1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

1

Disputatio contra Arium

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ∆ΙΑΛΟΓΟΣ ΕΝ ΤΗ ΚΑΤΑ ΝΙΚΑΙΑΝ ΣΥΝΟ∆Ω ΠΡΟΣ ΑΡΕΙΟΝ.

Τῇ τοῦ Θεοῦ προνοίᾳ ἀπῄειν προσεληλυθὼς σὺν τοῖς φιλτάτοις μου ἀδελφοῖς πρὸς τοὺς ἐμοὶ ποθου μένους τοῦ Θεοῦ δούλους. Ἠρέμα δέ πως βαδί ζοντα διὰ τὴν τοῦ σώματος ἀσθένειαν ἅμα τοῖς προειρημένοις τοῦ Θεοῦ δούλοις, ἤρετό μέ τις τῶν συμπορευομένων μοι ἀνδρῶν περὶ τοῦ Κυριακοῦ ῥητοῦ τοῦ φάσκοντος· «Ὁ Πατήρ μου ὁ πέμψας με μείζων μου ἐστί.» Κἀγώ φημι πρὸς τὴν πεῦσιν, ἣν προσαγήοχεν· Ἐπὶ τοῦ παρόντος ἐπίσχες τὴν περὶ τούτου ζήτησιν, γλυκύτατε ἀδελφῶν· ἐπὰν δὲ, Θεοῦ ἐπιτρέποντος, ἐν τοῖς οἰκείοις ἐπαναζεύξωμεν, τὴν ἐξέτασιν τοῦ κεφαλαίου ἀσφαλεστάτην ποιησό μεθα. Κἀμοῦ τοῦτο εἰρηκότος, αἰφνίδιός τις κατοχὴ τῆς εὐσεβείας γίνεται ἐν τῇ καρδίᾳ μου, ἔλεγον δὲ ἐν ἐμαυτῷ· Οὐκ ἀσκόπως ὁ μακάριος Παῦλος ἐπι στέλλων τῷ ἑαυτοῦ μαθητῇ Τιμοθέῳ ἔφασκε· «Γύμναζε σεαυτὸν πρὸς εὐσέβειαν.» Ἀληθῶς γὰρ θεῖος θη σαυρὸς ἀῤῥήτων καὶ ἀνεικάστων ἀγαθῶν πε πληρωμένη τυγχάνει ἡ εἰς τὸ Θεῖον εὐσέβεια. Ἔλεγον δὲ ἐν ἐμαυτῷ κατὰ διάνοιαν, ὅτι μεγαλοπρεπὴς καὶ ἐπίδοξός ἐστιν ἡ εὐσέβεια, καὶ δυναμένη σῶσαι τὸν προσπελάσαντα τῇ ἑαυτῆς εὐπρεπείᾳ. Ὑπεισῄει δέ με καὶ τοῦ Κυρίου μου Ἰησοῦ Χριστοῦ παραβολὴ περὶ τῆς μακαρίας εὐσεβείας, ὡς μεγίστη τις καὶ πάντων ἀμβροσίων πλούτων πεπληρω μένη τυγχάνει, καὶ σπανίως εὑρίσκεται ἐν τοῖς ἀνθρώ ποις, εἰ μὴ ἄρα ἀπὸ τῶν πολλῶν ὀλίγοι μόλις φιλαλήθει γνώμῃ κατατύχωσι τοῦ ἀφθάρτου κάλλους αὐτῆς. Καὶ οὗτοι δὲ οὐκ ἰδίᾳ δυνάμει κατειλήφασι τὴν ἐπέραστον ταύτης ὄψιν· ἀλλὰ τὴν πρὸς Θεὸν φιλίαν στειλάμενοι, συχναῖς λιταῖς χρησάμενοι, εἰλή φασι τοῦτο παρὰ τοῦ Θεοῦ δῶρον, ὅπως ἀΐδιον χαρὰν ἐνστερνίσωνται οἱ κατοπτριζόμενοι τὸ ὡραιότατον ταύτης ἀξίωμα. Φησὶν ὁ Κύριος· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἐχάρη, εἶτα ὑπάγει καὶ πωλεῖ πάντα, 28.441 ὅσα ἔχει, καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.» Εἶτα ὥσπερ ἑστὼς ἐν τῇ καρδίᾳ μου, προσωμίλει μοι προσ ηνῶς, καί φησιν· Ἄνθρωπε, εἰ καὶ πολλαί σου εἰσὶν αἱ ἁμαρτίαι, κράτει ἰσχυρῶς τὴν εἰς τὸ Θεῖον εὐσέβειαν. ∆ιὰ γὰρ ταύτην, καὶ ἡ ἄφεσις τῶν ἁμαρ τιῶν παρὰ Θεοῦ δίδοται, καὶ θάνατος νικᾶται, καὶ εἰς βασιλείαν οὐρανῶν ἄνθρωπος εἰσελάσαι ἄριστα δυνήσεται. Πρὸς δὲ τούτοις εἰς ὑπόμνησιν εἴληφα καὶ τὸ, «Οἶδεν ὁ Θεὸς εὐσεβεῖς ῥύεσθαι, ἀνόμους δὲ τηρεῖν εἰς ἡμέραν κρίσεως κολαζομένους αἰωνίῳ πυρί.» Καὶ γὰρ ὁ ἄνομος οὗτος τυγχάνει καὶ ἀσε βής· ἐκ δὲ τῆς ἀσεβείας ἁμαρτία γίνεται. Μήτηρ οὖν πάντων τῶν κακῶν ἡ ἀσέβεια, τιθηνὸς δὲ ψεκτῶν ἁπάντων ἡ ἄνοια τυγχάνει. Μακάριος οὖν ὁ τῆς εὐ σεβείας υἱὸς, ὅτι οὗτος υἱὸς Χριστοῦ κληθήσεται. Ἀθρόως δὲ ἐπέστημεν τῷ τόπῳ ἔνθα ἦμεν τὴν ὁρμὴν πεποιημένοι, καὶ περιτυγχάνοντες τοῖς γνησίοις, ἀσμένως διετελοῦμεν ἅπαντες ἡμεῖς τε, ὅτι ἠξιώθημεν τοὺς ἁγίους θεάσασθαι, ἐκεῖνοι δὲ, ὅτι ἀδελφοὺς ἑωράκασι. Κοινολογούντων δὲ ἡμῶν ἐπὶ πολὺ τῶν ἀνηκόντων τῇ σεβασμιωτάτῃ θρησκείᾳ μετὰ πολλῆς εὐταξίας καὶ φειδοῦς, αἰφνιδίως ἀπὸ τῆς ῥίζης τοῦ χριστομάχου Ἀρείου θηρίον ἀνθρωπό μορφον εἰσεπήδησε πρὸς ἡμᾶς, καὶ πρὸς βραχὺ ἐπακροασάμενος τῶν εὐσεβείας ῥημάτων, μὴ δυνά μενος φέρειν, ἔλεξε τοιάδε· «∆ιδάξατέ με τὴν ὑμετέ ραν δόξαν, ἢ διδάξω ὑμᾶς τὸ ἐμὸν φρόνημα.» Ἐγὼ δὲ ἀπεκρινόμην πρὸς αὐτόν· «Μὴ πάντας προσκαλοῦ εἰς ζήτησιν· μεγάλοι γάρ εἰσιν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Εἰ δὲ βούλει ἐπὶ τοῦ παρόντος πρὸς μὲ τὸν σμικρό τατον μόνον συνεξετάσαι, ἥδιστα ἐγώ σοι τοῦτο παρ έξω περὶ τοῦ ζητήματος. Προσάγαγε πρῶτος