὐτῶν. 1 Kor 1,26 Ἵνα εἴπῃ· ἐν ὑμῖν κατὰ τόνδε τὸν βίον. 1 Kor 1,23 Ἐν τῇ πρὸς Ῥωμαίους τὰ ὄντα καὶ μὴ ὄντα ἑτέρως ἐνοήθη κατὰ τὴν τοῦ προκειμένου ἀκολουθίαν· ὧδε δὲ τὰ μὴ ὄντα λέγει τὰ εὐτελῆ καὶ παρὰ τοῖς πολλοῖς εὐκαταφρόνητα, ὄντα δὲ τὰ λαμπρὰ καὶ δυνατὰ καὶ εὐδόκιμα. 1 Kor 1,29 Πᾶσα σάρξ, πᾶς ἄνθρωπος σαρκικὸς ἐπὶ σαρκικοῖς ἔχων τὸ φρόνημα, οἷον πλούσιος σοφός, εἴ τις τοιοῦτος, ἵνα μὴ καυχήσηται ὡς διὰ τὴν ἑαυτοῦ δόξαν κατορθῶν τὸ κήρυγμα, ἀλλὰ διὰ τὴν χάριν τοῦ θεοῦ· ἡ γὰρ καύχησις κἂν ἐπὶ καλοῖς ἔργοις γένηται, βλάπτει τοῦ καυχωμένου τὴν ψυχήν. ὁ οὖν ἐπὶ κοσμικοῖς πλεονεκτήμασι καυχώμενος καὶ μὴ ταπεινῶν ἑαυτὸν πάντως σαρκικός ἐστιν. 1 Kor 2,6-7 Σοφίαν λέγει τὸν περὶ τοῦ σταυροῦ καὶ τῆς ὅλης οἰκονομίας