1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

11

γὰρ οὐκ ἔστι ψυχὴν ἄνευ λόγου ἐννοῆσαι, οὕτως οὐδὲ Θεὸν τὸν Πατέρα ἄνευ Υἱοῦ πιστεῦσαι. Ὥσπερ γὰρ ὁ Πατὴρ ἄναρχός ἐστιν, οὕτω καὶ ὁ Λόγος καὶ ὁ Θεὸς Υἱὸς Θεοῦ. Ἄρ. εἶπε· Πῶς ἄναρχός ἐστιν ὁ Υἱὸς, ὃς ἀγνοεῖν ὁμολογεῖ τὴν ἡμέραν τῆς συντελείας; Ἀθ. εἶπε· Λέγε μοι, ἄνθρωπε, ὅπερ ἐπερωτῶ· Ἀρχιτέκτων, λαβὼν κάλαμον, μέτρα τί θησιν· εἶτα διαγράφει ἀνώγεα καὶ κατώγεα, διόροφά φημι καὶ τριόροφα. Ἐὰν φθάσῃ περὶ τὴν πρώ την ὀροφὴν, γινώσκει, ὅτι περὶ τὴν δευτέραν ἀσχο λεῖσθαι δεῖ· ἐπὰν δὲ τὴν δευτέραν στέγην συντελέσῃ, νοεῖ, ὅτι ἐγγύς ἐστι πρὸς συμπλήρωσιν τοῦ κτίσμα τος. Ἡνίκα δ' ἂν προσστοιβασθῆναι γένηται τὴν τρίτην ὀροφὴν, ὡς πρὸ δύο ἢ τριῶν δόμων, ἀσφαλῶς ἐπίσταται, ὅτι ἤγγικε τὸ συμπέρασμα τῆς οἰκο δομῆς. Ταῦθ' οὕτως ἔχει, ναὶ ἢ οὔ; Ἄρ. εἶπε· Σύμ φημι ταῦθ' οὕτως ἔχειν. Ἀθ. εἶπεν· Οὐκοῦν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ τὰ πάντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ποιήσας, καὶ συναρμόσας τὸ στοιχεῖον τοῦτο, ὁ προνοούμενος καὶ οἰκονομῶν τὸν κόσμον ἕως ἄρτι, καθὼς αὐτὸς ὁ Κύριος ἔφη· «Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι,» οὐ γινώσκει πότε περαιοῖ ὅπερ αὐτὸς δημιουργεῖ; Ἔτι μὴν δοκίμασον, φημί· πορευθεὶς ἐπερώτησον περὶ συμπληρώσεως τοῦ μηνὸς ἄνδρα ἄπειρον, ὃς οὐκ ἐπίσταται, ὅτι τριάκοντα ἡμερῶν ὁ μὴν τυγχάνει, εἰ δώσει σοι ἀπόκρισιν περὶ οὗ πυνθάνῃ. Ἐὰν δὲ προσαγάγῃς τὴν πεῦσιν τῷ ἔχοντι τὴν γνῶσιν, εὐθέως ἐρεῖ σοι, ἐὰν μὲν ᾖ πέντε καὶ δεκάτην ἔχων ὁ μὴν, ὅτι μέσος ἐστίν· ἐὰν δὲ περὶ εἰκοστὴν ἑβδόμην, λέξει σοι, ὅτι περὶ συμπλήρωσιν τυγχάνει ὁ μήν. Ὁ αὐτὸς δὲ ὅρος καὶ περὶ σελήνης, ὁμοίως δὲ καὶ περὶ τοῦ ἐνιαυτοῦ· ἐὰν ἐπερωτήσῃς ἐπιστήμονα ἄνδρα, ὅτι πότε συμπληροῦται, κατὰ τὴν σύνεσιν τὴν προσοῦσαν αὐτῷ δοκιμάσας, ὅτι ἑνδέκατος μὴν πεπλήρωται, καὶ ἤρξατο ὁ δωδέκατος, ἐρεῖ σοι, ὅτι περὶ τὸ συντελε σθῆναι ἔχει. Ἄρ. εἶπεν· Οὕτως ἔχει τὸ εἰρημένον. Ἀθ. εἶπεν· Εἰ οὖν ἀρχιτέκτων ἐπίσταται, πότε συντελεῖ τὴν οἰκοδομὴν, καὶ ὁ ἐπιστήμων ἀνὴρ ἐκ τοῦ ἀριθμοῦ πότε