1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

15

ἐκλήθησαν ἀμπελῶνες, ἁπλῶς μέντοι καὶ ἀπολελυμένως, χωρὶς τοῦ, «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή.» Ἵνα μὴ οὖν καὶ ὁ Σωτὴρ ἐκ τῆς ἐπωνυμίας προσλογισθῇ ταῖς προειρημέναις ἀμ πέλοις, οὐ λέγω τῷ διαβόλῳ, ἀλλ' οἷον τῇ μετενε χθείσῃ ἐξ Αἰγύπτου καὶ φυτευθείσῃ, ἵνα ποιήσῃ καρπὸν σταφυλῆς, ἐποίησε δὲ ἀκάνθας, εἶπε μετὰ προσθήκης· «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ,» ἧς ὁ καρπὸς ζωὴ, χαρὰ, εἰρήνη, ἀγάπη, δικαιοσύνη, πίστις εἰλικρινεστάτη, γνῶσις, εὐσέβεια, ἁγνεία, σεμνότης, φιλανθρωπία, πραότης, ἐγκράτεια, καὶ τὰ παραπλήσια τούτοις. Ἐπειδὴ καὶ τὰ κλήματα, τῆς αὐτῆς εὐγενείας τῆς ἀληθινῆς ἀμπέλου τυγχάνοντα, δεῖ ὅμοιον καρπὸν προβάλλεσθαι, ἧς εἰσιν ἀμπέλου κλήματα. Τοὺς ἀποστόλους οὖν ἔφη, ἅμα παρασκευ άζων αὐτοὺς ἐμμένειν ἐν τῇ πίστει, καὶ μὴ ἀποσκιρτήσαντας ἐκ τῆς ἀληθείας, ὥσπερ Ἰούδας, ἀκάρπους ἀπομεῖναι. Οἵτινες γὰρ ἐξολισθήσουσιν ἐκ τῆς τοῦ Κυρίου ἀγάπης καὶ πίστεως, δίκην κλη μάτων ἀποτεμνόμενοι, ῥίπτονται ἔξω τῶν θείων. Νη φαλίους οὖν καὶ προθύμους προτρέπει γίνεσθαι τοὺς μαθητὰς διὰ τοῦ φῆσαι· «Ὁ Πατήρ μου γεωργός ἐστιν,» ὡσανεὶ ἔλεγεν· Εἰδέναι ὑμᾶς βούλομαι, ὅτι, εἴ τινα ὁ Πατὴρ ὁ ἐμὸς γεωργεῖ, ὁ τοιοῦτος τὸν ἐμὸν καρπὸν ἀποδίδωσι μὴ ἐῶντος καρπὸν ἀλλό τριον ἐν τοῖς ἀληθινοῖς κλήμασι τῆς ἀμπέλου βλαστῆ σαι. Ἐμπεριπατῶν γὰρ ἐν τῷ ἀμπελῶνι, τουτέστιν ἐν τοῖς τῆς ψυχῆς ταμείοις, πάντα τὰ σαθρὰ καὶ μα νιώδη περιαιρεῖ, πρὸς τὸ μὴ ὑλομανοῦσαν διαφθείρειν ὅνπερ ὁ γεωργὸς ποθεῖ προβαλέσθαι καρπόν. Ἀλλ' ἐπειδὴ ὁ τῆς αἰσθητῆς ἀμπέλου λόγος δύναται συμβαλέσθαι ἡμῖν εἰς τὸ ζητούμενον, ἀρκτέον ἐντεῦ θεν ἐκθέσθαι καὶ περὶ τούτου τὴν ἀφήγησιν. Ἐπειδήπερ καταλειφθεῖσα πρὸ τοῦ χειμῶνος ἡ ἄμπελος εὐθαλής τε καὶ εὐκλήματος ἕστηκε καρ τερῶς πρὸς τὰς ἐφόδους τοῦ χειμῶνος· ὁ δὲ, τῇ ἀπη νεστάτῃ προσβολῇ τοῦ κρύους αὐτοῦ προσεληλυθὼς, ἀπομαραίνειν ἄρχεταί τινα τῶν φύλλων