1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

22

Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα. Λοιπὸν, ἀγαπητὲ, ἅμα εὐξώμεθα. Ἐγὼ γὰρ, πάντα τὰ ἐνδύματα τῆς πλάνης ἀποδυσάμενος, ἀπέῤῥιψα διὰ τοῦ ἐλεήμονος Θεοῦ. Ἀθ. εἶπεν· Ἀκμὴν ἔτι ἔνδυμα φορεῖς τῆς πλάνης· συνευγνωμονήσαις ῥίψεις καὶ αὐτὸ πρὸς τοῖς λοιποῖς τῆς ἀποστασίας πράγμασι, καὶ δυνησόμεθα ἐπὶ τὸ αὐτὸ εὔξασθαι. Ἄρ. εἶπεν· Ἐὰν μή μοι φράσῃς ἀκραιφνεστάτως, οὐ συνεπίσταμαι ἐμαυτῷ ἔχειν τι τῆς μανιώδους αἱρέσεως ἐκείνης. Ἀθ. εἶπε· Τὴν τοῦ καλουμένου κλήρου ἀξίαν τὴν πρὸς τῆς αἱρέσεως δεδομένην σοι οὐ δοκεῖ σοι μόριον εἶναι τῆς ἀπάτης, ἔξωθεν μὲν δεικνύντα σχῆμα εὐσεβείας, ἔσωθεν δὲ μεστὸν τυγχάνοντα δυσφημίας, ὡς εἶναι τὸν ἄνθρωπον ὄργανον πνεύματος γιγαντιαίου πρὸς θεομαχίαν τῇ ἱεροσυλίᾳ ἕτοιμον; Ἄρ. εἶπεν· Ὁμολογῶ σοι ἐπὶ τοῦ παρόντος, οὐ συνεπιδίδωσί μου ἡ ψυχὴ, εἰ μὴ ἄρα καὶ εἰ σκέψει ἐξώσω καὶ ταύτην τὴν τυραννίδα τῆς κενοδοξίας ἐκ τῆς ψυχῆς μου. Ἀθ. εἶπεν· Εἰ οὖν οὐ συγκατατίθεται τὰ μέρη τῆς πλάνης εἰς τὴν ἀρετὴν, πολὺ μᾶλλον οὐ συντρέχει τὰ μέρη τῆς ἀρετῆς καὶ τῆς 28.501 ἀληθείας τοῖς μέρεσι τῆς πλάνης. Ἀντίκειται γὰρ τῇ ἀληθείᾳ τὸ ψεῦδος, καὶ τῷ ψεύδει ἀντίκειται ἡ ἀλήθεια· ἕκαστον γὰρ τούτων ἐκ τοῦ καρποῦ γινώσκεται, καθὼς ἔφη ἡ Ἀλήθεια. Ἐπληρώθη σὺν Θεῷ ἡ τοῦ ἁγίου Ἀθανασίου κατὰ Ἀρείου ἀριστεία.