συντελεῖται ὁ μὴν, ἐκ δὲ τῆς ἐμπειρίας τοῦ κυ κλικοῦ δρόμου, πότε μὲν πληροῦται ἡ σελήνη, 28.472 πότε δὲ μειουμένη ἀπολήγει, ποίῳ δὲ καιρῷ συντε λεῖται πληρούμενος ὁ ἐνιαυτὸς οἶδε· πῶς οὖν οὐκ ἂν εἴποιμεν ἡμεῖς, ὅτι ὁ Κύριος Ἰησοῦς, ὁ ποιήσας τὸν κόσμον, καὶ ὁ μέλλων αὐτὸν συντελεῖν, ἐπίσταται τὴν ἡμέραν; Εἰ γὰρ ἠγνόει, πῶς ἐπερωτηθεὶς περὶ τῆς συντελείας τοῦ αἰῶνος τούτου, καὶ τῆς παρου σίας αὐτοῦ τῆς δευτέρας, ἠδύνατο ἀποκριθεὶς φῆσαι τὴν ἀλήθειαν; Τῶν γὰρ ἀκραιφνῶς ἐχόντων τὴν περὶ τῶν ὧδε ὄντων ἢ γινομένων γνῶσιν, ἴδιόν ἐστι τὴν ἀλήθειαν ἀφηγεῖσθαι. Ὅθεν καὶ ὁ Σωτὴρ γινώ σκων ἐσήμανε τὴν ἀλήθειαν ἐπερωτηθείς. Πυθομένων γὰρ τῶν μαθητῶν, τί τὸ σημεῖον τῆς παρουσίας τοῦ Κυρίου Ἰησοῦ, καὶ τῆς συντελείας τοῦ αἰῶνος τούτου, ἀποκριθεὶς ἔφη οὕτω· «Βλέπετε, μή τις ὑμᾶς πλανήσῃ. Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες· Ἐγώ εἰμι ὁ Χριστὸς, καὶ πολλοὺς πλανή σουσι. Μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων. Ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ ταῦτα γενέσθαι, ἀλλ' οὔπω τὸ τέλος. Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ, καὶ λοιμοὶ, καὶ σεισμοὶ κατὰ τόπους. Ταῦτα δὲ πάν τα ἀρχὴ ὠδίνων. Τότε παραδώσουσιν ὑμᾶς εἰς θλίψεις, καὶ ἀποκτενοῦσιν ὑμᾶς· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. Καὶ τότε σκανδαλισθή σονται πολλοὶ, καὶ ἀλλήλους παραδώσουσι, καὶ μισή σουσιν ἀλλήλους. Καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθή σονται, καὶ πλανήσουσι πολλούς. Καὶ διὰ τὸ πληθυν θῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Καὶ κηρυχθήσεται τὸ Εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῳ τῷ κόσμῳ, εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι, καὶ τότε ἥξει τὸ τέλος.» Καὶ μετ' ὀλίγα φησίν· «Ἔσται γὰρ θλίψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ' ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδ' οὐ μὴ γένηται. Καὶ εἰ μὴ ἐκολο βώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. Τότε ἐάν τις ὑμῖν εἴπῃ· Ἰδοὺ ὧδε ὁ Χριστὸς, ἰδοὺ ἐκεῖ· μὴ πιστεύσητε·» καὶ μεθ'