αὐτῆς, αὐτὰ δὲ, διὰ τὴν σαθρότητα ἀτονοῦντα, ἐκπίπτουσιν ἀπὸ τῶν ὑψωμάτων, ἀπὸ τῶν ἀνωτέρω ἐπὶ τὰ βαθύ τερα φερόμενα, εἶτα μένει ἡ ἄμπελος εὐκλήματος ἀντέχουσα τῇ φορᾷ τοῦ χειμῶνος. Εἰ δὲ τῇ πα ραμονῇ τῆς ἀκράτου ψυχρότητος κατέβλαψέ τινα τῶν κλημάτων, ὅμως τῇ ἐνστάσει ἡ ἄμπελος σὺν τοῖς πε ριλειφθεῖσιν αὐτῇ ὑγιεινοῖς κλήμασιν ἐπεραίωσε τὸν χειμῶνα, καὶ ἐκ τοῦ χειμερινοῦ καμάτου ἐξέφυγε. 28.484 Φθάσασα δὲ ἐπὶ τὸ ἔαρ, ὅπερ ἐστὶ νέον ἔτος, δοκεῖ δι αναπαύεσθαι· αἰφνιδίως δὲ ὁ γεωργὸς ἐπιστὰς αὐτῇ, ξίφος ἐπιφερόμενος, πρῶτον μὲν, ἀκριβῶς κατοπτρι σάμενος ἅπαντα τὰ κλήματα, ἄρχεται τὰ βλαβέντα ἐκ τοῦ χειμῶνος ἐκτέμνειν, ἔπειτα καὶ τὰ ὑγιαίνοντα ἀπὸ τρίτου ἢ τετάρτου ὀφθαλμοῦ περιαιρεῖν. Ἡ δὲ ἄμπελος, γυμνωθεῖσα καὶ πληγεῖσα τῷ ξίφει, ἕστηκε μετέωρος εἰς τὸν οὐρανὸν ἀποβλέπουσα, ἅμα δα κρύουσα ἄχρι τῆς τρίτης ἡμέρας. Παρακλήσεως δὲ τυγχάνουσα ἐκ τῆς τοῦ Θεοῦ προνοίας, παυσαμένη τῶν δακρύων, αἰφνιδίως πολὺν ἀριθμὸν καὶ ὄχλον κλημάτων βλαστήσασα, ἡ αὐτὴ ἀναφαίνεται οἵα ἦν καὶ πρότερον, μᾶλλον δὲ καὶ ἐνδοξοτέρα. Ἐκ δὲ τῶν προαποδεδομένων ἔσται σοι σαφέ στερα καὶ τὰ ἑπόμενα περὶ τῆς ἀμπέλου τῆς ἀληθινῆς. Ὁ οὖν Κύριος τρόπον ἀμπέλου εὐκλημάτου καὶ συσκίου ἐπέχων, διὰ τὸ πλῆθος τῶν μαθητῶν καὶ τῶν πέριξ ὄχλων ἐπιπορευομένων πρὸς αὐτὸν βοηθείας ἕνεκεν· ὡς εἶναι πλήθη ἀνείκαστα, πιστεύοντα εἰς αὐτόν· καὶ τῷ μὲν πόθῳ τῷ εἰς αὐτὸν ἀχωρίστως ἔχειν αὐτοὺς, τρόπον κλημάτων συνόντων αὐτῷ, τι νῶν δὲ καὶ ὠφελείας χάριν πνευματικῆς μὴ βουλο μένων ἐκτὸς αὐτοῦ τυγχάνειν, ἀλλὰ συνεῖναι αὐτῷ, ἑτέρων δὲ βουλομένων ἰάσεως τυχεῖν, ἄλλων δὲ ἀκηκοότων, ὅτι Χριστὸς ἥκει, καὶ συνεληλυθότων κατὰ τὸ αὐτὸ, βουλομένων θεάσασθαι τὸ καινότερον θέαμα, Θεὸν ἐν σώματι ἀνθρώποις συναναστρεφόμε νον. Καὶ ἁπλῶς ἦν ἅπαντα χαρᾶς γέμοντα τῆς παρ ουσίας τοῦ Κυρίου γενομένης· οὗ δ' ἂν ἐβάδιζεν, ὥσπερ εὐστεφὴς ἄμπελος διὰ τὰς μυριάδας τῶν συμπορευομένων αὐτῷ ὄχλων ἦν ὁρώμενος πόθῳ τῷ πρὸς αὐτὸν, ἁπάντων