1
De tridui inter mortem et resurrectionem domini nostri Jesu
ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΕΡΙ ΤΗΣ ΤΡΙΗΜΕΡΟΥ ΠΡΟΘΕΣΜΙΑΣ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ
Εἴ τις πατριαρχῶν εὐλογία θείῳ πνεύματι τὸ βέβαιον ἔχουσα, εἴ τι τῆς
πνευματικῆς νομοθεσίας ἀγαθὸν δι' ἐπαγγελίας τοῖς κατορθοῦσιν ἐλπίζεται, εἴ τις διὰ τῶν ἱστορικῶν αἰνιγμάτων τῆς ἀληθείας προδιατύπωσις εἶναι πεπίστευται, εἴ τις προφητικὴ φωνὴ τὰ ὑπὲρ φύσιν εὐαγγελίζεται, πάντα ἐκεῖνα ἡ παροῦσα χάρις ἐστίν. καὶ ὥσπερ κατὰ τὸ προκείμενον τοῖς ὀφθαλμοῖς ἡμῶν θέαμα ἓν φῶς περιαστράπτει τὰς ὄψεις ἐκ μυρίων λαμπάδων ἐρανιζόμενον, οὕτω πᾶσα ἡ τοῦ Χριστοῦ εὐλογία πυρσοῦ δίκην καθ' ἑαυτὴν λάμπουσα τοῦτο ἡμῖν τὸ μέγα φῶς ἀπεργάζεται τὸ ἐκ πολλῶν τε καὶ ποικίλων τῶν τῆς γραφῆς ἀκτίνων συγκεραννύ 9.274 μενον· ἔξεστι γὰρ λαβεῖν ἀφ' ἑκάστου τῶν θεοπνεύστων ὑποδειγμάτων τὸ τῇ παρούσῃ ἱερομηνίᾳ κατάλληλον. ζητεῖς τὴν τοῦ Ἀβραὰμ εὐλογίαν· ἔχεις τὸ ζητούμενον εἰς τὰ παρόντα βλέπων. ὁρᾷς τὰ ἄστρα τοῦ οὐρανοῦ; ταῦτα λέγω τὰ ἄστρα τὰ ἐκ τοῦ πνεύματος ἡμῖν ἀρτίως ἐπανατείλαντα καὶ οὐρανὸν ἀθρόως τὴν ἐκκλησίαν ποιήσαντα, ὧν ἡ τῆς ψυχῆς ἀπαστράπτουσα χάρις ταῖς τῶν πυρσῶν ἀκτῖσι διασημαίνεται. καὶ ταῦτά τις εἰπὼν ὄντως τοῦ Ἀβραὰμ εἶναι τέκνα τὰ ἐξ ἐπαγγελίας αὐτῷ γεγενημένα, τὰ τοῖς ἄστροις τοῦ οὐρανοῦ ὁμοιούμενα τῆς ἀληθείας οὐχ ἁμαρτήσεται. θαυμάζεις τὸν ὑψηλὸν Μωυσέα τὸν πᾶσαν τὴν τοῦ θεοῦ κτίσιν διαλαβόντα τῇ δυνάμει τῆς γνώσεως. ἰδού σοι τῆς πρώτης κοσμογενείας τὸ εὐλογημένον σάββατον, γνώρισον δι' ἐκείνου τοῦ σαββάτου τοῦτο τὸ σάββατον τὴν τῆς καταπαύσεως ἡμέραν, ἣν εὐλόγησεν ὁ θεὸς ὑπὲρ τὰς ἄλλας ἡμέρας. ἐν ταύτῃ γὰρ ὡς ἀληθῶς κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὁ μονο γενὴς θεὸς διὰ τῆς κατὰ τὸν θάνατον οἰκονομίας τῇ σαρκὶ σαββατίσας καὶ εἰς ὃ ἦν πάλιν ἐπανελθὼν διὰ τῆς ἀναστάσεως ἅπαν τὸ κείμενον ἑαυτῷ συνανέστησε ζωὴ καὶ ἀνάστασις καὶ ἀνατολὴ καὶ ὄρθρος καὶ ἡμέρα τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου γενόμενος. πλήρης σοι καὶ ἡ ἱστορία τῆς συγγενοῦς 9.275 εὐλογίας· ὁ πατὴρ τοῦ Ἰσαὰκ ἐκείνου τοῦ ἀγαπητοῦ μὴ φειδόμενος καὶ ὁ μονογενὴς προσφορὰ καὶ θυσία γενόμενος καὶ ὁ ἀμνὸς ἀντὶ τούτου σφαγιαζόμενος. ἔξεστι γὰρ ἰδεῖν ἐν τῇ ἱστορίᾳ πᾶν τὸ τῆς εὐσεβείας μυστήριον. ὁ ἀμνὸς τοῦ ξύλου ἐξήρτηται ἐκ τῶν κεράτων ἐχόμενος, ὁ δὲ μονογενὴς βαστάζει ἐφ' ἑαυτοῦ τὰ τῆς ὁλοκαρπώσεως ξύλα. ὁρᾷς πῶς ὁ πάντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ ὁ αὐτὸς καὶ τὸ φορτίον φέρει τῶν ἡμετέρων ξύλων καὶ ὑπὸ τοῦ ξύλου ἀναλαμβάνεται βαστάξων ὡς θεὸς καὶ ὡς ἀμνὸς βασταζόμενος οὕτω τοῦ ἁγίου πνεύματος τὸ μέγα μυστήριον τυπικῶς ἀμφοτέροις ἐπιμερίσαντος τῷ τε ἠγαπημένῳ υἱῷ καὶ τῷ συμπαραδειχθέντι προβάτῳ, ὥστε δειχθῆναι ἐν μὲν τῷ προβά τῳ τὸ τοῦ θανάτου μυστήριον ἐν δὲ τῷ μονογενεῖ τὴν ζωὴν τὴν μὴ διακοπτομένην τῷ θανάτῳ. εἰ δὲ βούλει καὶ αὐτὸν τὸν Μωυσέα λαβεῖν τῇ τῶν χειρῶν ἐκτάσει τὸν σταυρὸν διαγρά φοντα καὶ τῷ σχήματι τούτῳ τὸν Ἀμαληκίτην καταστρεφό μενον, ἔξεστί σοι βλέπειν ἐν τῇ ἀληθείᾳ τὸν τύπον καὶ τῷ σταυρῷ τὸν Ἀμαλὴκ ὑποπίπτοντα. ἔχεις καὶ τὸν Ἠσαΐαν οὐ μικρά σοι πρὸς τὴν παροῦσαν συνεισφέροντα χάριν· παρ' αὐτοῦ γὰρ προεδιδάχθης τὴν ἀνύμφευτον μητέρα, τὴν 9.276 ἀπάτορα σάρκα, τὴν ἀνώδυνον ὠδῖνα, τὸν ἀμόλυντον τόκον οὕτως εἰπόντος τοῦ προφήτου· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι Μεθ' ἡμῶν ὁ θεός. ὅτι δὲ ἄπονος γέγονεν ἡ ὠδίς, πρῶτον μέν σε καὶ τὸ εἰκὸς διδαξάτω· ἐπειδὴ γὰρ πᾶσα ἡδονὴ συνημμένον ἔχει τὸν πόνον, ἀνάγκη πᾶσα ἐπὶ τῶν συνημμένως θεωρουμένων τοῦ ἑνὸς μὴ ὄντος μηδὲ τὸ ἕτερον εἶναι. ὅπου τοίνυν ἡ