1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

17

διδάσκαλον καὶ Κύ 28.488 ριον φυγῇ ἐχρήσαντο. Οἱ δὲ οἰκεῖοι τοῦ Σατανᾶ, συλ λαβόμενοι τὸν Ἰησοῦν, ἄγουσιν ἐπὶ τὸν Κρανίου τό πον, εἰς τὸ σταυρῶσαι αὐτὸν ἐκεῖ, ἅπαντα ἐκπλη ρώσαντες τὰ πρὶν ἐπ' αὐτῷ γεγραμμένα, καὶ ἀναρτή σαντες, κατέπηξαν αὐτὸν, ὡς ἐπὶ χάρακι ἄμπελον, ἐπὶ τοῦ σταυροῦ. Ὁ δὲ καταλειφθεὶς μόνος ἐπὶ τοῦ σταυροῦ, ὥσπερ δικλήματος ἢ τρικλήματος ἐκπετάσας κατὰ μὲν τοῦ πλαγίου τὰς χεῖρας, κατὰ δὲ τοῦ ὀρθοῦ κεφαλὴν σὺν θώρακι ἅμα ποσί. Πε ριαιρεθείσης δὲ τῆς κόμης ἁπάσης τῶν λοιπῶν κλη μάτων, πληγεὶς πρὸς τῶν ἥλων καὶ τῆς λόγχης, ἐδάκρυε τῷ ἁγίῳ αἵματι κρουνηδόν. Αἰφνιδίως δὲ ἀνέστη τριήμερος, μηδὲν μειωθεὶς, ὅπερ ἦν τὸ πρὶν, μᾶλλον δὲ ἐνδοξότερος ἐκφανεὶς, πίστει πληροφορήσας τὰς καρδίας τῶν μαθητῶν εἶναι αὐτὸν τὴν ζωήν. Πο λὺν δὲ ἀριθμὸν βλαστήσας, ὄχλον μαθητῶν μετὰ τὴν ἀνάστασιν, ἢ τὸ πρὶν, οὐκ ἔτι ἐν Ἰουδαίᾳ μόνον, ἀλλ' «ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης· ἐκάλυ ψεν ὄρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ.» Αὕτη ἡ πραγματεία τῆς ἀληθινῆς ἀμπέλου κατὰ τὸ δυνατὸν εὐσεβῶς νενόηται. Ἄρ. εἶπε· Σφόδρα ὀρθῶς ἔχειν φημί. Ἔτι δὲ ὑπολέλειπταί μοι περὶ τῆς ζητήσεως τοῦ ἁγίου Πνεύματος· περὶ γὰρ τοῦ Υἱοῦ συνομολογῶ κἀγὼ τὸ ἴσον αὐτὸν εἶναι τῷ Πατρὶ κατὰ πάντα, ἐκτὸς τοῦ παντοκράτορα αὐτὸν εἶναι. Ἀθ. εἶπεν· Οὐδὲν ὡμο λόγησας τῶν τῇ εὐσεβείᾳ ἀνηκόντων. Ἄρ. εἶπε· Τίνος ἕνεκεν; Ἀθαν. εἶπεν· Ἴσος τυγχάνει τοῦ ἰδίου Πατρὸς ὁ Υἱὸς ἀραρότως, καὶ πάντων Κύριός ἐστιν, ὧν κυριεύει ὁ Πατὴρ αὐτοῦ. Ἄρ. εἶπεν· Ἐγὼ περὶ παντοκρατορίας ἔφην, οὐ περὶ τοῦ κυριεύειν τὸν Υἱὸν ἁπάντων, ὧν κυριεύει ὁ Πατὴρ αὐτοῦ. Ἀθ. εἶπε· Παντοκράτωρ τί ἐστιν; Ἄρ. εἶπεν· Ἐκ τοῦ πάντων κρατεῖν. Ἀθαν. εἶπεν· Ὁ Υἱὸς οὖν κατὰ σὲ πάντων οὐ κρατεῖ; Ἄρ. εἶπε· Καλῶς ἔφης σὺν τοῖς λοιποῖς καὶ τοῦτο· πάντων γὰρ κρατεῖ καὶ παν τοκράτωρ ἐστὶν ὁ Υἱὸς, ὥσπερ καὶ ὁ Πατήρ. Ὁπότε μιᾶς οὔσης οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τῆς θεότητος, καὶ μία παντοκρατορία τυγχάνει. Λοι πὸν περὶ τοῦ ἁγίου Πνεύματος ζητήσωμεν· ἐπειδὴ μάλιστα ὡρίσω σὺ ἐν ἀρχῇ ὁμοούσιον αὐτὸ εἶναι Πα τρὶ καὶ Υἱῷ, ἐγὼ δὲ ἀντιλέγω, ἔχων τὴν ἀπόδειξιν ἐκ τῶν ἁγίων Γραφῶν, ὅτι κτιστὸν τυγχάνει· καὶ διὰ συντόμου ἐρῶ τὴν περὶ τούτου παράστασιν, ἐν τῷ τὸν Ἰωάννην διισχυρίσασθαι φάσκοντα, πάντα διὰ τοῦ Υἱοῦ γεγενῆσθαι, μὴ συμπαραλαβόντα καὶ τὸ Πνεῦμα ἐν τούτῳ τῷ λόγῳ, ἔτι μὴν καὶ ἀποστελλόμενον πρὸς τοῦ Πατρὸς ἐκ τῶν οὐρανῶν πρὸς βοήθειαν τῶν ἀποστόλων· τὸ δὲ ἀπὸ τόπου εἰς ἕτερον τόπον μετιὸν μεταβατικῆς οὐσίας τυγχάνει. Ἐκ τούτου καταδήλου ὄντος κτιστῆς αὐτὸν φύσεως εἶναι, καὶ οὐκ ἀκτίστου, τῆς μακαρίας οὐσίας ἐκείνης Πατρὸς καὶ Υἱοῦ λεγο μένης, καὶ περιεχούσης τὰ ὅλα, καὶ πανταχοῦ 28.489 παρούσης κατ' οὐσίαν· καθὼς προαποδέδοται ὑπὸ σοῦ ἐν τοῖς ἔμπροσθεν εἰρημένοις, κἀμοῦ συνευδοκήσαν τος οὐ σοὶ, ἀλλὰ τῇ ἀληθείᾳ· ἔτι δὲ καὶ τοῦ Θεοῦ λέγοντος διὰ τοῦ προφήτου· «Ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα,» οἷς ἐγὼ νομίζω μὴ δύνασθαί σε ἀντειπεῖν. Ἀθ. εἶπε· Γέγραπται· «Γένεσθε ἅγιοι, ὅτι ἐγὼ ἅγιος ἁγιάζων ὑμᾶς.» Καὶ πάλιν ὁ Σωτὴρ πρὸς τὸν ἑαυτοῦ Πατέρα ὑπὲρ τοῦ ἁγιασθῆναι τοὺς μαθητὰς ἔφη οὕτω· «Πάτερ, ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου·» καὶ πάλιν περὶ ἑαυτοῦ ὁ Σωτήρ φησιν· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Κατὰ ταῦτα ἡ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ θεότης ἐστὶν ἡ ἁγία καὶ ἁγιοποιὸς, ἡ ἁγιάζουσα πάντα τὰ λογικὰ, τὰ καταξιού μενα ἐξ αὐτεξουσίου γνώμης τε καὶ σπουδῆς τὴν ἁγίαν δέξασθαι καὶ μακαρίαν οὐσίαν εἰς κοινωνίαν ἁγιασμοῦ. Εἰ οὖν οὐκ ἔστι τῆς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ οὐσίας τὸ ἅγιον Πνεῦμα, τίνος ἕνεκεν συνηρί θμησεν αὐτὸ ὁ Υἱὸς τοῦ Θεοῦ ἐν τῷ συμβόλῳ τοῦ ἁγιασμοῦ; Φησὶ γὰρ ὁ Κύριος πρὸς τοὺς μαθητάς· «Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτί ζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Εἰ οὖν πάντα τὰ ἔθνη τὰ πιστεύοντα καὶ ἁγιαζόμενα ἁγιάζονται τῇ τρισμακαριωτάτῃ ὀνομασίᾳ, δῆλόν ἐστιν ὅτι καὶ τὸ Πνεῦμα τῆς τοῦ